Fragmenta
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
καλεῖται δὲ ⟨ὁ ἄνθρωπος⟩ ζῷον μὲν διὰ τὴν ζωήν, λογικὸν δὲ διὰ τὸ νοερόν, θνητὸν δὲ διὰ τὸ σῶμα. ⟨ἡ⟩ ψυχὴ ἄρα [ἀσώματος], ἀμετάπτωτον ἔχουσα τὴν δύναμιν ⟨τοῦ ζωὴν παρέχειν, τῷ ἀνθρώπῳ⟩ ⟨⟨παρέχει [δὲ ἡ ψυχὴ] ζωὴν νοεράν.⟩⟩ πῶς γὰρ οἷόν τέ ἐστι λέγειν ζῷον [νοερὸν] ⟨τὸν ἄνθρωπον⟩, μὴ οὔσης οὐσίας τῆς καὶ παρεχούσης ζωήν; ἀλλὰ οὐδὲ λογικὸν οἷόν τέ ἐστιν εἰπεῖν, μὴ οὔσης [τῆς διανοητικῆς] οὐσίας τῆς καὶ παρεχούσης νοερὰν ζωήν.
⟨⟨οὐκ⟩⟩ ἐν πᾶσι δὲ [[οὐκ]] ⟨ἐπὶ τὸ τέλος⟩ ἀφικνεῖται τὸ νοερόν, διὰ ⟨τὸ ἔν τισι μὴ κατὰ τὸ μέσον ἡρμόσθαι⟩ τὴν τοῦ σώματος σύστασιν [πρὸς τὴν ἁρμονίαν]. ἐὰν γὰρ ὑπερέχῃ ἐν τῇ συστάσει τὸ θερμόν, κοῦφος καὶ ἔνθερμος γίνεται ⟨ὁ ἄνθρωπος⟩· ἐὰν δὲ τὸ ψυχρόν, βαρὺς καὶ νωχελὴς γίνεται. ⟨ἡ μὲν⟩ ⟨⟨γὰρ⟩⟩ φύσις [[γὰρ]] ἁρμόζει τὴν τοῦ σώματος σύστασιν
⎡πρὸς τὴν ἁρμονίαν⎤· ⟨⟨παραλαβοῦσα δὲ ⟨ἡ⟩ ψυχὴ ⟨τὸ σῶμα⟩ καθὼς εἴργασται, [τ]οὕτω παρέχει ζωὴν τῷ τῆς φύσεως ἔργῳ.⟩⟩εἴδη δὲ τῆς ⟨τοῦ σώματος⟩ ἁρμονίας τρία, τὸ κατὰ τὸ θερμόν, καὶ τὸ κατὰ ⟨τὸ⟩ ψυχρόν, καὶ τὸ κατὰ τὸ μέσον· ἁρμόζει δὲ ⟨ἡ φύσις⟩ κατὰ τὸν ἐπικρατήσαντα ἀστέρα τῆς συγκρά[τη]σεως [τῶν ἀστέρων]. [[παραλαβοῦσα δὲ ψυχὴ καθὼς εἴργασται τούτῳ παρέχει ζωὴν τῷ τῆς φύσεως ἔργῳ.]]
ἡ φύσις τοίνυν ὁμοιοῖ τὴν ἁρμονίαν τοῦ σώματος τῇ τῶν ἀστέρων ⎡συγκράσει⎤, ⎡καὶ ἑνοῖ τὰ πολυμιγῆ πρὸς τὴν τῶν ἄστρων ἁρμονίαν⎤ ὥστε ἔχειν πρὸς ἄλληλα συμπάθειαν. ⎡τέλος γὰρ τῆς τῶν ἀστέρων ἁρμονίας τὸ γεννᾶν συμπάθειαν καθ᾽ εἱμαρμένην αὐτῶν.⎤
ἔστι τοίνυν τὸ προὸν ἐπ[ι]⟨έκεινα⟩ πάντων τῶν ὄντων, καὶ τῶν ὄντως ὄντων προόν. ⎡ὂν γάρ ἐστι δι᾽ οὗ⎤ ἡ οὐσιότης, [ἡ] καθόλου λεγομένη, κοινή ⟨ἐστι τῶν⟩ νοητῶν ⟨καὶ τῶν αἰσθητῶν⟩. ⟨...⟩ τῶν ὄντως ὄντων καὶ [τῶν ὄντων τῶν] καθ᾽ ἑαυτὰ νοουμένων. τὰ δὲ ⟨αἰσθητά⟩, ἐνάντια ⟨ὄντα⟩ τούτοις, κατὰ τὸ ἕτερον πάλιν ⟨ἔστιν· οὐ γὰρ⟩ αὐτὰ καθ᾽ ἑαυτὰ ἔστι. ⟨... ἡ δὲ⟩ φύσις οὐσία αἰσθητή, ἐχουσα ἐν ἑαυτῇ ⟨τὰ⟩ αἰσθητὰ πάντα. μεταξὺ δὲ τούτων [νοη[μα]τ[ικ]οὶ καὶ αἰσθητοὶ θεοὶ] ⟨τὰ δοξαστά⟩, τὰ μὲν μετέχοντα τῶν νοητῶν, τὰ δὲ ⟨οὔ⟩. [δοξαστὰ τὰ κοινωνοῦντα τῶν νοη[μα]τ[ικ]ῶν.]