Epistulae

Diogenes Sinopensis Epistulae

Diogenes Sinopensis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

(4)εἶτ’ ἔφην παρὸν ὑμῖν αὐτοῖς ἐπιγράφειν τὸ ἰαμβεῖον ταῖς θύραις ἐπιγράφετε; πῶς δέ ἔφην ὁ Ἡρακλῆς εἷς ὢν ἐν τοσαύταις δύναται παροικεῖν οἰ κίαις; κινδυνεύει γὰρ καὶ τοῦτο τὴν μωρίαν τῆς πόλεως ἐνδείκνυσθαι. τίνα οὖν τις εἶπεν, ὦ Διόγενες, ἑτέραν ταύτης εὐφημοτέραν ποιήσαιτ’ ἂν ἀπιγραφήν ; χρὴ γάρ ἔφην πάντως ἐπιγεγράφθαι τῆ θύρᾳ ; πάνυ γε εἶπεν. μάθε ἔφην, Πενία ἐνθάδε κατοικεῖ, μηδὲν εἰσίτω κακόν. εὐφήμει εἶπεν, ἄνθρωπε, ἀλλ’ αὐτὸ τοῦτο κακόν ἐστι. κακόν ἔφην καθ’ ὑμᾶς, καὶ μὴ παρ’ ἐμοῦ μανθά νειν. ** ἀλλὰ Λινδίων τοὺς βόας κατέφαγεν. πενία δὲ πρὸς θεῶν κακὸν οὐκ ἔστιν ; εἶπε. τί ποιοῦσαν αὐτήν ἔφην κακὸν λέγεις ; λιμόν εἶπε, ψῦχος, καταφρόνησιν.

(5)ἀλλ’ οὐδέν γε τούτων ὧν φὴς πενία ἄρα ** οὔτε λιμός· πολλὰ γὰρ ἐν τῇ γῆ φύεται, δι’ ὧν ὅ τε λιμὸς θεραπεύεται τό τε ψῦχος, ἐπεὶ οὐδὲ τὰ ἄλογα γυμνὰ ὄντα αἰσθάνεται ψύχους.ἀλλὰ τὰ μὲν ἄλογα οὕτως ἡ φύσις εἶπεν ἐποίησεν. ἀνθρώπους δὲ ὁ λόγος οὕτως ποιεῖ ἔφην, ἀλλ’ οὐ προσποιοῦνται πολλοὶ συνιέναι διὰ μαλακίαν. ἀλλ’ εἰσὶ καὶ ἐνθάδε ἐπίκουροι αἵ τε δοραὶ τῶν ζῴων καὶ τὰ νάκη τῶν προβάτων καὶ οἱ τοῖχοι τῶν σπηλαίων καὶ τῶν οἴκων. οὐ μὴν οὐδὲ καταφρόνησιν ἐργάζεται πενία. Ἀριστείδου γέ τοι τοῦ τοὺς φόρους τάξαντος οὐδεὶς κατεφρόνει πένητος ὄντος, οὔτε κράτους τοῦ Σωφρονίσκου· οὐ γὰρ αὐτὰ ἦσαν βλάβαι, ἀλλὰ μοχ\θηρία.

(6)τί δέ ἔφην, ἀλλὰ ταῦτα ἔδρα ἡ πενία παρ’ ὑμῖν οὐκ οὖσα οὐκ ἦν ἀρετή ἀλλὰ σφοδρότερα κακὰ ἀπελαύνουσα ὑμῶν ; ποῖα ἄττα ; εἶπεν. φθόνους, μίση, συκοφαντίας, τοιχωρυχίας, ἀπευψίας, στρόφους, ἄλλα χαλεπὰ νοσήματα. πενίαν ἄρα ἐπιγράφετε οἰκεῖν παρ’ ὑμῖν, καὶ οὐ τὸν Ἡρακλέα. καὶ γὰρ ἃ μὲν δύναται ὁ Ἡρακλ\ῆς ἀναιρεῖν οὐ φοβεῖσθε, ὕδρας, ταύρους, λέοντας, κερβέρους, ἔνια δὲ καὶ αὐτοὶ θηρᾶσθε· ἃ δὲ πενία απελαύνει, ταῦτα δεινά· πενίαν μὲν ὀλίγα δαπανῶντες θρέψετε φύλακα αὑτῶν, τὸν δὲ Ἡρακλέα πολλά. ἀλλὰ δύσφημόν ἐστι πενία εἶπεν, ὁ δὲ Ἡρακλῆς εὔφημον. σοί ἔφην εἰ πενία ἐστὶ δύσφημον, Αὐγείᾳ δὲ καὶ Διομήδει τῷ Θρᾳκὶ καὶ ἄλλοις ὁ Ἡρακλῆς. οὐ πείθεις με εἶπεν, ὦ Διόγενες, πενίαν ἐπιγράψαι, ὥσθ’ ἕτερόν τι σκέπτου , ἵνα σοι πεισθῶ τὸν Ἡρακλέα ἐξαλεῖψαι.

ἔσκεμμαι ἔφην. ἄκουε λόγον εἶπον, Δικαιοσύνη ἐνθάδε κατοικεῖ, μηδὲν εἰσίτω κακόν. ἐνταῦθα μέν ἔφη πείθομαί σοι, καὶ τὸν Ἡρακλέα οὐκ ἐξαλείψω, συνεπιγράψω δὲ τὴν δικαιοσύνην. ὀρθῶς ἔφην. τοῦτο ποίει καὶ ἐπιγράψας κάθευδε ἀναπεσὼν ὥσπερ Ὀδυσσεὺς μηκέτι μηδὲν φοβούμενος. ποιήσω εἶπε, σοὶ δὲ χάριν τούτου γνώσομαι νῦν τε καὶ εἰσαεί, Διόγενες, ἀσφαλισαμένῳ ἀπὸ τῶν φαύλων ἡμᾶς. ταῦτ’ ἐν Κυζίκῳ, φίλε Τιμόμαχε, ηὐθύνθη ἡμῖν.