Νοῦ πρὸς Ἑρμῆν

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

πηγὴ μὲν οὖν πάντων ὁ θεός, [οὐσία δὲ ὁ αἰών, ὕλη δὲ ὁ

  • κόσμος,] δύναμις δὲ τοῦ θεοῦ ὁ αἰών, ἔργον δὲ τοῦ αἰῶνος ὁ κόσμος, γενόμενος οὔποτε, καὶ ἀεὶ γινόμενος ὑπὸ τοῦ αἰῶνος. διὸ οὐδὲ φθαρήσεταί ποτε· αἰὼν γὰρ ἄφθαρτος. οὐδὲ ἀπολεῖταί τι τῶν ἐν τῷ κόσμῳ, τοῦ κόσμου ὑπὸ τοῦ αἰῶνος ἐμπεριεχομένου. [ἡ δὲ τοῦ θεοῦ [[σοφία]] ⟨οὐσία⟩ τί[ς] ἐστι;
  • τὸ ἀγαθὸν καὶ τὸ καλόν.] [καὶ ἡ ⟨⟨σοφία⟩⟩ εὐδαιμονία καὶ [ἡ] πᾶσα ἀρετή.]