Epistulae

Diogenes Sinopensis Epistulae

Diogenes Sinopensis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

(5) ἀλλὰ σύ γε πόρρω ἥκεις διαφθορᾶς. οὐκοῦν ἀναγκαῖον τομάς τε καὶ καύσεις καὶ φαρμακείας ποιεῖσθαι. σὺ δὲ ὥσπερ τὰ παιδία πάππους τινὰς καὶ τίτθας εἰσηγάγου, καί σοί φασι δέξαι, τέκνον, ἔγχεαι, εἴ τί με φιλεῖς, μικρὸν ἔτι μόνον τουτὶ πρόσφαγε. εἰ οὖν σοι ἅπαντες καὶ πᾶσαι συνελθόντες κατηρῶντο, οὐκ ἂν συμφορώτερα τῇ νόσῳ ἐποίεις. ἀλλὰ τί; οὐ γὰρ μήποτε σὺ ἐθελήσεις τὰ θρῖα τῶν σύκων ἐπιτρώγειν, ἀλλ’ ὥσπερ πρόβατον οὐκ ἂν ἀποσταίης τῶν ὡρίμων. οὐκ ἔστιν οὖν σοι οὔτε χαίρειν οὔτε ἐρρῶσθαι, ὦ φίλτατε.

Ἧκον, ὦ πάτερ, Ἀθήναζε, καὶ πυθόμενος τὸν Σωκράτους ἑταῖρον εὐδαιμονίαν διδάσκειν, εἰσῆλθον παρ’ αὐτόν. ὃ δὲ ἐτύγχανε τότε σχολάζων περὶ ταῖν ὁδοῖν ταῖν φερούσαιν **, ἔλεγε δὲ αὐτὰς εἶναι δύο καὶ οὐ πολλάς, καὶ τὴν μὲν σύντομον, τὴν δὲ πολλήν· ἐξεῖναι οὖν ἑκάστῳ ὁποτέραν βούλοιτο βαδίζειν. κἀγὼ ταῦτα ἀκούσας τότε μὲν κατεσίγησα, τῇ δὲ ἑξῆς, ἐπειδὴ πάλιν εἰσιόντων ἡμῶν παρ’ αὐτὸν περὶ ταῖν ὁδοῖν παρεκάλεσα αὐτὸν ἐπιδεῖξαι ἡμῖν, καὶ ὃς μάλ’ ἑτοίμως ἀπαναστὰς τῶν θάκων ἦγεν ἡμᾶς εἰς ἄστυ καὶ δι’ αὐτοῦ εὐθὺς εἰς τὴν ἀκρόπολιν.

(2) καὶ ἐπεὶ ἀγχοῦ ἐγενόμεθα, ἐπιδείκνυσιν ἡμῖν δύο τινὲ ὁδὼ ἀναφερούσα, τὴν μὲν ὀλίγην προσάντη τε καὶ δύσκολον, τὴν δὲ

πολλὴν λείαν τε κα ῥᾳδίαν καθιστάς. ἅμα γάρ αἱ μὲν εἰς τὴν ἀκρόπολιν εἶπε φέρουσαι ὁδοί εἰσιν αὗται, αἱ δὲ ἐπὶ τὴν εὐδαιμονίαν τοιαῦται· αἱρεῖσθε δὲ ἕκαστος ἣν ἐθέλετε, ξεναγήσω δ’ ἐγώ. τότε οἱ μὲν ἄλλοι τῆς ὁδοῦ τὸ δύσκολον καὶ πρόσαντες καταπλαγέντες ὑποκατεκλίνησαν καὶ τὴν μακρὰν καὶ λείαν παρεκάλουν αὐτὸν διάγειν, ἐγὼ δὲ κρείττων γενόμενος τῶν χαλεπῶν τὴν προσάντη καὶ δύσκολον· ἐπὶ γὰρ εὐδαιμονίαν ἐπειγομένῳ κἂν διὰ πυρὸς ἢ ξιφῶν βαδιστέον εἶναι.