Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

ἔστι τοίνυν τὸ προὸν ἐπ[ι]⟨έκεινα⟩ πάντων τῶν ὄντων, καὶ τῶν ὄντως ὄντων προόν. ⎡ὂν γάρ ἐστι δι᾽ οὗ⎤ ἡ οὐσιότης, [ἡ] καθόλου λεγομένη, κοινή ⟨ἐστι τῶν⟩ νοητῶν ⟨καὶ τῶν αἰσθητῶν⟩. ⟨...⟩ τῶν ὄντως ὄντων καὶ [τῶν ὄντων τῶν] καθ᾽ ἑαυτὰ νοουμένων. τὰ δὲ ⟨αἰσθητά⟩, ἐνάντια ⟨ὄντα⟩ τούτοις, κατὰ τὸ ἕτερον πάλιν ⟨ἔστιν· οὐ γὰρ⟩ αὐτὰ καθ᾽ ἑαυτὰ ἔστι. ⟨... ἡ δὲ⟩ φύσις οὐσία αἰσθητή, ἐχουσα ἐν ἑαυτῇ ⟨τὰ⟩ αἰσθητὰ πάντα. μεταξὺ δὲ τούτων [νοη[μα]τ[ικ]οὶ καὶ αἰσθητοὶ θεοὶ] ⟨τὰ δοξαστά⟩, τὰ μὲν μετέχοντα τῶν νοητῶν, τὰ δὲ ⟨οὔ⟩. [δοξαστὰ τὰ κοινωνοῦντα τῶν νοη[μα]τ[ικ]ῶν.]

⟨... τῶν αἰσθητῶν⟩ θεῶν· οὗτοι δὲ εἰκόνες εἰσὶ ⟨τῶν⟩ νοη[μα]τῶν ⟨θεῶν⟩. οἷον ἥλιος εἰκών ἐστι τοῦ ἐπουρανίου δημιουργοῦ [θεοῦ]· καθάπερ γὰρ ἐκεῖνος τὸ ὅλον ἑδημιούργησε⟨ν, οὕτω⟩ καὶ ὁ ἥλιος δημιουργεῖ τὰ ζῷα καὶ [γεννᾷ] ⟨τὰ⟩ φυτά [καὶ τῶν πνευμάτων πρυτανεύει].

παρὰ τί τὰ βρέφη ὅμοια τοῖς γονεῦσι γίνεται ⎡ἢ συγγενείαις ἀποδίδοται⎤ ἐκθήσω λόγον. ὅταν νοστίμου αἵματος ἐξαφ[εδ]ρούμενοΝ ⎡ἡ γένεσις⎤ ἀποθησαυρίζῃ γόνον, συμβαίνει πως ἐκπν[ε]εῖν ἐκ τοῦ σώματος ὅλου [μελῶν] οὐσίαν τινὰ ⟨...⟩ κατὰ θείαν ἐνέργειαν, ὡς [τοῦ αὐτοῦ] ἀνθρώπου γινομένου. τὸ δ᾽ αὐτὸ καὶ ἐπὶ τῆς γυναικὸς εἰκὸϲ γίγνεσθαι. ὅταν ⟨οὖν⟩ καθυπερτερΉσῃ τὸ ῥυὲν ἀπὸ τοῦ ἀνδρὸς καὶ ἄτΗκτον γένηται, τῷ πατρὶ ὅμοι[ουμεν]ον τὸ βρέφος ἀποθειχθήσεται, ὡς τὸ ἀνάπαλιν τὸν αὐτὸν τρόπον τῇ μητρί. ἐὰν ⟨δὲ ἐπί⟩ τινος μέρους ⟨ἡ⟩ καθυπερτέ⟨ρη⟩σις γένηται, πρὸς ἐκεῖνο τὸ μέρος ἀφομοιοῦται. ⟨...⟩ ἔσθ᾽ ὅτε δὲ καὶ εἰς μακρὰς γενεάς. ⟨...⟩ παραβάλλειν τὸ βρέφος τῇ μορφῇ τοῦ γεννήσαντος. ⟨...⟩ ⎡ἐκείνου⎤ ⟨τοῦ⟩ δεκανοῦ ⟨τοῦ⟩ λόγον ἔχοντος πρὸς τὴν ὥραν ἐν ᾗ ἡ γυνὴ ἐπαιδοποίει.

⟨⟨Πρόσεχε, τέκνον Ὧρε· κρυπτῆς γὰρ ἐπακούεις θεωρίας, ἧς ὁ μὲν προπάτωρ Καμῆφις ⟨ἦν ἀρχηγέτης, Ἑρμῆς δὲ⟩ ⟨⟨παρὰ τοῦ πάντων προγενεστέρου Καμήφεως⟩⟩ ἔτυχεν ἐπακούσας, ⟨ἐγὼ δὲ⟩ παρὰ Ἑρμοῦ τοῦ [πάντων ἔργων] ὑπομνηματογράφου [[παρὰ τοῦ πάντων προγενεστέρου Καμήφεας], ὁπότ᾽ ἐμὲ καὶ ⎡τῷ τελείῳ μέλανι ἐτίμησε⎤, νῦν δὲ αὐτὸς σὺ παρ᾽ ἐμοῦ.—⟩⟩

ταῦτα εἰποῦσα Ἶ σις ἐγχεῖ π⟨ρ⟩ῶτον Ὥρῳ γλυκύ[ν] τι π[ρ]οτὸν ἀμβροσίας, ὃ αἱ ψυχαὶ λαμβάνειν ἔθος ἔχουσιν ⎡θεῶν⎤, καὶ οὕτως τοῦ ἱερωτάτου λόγου ἄρχεται [Ἶσις].

Ἐπκειμένου, τέκνον Ὧρε, τῇ τῶν ὑπο⟨κάτω⟩ [κειμένων] φύσει πάσῃ τοῦ πολυστέφους οὐρανοῦ, ⎡καὶ κατ᾽ οὐδένα τόπον στερουμένου τινὸς ὧν νῦν ὁ σύμπας ἔχει κόσμος⎤, ἀνάγκη πᾶσα ὑπὸ τῶν ὑπερκειμένων συγκεκοσμῆσθαι καὶ πεπληρῶσθαι φύσιν πᾶσαν τὴν ὑποκειμένην· οὐ γὰρ δήπου δυνατὰ ⟨⟨τὰ κάτω⟩⟩ κοσμῆσαι [[τὰ κάτω]] τὸν ὕπερθεν [δια]κόσμον. ἀνάγκη τοίνυν τοῖς κρείττοσι μυστηρίοις εἴκειν τὰ ἐλάσσονα· κρείσσων δὲ τῶν ὑποκειμένων ἡ τῶν μετεώρων ἐστὶ [δια]τάξις, καὶ τῷ παντὶ ἀσφαλής [τε], καὶ θνητῶν οὐχ ὑποπίπτουσα διανοίᾳ.

ἔνθεν ἐστέναΖοΝ ⎡τὰ κάτω⎤ φόβον ἔχοντεϲ, ⟨...⟩ τὴν περικαλλῆ ⟨...⟩ καὶ εἰς ἀεὶ διαμονὴν τῶν ἐπικειμένων. ⎡ἦν γὰρ ἄξιον θεωρίας ὁμοῦ καὶ ἀγωνίας⎤ ὁρᾶν οὐρανοῦ κάλλος [[θεῷ]] ⟨ἡλίῳ⟩ καταφωτιζομένοΥ [[τῷ ἔτι ἀγνώστῳ]], ⟨παρα⟩πλΗσίαν τε νυκτὸς σεμνότητα, ἐλάττονι μὲν ἡλίου ὀξεῖ δὲ πΥρφορουμένηϲ φωτί, τῶν [τε] ἄλλων κατὰ μέρος κινουμένων ἐν οὐρανῷ μυστηρίων τακταῖς [[χρόνων]] κινήσεσι καὶ ⟨⟨χρόνων⟩⟩ περιόδοις, διά ⟨τέ⟩ τινων κρυπτῶν ἀπορροιῶν τὰ κάτω συγκοσμούντων καὶ συναυξόντων. καὶ οὕτως ⟨ἐγένοντο⟩ φόβοι μὲν ἐπάλληλοι, ζητήσεις Δὲ ἄλΗκτοι.