Ἀλίπαστον Ἁλισπάρτου διαφέρει. τὸ μὲν γὰρ ἁλσὶ πεπασμένον κρέας, Ἁλίπαστον λέγεται· Ἁλίσπαρτον δὲ, ἡ ἁλσὶ κατεσπαρμένη χώρα. ὥς τινες τῶν παλαιῶν
πεποιήκασιν. δυσμενῶς γὰρ πρὸς τοὺς Ἕλληνας διακείμενοι, τὰς χώρας αὐτῶν ἁλσὶ κατέσπειρον, εἰς τὸ μηκέτι δύνασθαι φέρειν καρπούς.De diversis verborum significationibus (= Περὶ διαφόρους σημασίας κατ’ ἀλφάβητον) (epitome operis Herennii Philonis)
Philo of Byblos
Philo of Byblos. Ammonius. De differentia adfinium vocabulorum. Valckenaer, Ludwig Caspar, editor. Leipzig: Ioannis Augustus Gottlieb Weigel, 1822.
Ἄγειν καὶ Φέρειν διαφέρει. Ἄγεται μὲν γὰρ τὰ ἔμψυχα· Φέρεται δὲ τὰ ἄψυχα.
Ἄῤῥωστος Ἀῤῥωστοῦντος διαφέρει. Ἄῤῥωστος μὲν γάρ ἐστιν, ὁ ἀδυνατῶν ἐπιτελεῖν τι κατὰ τὰς ὀρέξεις· Ἀῥῥωστεῖ δὲ ὁ νοσῶν. οὕτως Ἀριστογεῖ δοκεῖ.
Αὖθις, καὶ Αὖθι χωρὶς τοῦ ς, διαφέρει. Αὖθις μὲν γὰρ τὸ πάλιν, ἢ μετὰ ταῦτα· Αὖθι δὲ, τὸ αὐτόθι.
Ἀῤῥωδεῖν καὶ Ὀῤῥωδεῖν διαφέρει. τὸ μὲν γὰρ Ὀῤῥωδεῖν σημαίνει τὸ εὐλαβεῖσθαι, καθὰ Εὐριπίδης τὸν Περσέα εἰσάγει λέγοντα,
Τὰς συμφορὰς γὰρ τῶν κακῶς πεπραγότων Οὐπώποθ’ ὕβρισ’ αὐτὸς ὀῤῥωδῶν παθεῖν.τὸ δὲ Ἀῤῥωδεῖν, τὸ ἐναντίον, τυῦτ’ ἔστιν οὐκ εὐλαβεῖσθαι, ἀλλὰ θαῤῥεῖν καὶ καταφρονεῖν.