Epistulae

Diogenes Sinopensis Epistulae

Diogenes Sinopensis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

(3) ἐπεὶ δὲ ταύτην εἱλόμην τὴν ὁδόν, ἀφαιρεῖταί μου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα καὶ περιβάλλει μοι τρίβωνα διπλοῦν καὶ ἀποκρήμνησί μου τοῦ ὤμου πήραν, ἐμβαλὼν εἰς αὐτὴν ἄρτον καὶ τρίμμα καὶ ποτήριον καὶ τρυβλίον, ἔξωθεν δὲ αὐτῇ παρήρτησε λήκυθον καὶ στλεγγίδα, δίδωσι δέ μοι καὶ βακτηρίαν. καὶ ἐγὼ τούτοις ἐκοσμήθην, ἠρόμην δὲ αὐτόν, διὰ τί με τρίβωνα περιέβαλε διπλοῦν. ὃ δὲ ἔφη ἵνα σε πρὸς ἄμφω συνασκήσω, καὶ καῦμα τὸ ἀπὸ θερείας καὶ ψῦχος τὸ ἀπὸ χειμῶνος. τί γάρ ἔφην, ὁ ἁπλοῦς τοῦτο οὐκ ἐποίει;

(4)οὐ μὲν οὖν εἶπεν, ἀλλὰ θέρους μὲν ῥᾳστώνην, χειμῶνος δὲ πλείονα ἢ κατ’ ἄνθρωπον ταλαιπωρίαν. τὴν δὲ πήραν διὰ τί μοι περιτέθεικας; ἵνα πάντῃ τὴν οἰκίαν εἶπε περιφέρῃς. τὸ δὲ ποτήριον καὶ τὸ τρυβλίον διὰ τί ἐνέβαλες; ὅτι δεῖ σε εἶπε καὶ πίνειν καὶ ὄψῳ χρῆσθαι, ὄψῳ ἑτέρῳ ἔφη, κάρδαμον μὴ ἔχοντα. τὴν δὲ λήκυθον καὶ τὴν στλεγγίδα πρὸς τί ἀπήρτησας; τὴν μὲν ἀρωγόν ἔφη πόνων, τὴν δὲ γλοίου. ἡ δὲ βακτηρία πρὸς τί; ἔφην. πρὸς τὴν ἀσφάλειαν εἶπε. ποίαν τήνδε; πρὸς ἣν οἱ θεοὶ αὐτῇ ἐχρήσαντο, πρὸς τοὺς ποιητάς. 

Ἀνέβαινον Ὀλυμπίαζε μετὰ τὸν ἀγῶνα, τῇ δ’ ὑστεραίᾳ κατὰ τὴν ὁδὸν ὑπήντησέ μοι Κίκερμος ὁ παγκρατιαστής, κατεστεμμένος τῷ Ὀλυμπιακῷ στεφάνῳ, καὶ σὺν αὐτῷ τῶν οἰκείων πολὺς ὅμιλος πορευόμενος οἴκαδε. κἀγώ, ὡς πλησίον ἐγένετό μου, λαβόμενος αὐτὸν τῆς χειρός ἔκστηθι εἶπον, ὦ ἄθλιε, τῆς ταλαιπωρίας καὶ λῆξον τοῦ τύφου, ὅς σε Ὀλυμπίαζε ἀναβάντα ἀνεπίγνωστον τοῖς γονεῦσιν ἀπάγει. καὶ φράσον ἐπὶ τίνι δὴ μέγα φρονῶν κατέστεψαι μέν ἔφην τῷδε τῷ στεφάνῳ τὴν κεφαλήν, φοίνικα δὲ διὰ τῶν χειρῶν φέρεις, ὄχλον δὲ τοσοῦτον ἐπισύρῃ.