Fragmenta
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
καὶ ἔως ⟨μὲν⟩ ὁ τῶν συμπάντων οὐκ ἐβούλετο τεχνίτης ⟨γνωσθῆναι⟩, ἀγνωσία κατεῖχε τὰ ξύμπαντα· ὅτε δὲ ἔκρινεν αὑτὸν ὅστις ἐστὶ δηλῶσαι, ἔρωτα[ς] ἐνεφ[ο]ύσΗσε θε⟨ί⟩οις ⟨τισὶν ἀνθρώποις⟩, καὶ αὐΓὴν ἧ⟨ς⟩ εἶχον ἐν στέρνοις πλείονα ταῖς τούτων ἐχαρίσατο διανοίαις, ἵνα ⟨⟨θεὸΝ⟩⟩ ⟨⟨τόΝ ἔτι ἄγνωστοΝ⟩⟩ πρῶτον μὲν ζητεῖν θελήσωσιν, εἶτα ⟨δὲ καὶ⟩ [ἐπιθυμήσωσιν] εὑρεῖν [εἶτα καὶ κατορθῶσαι] δυνηθῶσι.
τοῦτο δ᾽ [ἄν], ὦ τέκνον ἀξιοθαύμαστον Ὧρε, οὐκ ἂν ⟨ἦν⟩ ἐπὶ θνητ῀ιΗ σπορᾷ, ⟨εἰ μὴ⟩ ἐγεγόνει [οὐδὲ γὰρ ἦν οὐδέπω] ψυχὴ[ς δὲ τὴν] συμπάθειαν ἔχουσα[ς] τοῖς οὐρανοῦ μυστηρίοις. τ⟨οι⟩οῦτο⟨ς⟩ δὲ ἦν ὁ πάντα ⟨γ⟩νοὺς Ἑρμῆς· ὃς καὶ εἶδε τὰ σύμπαντα, καὶ ἰδὼν κατενόησε, καὶ κατανοήσας ἴσχυσε δηλῶσαι [τε καὶ δεῖξαι]. ⟨...·⟩ καὶ γὰρ ἃ ἐνόησεν ἐχάραξε, καὶ χαράξας ἔκρυψε⟨ν⟩ ⟨⟨ἀσφαλῶς⟩⟩, τὰ πλεῖστα σιγήσας [[ἀσφαλῶς]] [ἢ λαλήσας], ἵνα ζητῇ ταῦτα πᾶς αἰὼν ὁ μεταγενέστερος κόσμου.
καὶ οὗτος ⟨μέν⟩, τοὺς συγγενεῖς θεοὺς δορυφορεῖν ⟨προσταχθείς⟩, ἀνέβαινεν εἰς ἄστρα· ἀλλ᾽ ἦν αὐτῷ διάδοχος ὁ Τάτ, υἱὸς ὁμοῦ ⟨⟨τούτοΥ⟩⟩ καὶ παραλήπτωρ τῶν μαθημάτων [[τούτων]], οὐκ εἰς μακρὰν δὲ καὶ Ἀσκληπιὸς ὁ ⟨καὶ⟩ Ἰμούθης, ὁ Π⟨τ⟩ανὸς ⟨τοῦ⟩ καὶ Ἡφαίστου [βουλαῖς], ἄλλοι τε ὅσοι ⟨τὰ⟩ τῆς οὐρανίου θεωρίας π⟨λε⟩ίστῌ ἀκριβείᾳ ἔμελλον
βουλομένης τῆς πάντων βασιλίδος ἱστορῆσαι προνοίας.Ἑρμῆς μὲν οὖν ⎡ἀπελογεῖτο τῷ περιέχοντι ὡς⎤ οὐδὲ τῷ παιδὶ παρέδωκεν ὁλοτελῆ ⟨τὴν⟩ θεωρίαν, διὰ τὸ ἔτι τῆς ἡλικίας Νεοειδές. ⟨εἶπε δὲ οὕτως·⟩ Ἐγὼ δΗ [τῆς ἀνατολῆς γενόμενος] τοῖς πάντα βλέπουσιν ὀφθαλμοῖς ⟨τοῦ νοῦ⟩ τὰ τῆς ⎡ἀνατολῆς⎤ ⟨ἐ⟩θεώρησα[ι τι] ἀειδ῀Η· καὶ ἐπισκοποῦντί ⟨μοι⟩ βραδέως μέν, ἀλλ᾽ οὖν ἦλθεν ἡ ἀκριβὴς [δια]γνῶσις. ⟨... χρή με⟩ πλησίον τῶν Ὀσίριδος κρυφίων ἀποθέσθαι τὰ ἱερὰ τῶν κοσμικῶν στοιχείων σύμβολα, ἐπικατευξάμενον δὲ [καὶ τοὺς λόγους τούσδε εἰπόντα[ς]] εἰς οὐρανὸν ἀπελθε⟨ῖ⟩ν.
ἀλλ᾽ οὐ καθῆκον ἀτελῆ τὴν ἀπαγγελίαν, ὦ τέκνον, ταύτην με[ν] καταλεῖψαι, εἰπεῖν δ᾽ ὅσα τὰς βίβλους κατατιθέμενος ἐξεῖπε[ι]ν Ἑρμῆς. [ἐξ]εἶπε γὰρ οὕτως· Ὦ ἱεραὶ βίβλοι, τῶν [α]φθαρτῶν ⎡αἳ τετεύχαταί⎤ μου χειρῶν, ἃς τῷ τῆς ἀφθαρσίας φαρμάκῳ ⎡χορείας ἐπικματῷ⎤, ἀσαπεῖς πάντας αἰῶνας [καὶ ἄφθαρτοι] διαμείνατε [χρόνους], ἀθεώρητοι καὶ ἀνεύρετοι γιγνόμεναι παντὶ τῷ τὰ Γῆς ταύτης περ⟨ι⟩οδεύειν μέλλοντι πεδία, ἄχρις οὖ γέρων οὐρανὸς συστήματα ὑμῶν ἄξια τεκνώσηται [ἃς ψυχὰς ὁ δημιουργὸς προσηγόρευσε]. τοσαῦτα [εἰπὼν τὰς βίβλους καὶ] τοῖς ἑαυτοῦ κατευξάμενος ἔργοις, ⟨ταῖς ἀ⟩ιδίοις ⟨ἐν⟩τεμενίζεται ζώναις.
⟨...⟩ ⟨⟨[πάλιν] ὁ μόναρχος σύγκλητον τῶν θεῶν ἐποίησε συνέδριον. καὶ οἱ θεοὶ παρῆσαν· καὶ [πάλιν] αὐτὸς [ταῦτα] οὕτως ἐφώνησε, Θεοί λέγων, ὅσοι ⎡τῆς κορυφαίας⎤, ὅσοι καὶ ἀφθάρτου φύσεως τετεύχατε, οἳ τὸν μέγαν αἰῶνα διέπειν ἐς ἀεὶ κεκλήρωσθε, οἳ [ς αὐτὰ] ἑαυτοῖς ἀντιπαραδιδόντε⟨ς⟩ οὐδέποτε κοπιάσετ⟨ε⟩ τὰ σύμπαντα, μέχρι πότε [[τῆς]] ἀνεπίγναωστοι ταύτης δεσπόσομεν ⟨⟨τῆς⟩⟩ ἡγεμονίας; μέχρι πότε [ἀθεώρητα γενήσεται ταῦτα ἡλίῳ καὶ σελήνῃ] [[ἕκαστος ἡμῶν ἐφ᾽ ἑαυτῷ γεννάτω]] ⟨⟨ἀργὴν⟩⟩ ⟨κ⟩αταλείψομεν [τῷ δύνασθαι] τὴν [ἔτι] [[ἀργὴν]] σύστασιν ταύτην; ἄπιστος τοῖς μεταγενεστέροις μῦθος δῊ δοξάτω ⟨τὸ⟩ χάος εἶναι. ἔργων ἅπτεσθε
μεγάλων. ⟨⟨ἕκαστος Ὑμῶν ἐφ’ ἑαυτῷ ⟨τι⟩ γεννάτω·⟩⟩ ἐγὼ δ᾽ αὐτὸς ἄρξομαι πρῶτος. εἶπε, καὶ εὐθέως [κοσμικῶς] τῆς ἔτι ⎡μελαίνης⎤ ἑνώσεως διάστασις ἐγένετο· καὶ⟩⟩ ⟨....⟩⟨⟨καὶ ⟨μετὰ⟩ ταῦτα ἔτι εἰς τὸ περιέχον ἀτενίσας ⟨ἔ⟩φνησεν· Ἔστω πεπληρώμενος ὁ οὐρανὸς ἄ⟨σ⟩τρασιν ⟨...⟩ [ἀήρ τε καὶ αἰθήρ]. εἶπεν ὁ θεός, καὶ ἦν.⟩⟩ ⟨...⟩