Νοῦ πρὸς Ἑρμῆν
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
⟨ὁ⟩ θεός, ὁ αἰών, ὁ κόσμος, ὁ χρόνος, ἡ γένεσις.
ὁ αἰὼν δὲ τὸν κόσμον,
ὁ κόσμος δὲ τὸν χρόνον,
ὁ χρόνος δὲ τὴν γένεσιν.
τοῦ δὲ θεοῦ [ὥσπερ] οὐσία ἐστὶ τὸ ἀγαθόν, [τὸ καλόν, ἡ
τοῦ δὲ αἰῶνος, ἡ ταυτότης,
τοῦ δὲ κόσμου, ἡ τάξις,
τοῦ δὲ χρόνου, ἡ μεταβολή,
τῆς δὲ γενέσεως, ἡ ζωή [καὶ ὁ θάνατος].
ἐνέργειαι δὲ τοῦ θεοῦ νοῦς καὶ ψυχή,
τοῦ δὲ αἰῶνος, ἀθαΝαϲία καὶ ΔιαΜΟΝΉ,
τοῦ δὲ κόσμου, ἀποκατάστασις καὶ ἀνταποκατάστασις,
τοῦ δὲ χρόνου, αὔξησις καὶ μείωσις,
τῆς δὲ γενέσεως, ποιότης ⟨καὶ ποσότης⟩.
ὁ οὖν αἰὼν ἐν τῷ θεῷ,
ὁ δὲ κόσμος ἐν τῷ αἰῶνι,
ὁ δὲ χρόνος ἐν τῷ κόσμῳ,
ἡ δὲ γένεσις ἐν τῷ χρόνῳ.
καὶ ὁ μὲν αἰὼν ἕστηκε περὶ τὸν θεόν,
ὁ δὲ κόσμος κινεῖται ἐν τῷ αἰῶνι,
ὁ δὲ χρόνος περαιοῦται ἐν τῷ κόσμῳ,
ἡ δὲ γένεσις γίνεται ἐν τῷ χρόνῳ.