Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

[τοῦ γὰρ σώματός ἐστι καὶ δεκτικὸν πάντων, ὁ δὲ λόγος τῆς οὐσίας] [[ἐστὶ τὸ φρονοῦν. συνυπάρχει δὲ τῷ λόγῳ ἡ τῶν τιμίων γνῶσις, τῷ δὲ πνεύματι ἡ δόξα.]]

⟨...⟩ τὸ μὲν γὰρ ἀπὸ τοῦ περιέχοντος κόσμου τὴν ἐνέργειαν ἔχει, ἡ δὲ ἀφ᾽ ἑαυτῆς.

ἔστι τοίνυν ἡ ψυχὴ ἀσώματος οὐσία· ⟨...⟩. εἰ γὰρ ⟨μὴ ψυχὴν⟩ ἔχει ⟨τὸ⟩ σῶμα, οὐκέτι ἔσται [ἑαυτῆς σωστική]. πᾶν γὰρ σῶμα [δεῖται] ⟨πρὸς⟩ τὸ[υ] εἶναι δεῖται [καὶ] ζωῆς, τῆς ἐν [τάξει] ⟨ψυχῇ⟩ κειμένης.

παντὶ γὰρ τῷ γένεσιν ἔχοντι καὶ [μεταβολὴν] ⟨φθορὰν⟩ δεῖ ἐπακολουθεῖν, τὸ γὰρ γινόμενον ⎡γίνεται ἐν μεγέθει, γινόμενον⎤ αὔξην ἔχει· παντὶ [γὰρ] ⟨δὲ⟩ τῷ αὐξανομένῳ ἐπακολουθεῖ μείωσις, μειώσει ⟨δὲ⟩ φθορά.

μετειληφὸς δὲ [εἴδους] [ζωῆς] ⟨ψυχῆς⟩, ζῇ, καὶ κοινωνεῖ τοῦ εἶναι τ῀ιΗ ψυχ῀ιΗ. ἡ δὲ αἰτία ἑτέρῳ τοῦ εἶναι αὐτὴ πρώτωϲ [ὂν] ἔστι. τὸ δὲ εἶναι νῦν λέγω τὸ [ἐν λόγῳ γενέσθαι καὶ] μετέχειν ζωῆς [νοερᾶς]. [[παρέχει δὲ ἡ ψυχὴ ζωὴν νοεράν.]]