Epistulae
Diogenes Sinopensis Epistulae
Diogenes Sinopensis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
Ἀπαναστάντος σου τῆς Ἐφέσου ἔπλευσα καὶ αὐτὸς εἰς Ῥόδον, σπουδάζων τὸν τῶν Ἁλίων ἀγῶνα θεάσασθαι. ἀποβὰς δὲ τῆς νεὼς ἀνέβαινον εἰς ἄστυ καὶ παρὰ Λακύδην τὸν ξένον· ὃ δὲ τυχὸν ἴσως, ἐπεὶ ἔγνω με καταπλεύσαντα, τὴν ἀγορὰν ἐξέκλινεν. ἐγὼ δὲ ἐπεὶ περιελθὼν τὴν πόλιν οὐδαμῆ αὐτῷ ἐνέτυχον, ἔγνων δὲ πυθόμενος ὡς εἴη κατὰ ἄστυ, ἐπὶ τὴν τῶν θεῶν ξενίαν ἄσμενος ἱκόμην καὶ παρὰ τούτοις ἐσκήνωσα. ἡμέρᾳ δὲ τρίτῃ σχεδὸν ἢ τετάρτῃ ἐντυχών μοι κατὰ τὴν ὁδὸν τὴν ὡς ἐπὶ τὸ στρατόπεδον φέρουσαν προσηγόρευσε καὶ ἐπὶ τὴν ξενίαν παρεκάλει ἔρχεσθαι.
(2) κἀγὼ οὐδέν τι μηνίσας αὐτῷ διὰ τοσούτου μοι ἐντυχόντι αἰσχρὸν μέν ἔφην τοὺς θεοὺς καταλιπεῖν, οἵ με, ἐπεὶ ἡ σὴ ξενία καταπλεύσαντι ἐκλείσθη, ἐδέξαντο· ἀλλ’ ἐπεὶ δύνανται οὗτοι ἐπὶ μηδενὶ τῶν τοιούτων ἀσχάλλειν, ἡμεῖς δὲ διὰ τὸ ἀσθενές, βαδίζωμεν. πρότερον δέ, εἴ σοι δοκεῖ, ἀναβάντες γυμνασώμεθα· οὐ γὰρ χρῆν οἴομαι, εἰ παρὰ σὲ τήμερον μέλλω κατάγεσθαι καταλιπὼν τοὺς κρείττονας ξένους, τοῦ σώματος ἀμελεῖν. ἀλλὰ καλῶς ἔφη, Διόγενες, λέγεις, καὶ οὐ βιάζομαί σε τοὺς θεοὺς ἐξελθεῖν.
(3) ἐγὼ δὲ ἀναβὰς εἰς τὸ στρατόπεδον περιεπάτησα, καὶ τότε κατέβην εἰς τὴν οἰκίαν τοῦ Λακύδου. τῷ δὲ ἄρα ἦν παρασκευὴ οὐχ ὅση πρὸς τὴν φύσιν ἀποχρῆναι ἧς ἡμεῖς ἐδεόμεθα, ἀλλ’ ὁπόση πρὸς τὴν δόξαν ἧς οἱ ἄλλοι ἡττῶνται· κλῖναι γὰρ ἐξέστρωντο σφόδρα πολυτελεῖς καὶ τράπεζαί τινες ἐν τῷ καταντικρὺ ἔκειντο, αἳ μὲν ἐκ βαριασνοου, αἳ δὲ ἐκ σφενδαμνίνων ξύλων, ἀργυρωμάτων ἀνάπλεῳ, ἐπὶ δὲ τούτοις θεράποντες εἱστήκεσαν οἳ μὲν χέρνιβας ἔχοντες, οἳ δὲ ἄλλα διακονήματα. εἰς ταῦτα ἀπιδών ἀλλὰ ἐγὼ μέν ἔφην [*](Unclosed open quotation mark occurs here.)ἧκον εἰς τὴν ξενίαν τὴν σήν, Λακύδη, ὠφελησὺ