Fragmenta
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
μετὰ δὲ τούτοΥϲ ἐστὶν ἄλλος χορὸς ἀστέρων, οὓς ἡμεῖς ⟨⟨μὲν⟩⟩ προσηγοριῶν οὐ κατηξιώσαμεν· οἱ δὲ μεθ᾽ ἡμᾶς [μιμησάμενοι] ⟨ἐσόμενοι⟩ [[μὲν]] καὶ ⟨τ⟩ούτοι⟨ς⟩ προσηγορίας [τούτοις] θήσονται.
κάτωθεν δὲ τῆς σελήνης εἰσὶν ἕτεροι ἀστέρες φθαρτοί, ἀργοί, πρὸς ὀλίγον χρόνον συνιστάμενοι, εἰς τὸν ὑπὲρ γῆς ἀέρα ἐξ αὐτῆς τῆς γῆς ἀναθυμιώμενοι, οὓς καὶ ἡμεῖς ὁρῶμεν διαλυομένους. ⟨οὗτοι⟩ τὴν φύσιν ὁμοίαν ἔχοΥϲι τοῖς ἀχρήστοις τῶν ἐπὶ γῆς ζῴων, ⟨ὅσα⟩ ἐπὶ ἕτερον [δὲ] οὐδὲν γίνεται ἢ ἵνα μόνον φθαρῇ, οἷον τὸ τῶν μυιῶν γένος καὶ τῶν ψυλλῶν καὶ τῶν σκωλήκων καὶ τῶν ἄλλων τῶν ὁμοίων. καθ⟨άπερ⟩ γὰρ ἐκεῖνα, ὦ Τάτ, οὔτε ἡμῖν οὔτε τῷ κόσμῳ χρήσιμά ἐστι, τοὐναντίον δὲ λυπεῖ ἐνοχλοῦντα, παρακολουθήματα ὄντα τῆς φύσεως, καὶ κατὰ τὸ περισσὸν τὴν γένεσιν ἔχοντα, τὸν αὐτὸν τρόπον καὶ οἱ ἀπὸ τῆς γῆς ἀναθυμιώμενοι ἀστέρες τὸν μὲν ἄνω τόπον οὐ καταλαμβάνουσιν,—ἀδυνατοῦσι γάρ, ὡς κάτωθεν ἀνιόντες,—πολὺ δὲ ⟨τὸ⟩ ἐμβριθὲς ἔχοντες, ἑλκόμενοι κάτω ὑπὸ τῆς ἰδίας ὕλης διαχέονται ταχέως, καὶ διαλυθέντες πίπτουσι πάλιν εἰς γῆν, μηδὲν ἐνεργήσαντες ἢ μόνον ὀχλήσαντες τῷ ὑπὲρ γῆν ἀέρι.
ἕτερόν ἐστι γένος, ὦ Τάτ, τὸ τῶν καλουμένων κομητῶν, κατὰ καιρὸν ἐπιφαινομένων, καὶ πάλιν μετὰ χρόνον ὀλίγον ἀφανῶν γινομένων, μήτε ἀνατελλόντων μήτε δυνόντων μήτε διαλυομένων· οἵτινες φανεροὶ ἄγγελοι καὶ κήρυκες καθολικῶν ἀποτελεσμάτων γίνονται μελλόντων ἔσεσθαι. οὗτοι δὲ τὸν
τόπον ἔχουσιν ὑπὸ τὸν κύκλον τὸν τοῦ ἡλίου. ἐπὰν οὖν μέλλῃ τι τῷ κόσμῳ συμβαίνειν, οὗτοι φαίνονται, ⟨καὶ⟩ φανέντες ὀλίγας ἡμέρας, πάλιν ὑπὸ τὸν κύκλον ἐλθόντες τοῦ ἡλίου ἀφανεῖς μένουσιν, ἐν τῷ ἀπηλιώτῃ φανέντες ⟨ἄλλοι⟩, ἄλλοι δὲ ἐν τῷ βορρᾷ, ἄλλοι δὲ ἐν τῷ λιβί, ἄλλοι δὲ ἐν τῷ νότῳ. μάντεις δὲ τούτους προσηγορεύσαμεν. [καὶ ἀστέρων ⎡ἥδε⎤ φύσις.][ἀστέρες δὲ ἄστρων διαφορὰν ἔχουσιν· ἀστέρες μὲν γάρ εἰσιν οἱ ἐν τῷ οὐρανῷ αἰωρούμενοι, ἄστρα δὲ τὰ ἐγκείμενα ἐν τῷ σώματι τοῦ οὐρανοῦ, συμφερόμενα δὲ [ἐν] τῷ οὐρανῷ· ἐξ ὧν δώδεκα ζῴδια προσηγορεύσαμεν.]
ὁ ταῦτα μὴ ἀγνοήσας ἀκριβῶς δύναται νοῆσαι τὸν θεόν, εἰ δὲ καὶ τολμήσαντα δεῖ εἰπεῖν, καὶ αὐτόπτηϲ γενόμενοϲ θεάσασθαι, καὶ θεασάμενοϲ μακάριοϲ γενέσθαι.—Μακάριοϲ ὡς ἀληθῶς, ὦ πάτερ, ὁ τοῦτον θεασάμενος.—Ἀλλ’ ἀδύνατον, ὦ τέκνον, τὸν ἐν σώματι τούτου εὐτυχῆσαι· δεῖ δὲ προγυμνάειν αὑτοῦ τινα τὴν ψυχὴν ἐνθάδε, ἵνα ἐκεῖ γενομένη, ὅπου αὐτὸν ἔξεστι θεάσασθαι, ὁδοῦ μὴ σφαλῇ.
ὅσοι δὲ ἄνθρωποι φιλοσώματοί εἰσιν, οὗτοι οὐκ ἄν ποτε θεάσαιντο τὴν τοῦ καλοῦ καὶ ἀγαθοῦ ὄψιν. οἷον γάρ ἐστι κάλλος, ὦ τέκνον, τὸ ⟨τοῦ⟩ μήτε σχῆμα μήτε χρῶμα [μήτε σῶμα] ἔχον⟨τος⟩.—Εἴη δ᾽ ἄν τι, ὦ πάτερ, χωρὶς τούτων καλόν; —Μόνος ὁ θεός, ὦ τέκνον, μᾶλλον δὲ τὸ μεῖζόν τι ὂν ⎡τοῦ θεοῦ τὸ ὄνομα⎤.