Homiliae [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.
Τοιαῦτα ὑπὸ τοῦ Πέτρου ἐν ὀλίγαις ἡμέραις κατηχηθέντες καὶ ἰαθέντες ἐβαπτίσθησαν. ἔπειτα τοῖς λοιποῖς αὐτοῦ θαύμασιν οἱ λοιποὶ πάντες ἐν μέσαις ταῖς ἀγοραῖς πανδημεὶ ἐπὶ σποδοῦ καὶ σάκκου ἐκαθέζοντο, μετανοοῦντες ἐπὶ τοῖς πρότερον ἡμαρτημένοις. καὶ οἱ ἐν Σιδῶνι ταῦτα ἀκούσαντες τὰ ὅμοια ἐποίησαν, καὶ ἱκέτας πρὸς τὸν Πέτρον ἀπέστελλον, ὡς αὐτοὶ διὰ τὰς νόσους πρὸς αὐτὸν ἐλθεῖν μὴ δυνάμενοι. ὁ Πέτρος δὲ ἡμερῶν οὐ πολλῶν ἐνδιατρίψας τῷ Τύρῳ, καὶ κατηχήσας τοὺς ἐν αὐτῇ ἅπαντας, καὶ παντοδαπῶν αὐτοὺς ἀπαλλάξας παθῶν, ἐκκλησίαν τε συστησάμενος, καὶ ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἐπίσκοπον αὐτοῖς καταστήσας, ὥρμησεν εἰς Σιδῶνα. ὁ δὲ Σίμων μαθὼν ἥκοντα τὸν Πέτρον εὐθὺς ἀπέδρα εἰς Βηρυτὸν μετ᾽ Ἀππίωνος καὶ τῶν αὐτοῦ ἑταίρων.
Τοῦ δὲ Πέτρου εἰσιόντος εἰς τὴν Σιδῶνα, πολλοὺς ἐν κλίναις φέροντες πρὸ αὐτοῦ ἐτίθεσαν. ὁ δὲ πρὸς αὐτοὺς ἔφη· μὴ τοίνυν νομίσητε ἐμέ τι δύνασθαι πρὸς ὑμετέραν ἴασιν, ἄνδρα θνητὸν καὶ αὐτὸν πολλοῖς πάθεσιν ὑποπεσεῖν δυνάμενον ὑφηγεῖσθαι δὲ ὑμῖν τὸν τρόπον δἰ οὗ σωθῆναι δυνήσεσθε οὐ φθονῶ, καὶ αὐτὸς παρὰ τοῦ τῆς ἀληθείας προφήτου μαθὼν τοὺς προωρισμένους τοῦ Θεοῦ πρὸ καταβολῆς κόσμου ὁρισμούς, λέγω δὲ ἐπὶ ποίαις κακαῖς πράξεσιν τοὺς ἀνθρώπους ἔταξεν ὑπὸ τοῦ τῆς κακίας ἡγεμόνος κακοῦσθαι, ὁμοίως τε ἐπὶ ποίαις ἀγαθαῖς πράξεσιν ὥρισεν πρότερον
πιστεύσαντας αὐτῷ ἰωμένῳ τὰ σώματα σώζεσθαι, ἔπειτα καὶ τὰς ψυχὰς ἐπανορθοῦσθαι πρὸς τὸ ἀνώλεθρον.Ταύτας τοίνυν τάς τε ἀγαθὰς καὶ κακὰς πράξεις εἰδὼς προμηνύω ὑμῖν ὡς ὁδοὺς δύο, ὑποδεικνύων διὰ ποίας μὲν βαδίζοντες ἀπόλλυνται, ποίᾳ δὲ ὁδεύοντες ἀποσώζονται, Θεῷ ὁδηγούμενοι. ἡ μὲν οὖν τῶν ἀπολλυμένων ὁδὸς πλατεῖα μὲν καὶ ὁμαλωτάτη, ἀπολλύουσα δὲ ἄνευ τοῦ πόνου, ἡ δὲ τῶν σωζομένων στενὴ μὲν καὶ τραχεῖα, σώζουσα δὲ πρὸς τῷ τέλει τοὺς διαπορευθέντας ἐπιπόνως. τούτων δὲ τῶν δύο ὁδῶν προκαθέζεται ἀπιστία καὶ πίστις καὶ ὁδεύουσιν διὰ μὲν ἀπιστίας οἱ τὰς ἡδονὰς προκρίναντες, δι᾽ ἅς οὐδὲ ζητεῖν τὸ συμφέρον οὐ διεφύλαξαν. ἀγνοοῦσιν μέντοι ὡς οὐκ ἀνθρωπίνοις ὅμοια τὰ Θεοῦ βουλήματα πρῶτον μὲν γὰρ οἶδεν τὰ πάντων διανοήματα, καὶ οὐκ ἐν τῷ ἐγχειρῆσαι μόνον, ἀλλὰ καὶ ἐν τῷ ἐννοῆσαι ἕκαστος εὐθύνεται. πολλῷ δὲ ἧττον ἀσεβοῦσιν οἱ ἐγχειροῦντες καλὰ νοεῖν καὶ ἀποτυγχάνοντες, τῶν μηδὲ ὅλως ἐγχειρούντων τοῖς καλοῖς. ὅτι αὐτῷ τῷ Θεῷ ἔδοξεν, τῶν ἐν γνώσει τῶν καλῶν παραπιπτόντων, κατὰ λόγον τῶν ἀνθρωπίνων παραπτωμάτων, μετρίως κολασθέντας σωθῆναι. οἱ δὲ τὴν ἀρχὴν καὶ τοῦ γνῶναι τὸ κρεῖττον ἐξημεληκότες, κἄν μυρία ἕτερα πράξωσιν καλά, ἐν ᾗ δὲ αὐτὸς ὥρισεν θρησκείᾳ μὴ γένωνται, ἀμελείας ἔγκλημα λαβόντες τῇ μεγίστῃ ἀποσβεσθήσονται κολάσει παντελεῖ.
Ἡ δὲ ὑπ᾽ αὐτοῦ ὁρισθεῖσα θρησκεία ἐστὶν αὕτη· τὸ μόνον αὐτὸν σέβειν, καὶ τῷ τῆς ἀληθείας μόνῳ πιστεύειν προφήτῃ, καὶ εἰς ἄφεσιν ἁμαρτιῶν βαπτισθῆναι, καὶ οὕτως διὰ τῆς ἁγνοτάτης βαφῆς ἀναγεννηθῆναι Θεῷ διὰ τοῦ σώζοντος ὕδατος· τραπέζης δαιμόνων μὴ μεταλαμβάνειν , λέγω δὲ εἰδωλοθύτων, νεκρῶν, πνικτῶν, θηριαλώτων, αἵματος· μὴ ἀκαθάρτως βιοῦν· ἀπὸ κοίτης γυναικὸς λούεσθαι· αὐτὰς μέντοι καὶ ἄφεδρον φυλάσσειν· πάντας δὲ σωφρονεῖν, εὐποιεῖν, μὴ ἀδικεῖν παρὰ τοῦ πάντα δυναμένου Θεοῦ ζωὴν αἰώνιον προσδοκᾶν· εὐχαῖς καὶ δεήσεσιν συνεχέσιν αἰτουμένους αὐτὴν λαβεῖν. τοιαῦτα καὶ ἐν τῇ Σιδῶνι τοῦ Πέτρου παραινοῦντος, ἡμέραις ὀλίγαις πολλῶν κᾀκεῖ μετανοησάντων καὶ πιστευσάντων καὶ θεραπευθέντων ἐκκλησίαν συνέστησεν, καὶ τῶν συνεπομένων αὐτῷ πρεσβυτέρων τινὰ καταστήσας αὐτοῖς ἐπίσκοπον ἐξῄει τῆς Σιδῶνος.
Ὡς δὲ εὐθὺς ἐπέβη τῆς Βηρυτοῦ, σεισμὸς ἐγένετο. καὶ
οἱ ὄχλοι προσιόντες τῷ Πέτρῳ, βοήθει, ἔλεγον· πεφοβήμεθα γάρ, ἔφασαν, μὴ ἄρα ἄρδην πάντες ἀπολώμεθα. τότε ὁ Σίμων τολμήσας ἅμα τῷ Ἀππίωνι καὶ Ἀνουβίωνι καὶ Ἀθηνοδώρῳ καὶ τοῖς λοιποῖς ἑταίροις αὐτοῦ δημοσίᾳ τοῖς ὄχλοις κατὰ τοῦ Πέτρου ἐβόα· φεύγετε, ἄνδρες, τὸν ἄνδρα τοῦτον μάγος ἐστίν, πιστεύσατε, καὶ τὸν σεισμὸν αὐτὸς ἐποίησεν ὑμῖν, καὶ τὰς νόσους ἐκίνησεν αὐτός, ἵνα ὑμᾶς καταπλήξῃ τε ὡς αὐτὸς ὢν Θεός. καὶ ἄλλα τοιαῦτα ὡς ὑπὲρ δύναμιν ἀνθρωπίνην δυναμένου τοῦ Πέτρου κατεψεύδοντο οἱ περὶ τὸν Σίμωνα. ἡσυχίαν δὲ αὐτῶν παρασχόντων τῶν ὄχλων ὁ Πέτρος βραχὺ ὑπομειδιάσας καταπληκτικῇ τῇ παῤῥησίᾳ· ἄνδρες, εἶπεν, ἅπερ οὗτοι λέγουσιν , Θεοῦ θέλοντος ποιεῖν δυνατὸς εἶναι ὁμολογῶ, πρὸς δὲ τούτοις ἕτοιμός εἰμι, ἐὰν μὴ πείθησθέ μοι περὶ ὧν λέγω, τὴν πᾶσαν ὑμῶν ἐκβαθρεῦσαι πόλιν.Τῶν δὲ ὄχλων φοβηθέντων καὶ ἑτέρως ποιήσειν ἐπαγγειλαμένων, ὅπερ ἂν ὑπ᾽ αὐτοῦ κελεύωνται, μηδεὶς ὑμῶν, ἔφη ὁ Πέτρος, μήτε ὁμιλείτω τούτοις τοῖς γόησιν, μήτε ἀναμιγνύσθω. οἱ δὲ ὄχλοι ἅμα τῷ ἀκοῦσαι τοῦ κελεύσματος τοῦ συντόμου ξύλα λαβόντες ἐδίωκον αὐτούς, ἕως αὐτοὺς παντελῶς τῆς πόλεως ἐξήλασαν. καὶ εἰσελθόντες οἱ νοσοῦντες αὐτῶν καὶ δαιμονῶντες πρὸς ποσὶν τοῦ Πέτρου ἑαυτοὺς ἐῤῥίπτουν. ὁ δὲ ταῦτα βλέπων καὶ τὴν κατάπληξιν αὐτῶν ἀναλῦσαι θέλων πρὸς αὐτοὺς ἔφη.
Ἐγὼ σεισμοὺς καὶ πᾶν ὅ τι βούλομαι ποιεῖν εἰ ἐδυνάμην, Σίμωνα οὐ λέγω ὅτι μετὰ τῶν αὐτοῦ ἑταίρων ἐξωλόθρευον (οὐ γὰρ ἐπὶ φθορᾷ ἀνθρώπων ἀπέσταλμαι), ἀλλὰ φίλον ἐμαυτῷ αὐτὸν ἂν ἐποιησάμην, ἵνα μή μου τὸ ἀληθὲς διαβάλλων κήρυγμα πολλοῖς ἐμποδίζῃ πρὸς σωτηρίαν. εἰ δέ μοι πιστεύετε, αὐτός ἐστιν μάγος, αὐτὸς διάβολος, αὐτὸς κακίας ὑπηρέτης κατὰ τῶν ἀγνοούντων τὸ ἀληθές· καὶ διὰ τοῦτο ἁμαρτάνουσι νόσους ἐνεργεῖν δύναται, συνεργοὺς ἔχων τοὺς ἁμαρτάνοντας τῆς κατ᾽ αὐτῶν δυνάμεως. ἐγὼ δὲ τοῦ Θεοῦ τοῦ πάντα πεποιηκότος εἰμὶ δοῦλος, τοῦ δεξιοῦ αὐτοῦ προφήτου μαθητής. διὸ ἐκείνου ἀπόστολος ὢν ἀληθεύω. ἀγαθῷ γὰρ ὑπηρετῶν, καὶ νόσες ἀπελαύνω· ἐπέμφθην γὰρ δεύτερος· ἐπεὶ προηγεῖται μὲν νόσος, ἕπεται δὲ ἴασις. δι᾽ ἐκείνου μὲν οὖν τοῦ κακοποιοῦ μάγου τῷ Θεῷ ἀπιστήσαντες ἐνοσήσατε, δἰ ἐμοῦ δέ, ἐάν τε αὐτῷ πιστεύσητε, ἰαθήσεσθε. οὕτω γὰρ τοῦ δυνατοῦ τὴν πείραν
λαβόντες, ἐπὶ τὸ εὐποιεῖν τραπόμενοι, καὶ τὰς ψυχὰς ἀνασωθῆναι δυνηθείητε.Ταῦτα αὐτοῦ λέγοντος οἱ πάντες γονυπετεῖς πρὸ τῶν αὐτοῦ ἔκειντο ποδῶν. ὁ δὲ εἰς οὐρανὸν ἄρας τὰς χεῖρας καὶ τῷ Θεῷ προσευξάμενος ἰάσατο τοὺς πάντας ἐκ μόνης εὐχῆς. οὐκ ὀλίγων δὲ ἡμερῶν παραμείνας τοῖς Βηρυτίοις, καὶ πολλοὺς τῇ μοναρχικῇ θρησκείᾳ συνεθίσας καὶ βαπτίσας, ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἕνα ἐπίσκοπον αὐτοῖς καταστήσας, εἰς τὴν Βίβλον ἐξῄει. καὶ γενόμενος ἐκεῖ καὶ μαθὼν ὅτι Σίμων οὐδὲ μιᾶς ἡμέρας αὐτοῖς προσέμεινεν, ἀλλ᾽ εὐθέως εἰς Τρίπολιν ὥρμησεν, ὀλίγων ἡμερῶν αὐτοῖς ἐπιμείνας, καὶ θεραπεύσας οὐκ ὀλίγους, καὶ ταῖς βίβλοις αὐτοὺς ἐνασκήσας, κατ᾽ ἴχνος τοῦ Σίμωνος εἰς τὴν Τρίπολιν ἐπορεύετο, μεταδιώκειν αὐτὸν μᾶλλον, οὐχ ὑποφεύγειν προῃρημένος.
Ἐις δὲ τὴν Τρίπολιν εἰσιόντι τῷ Πέτρῳ οἱ φιλομαθέστεροι ἔκ τε τῆς Τύρου καὶ Σιδῶνος, Βηρυτοῦ τε καὶ Βίβλου, καὶ ἐκ τῶν πλησιοχώρων πολλοὶ συνεισῄεσαν. οὐχ ἥκιστα δὲ τῶν ἀπ᾽ αὐτῆς τῆς πόλεως ὄχλων συνδρομαὶ ἐγίνοντο, ἱστορεῖν βουλομένων αὐτόν. συνετύγχανον οὖν ἡμῖν ἐν τοῖς προαστείοις οἱ ὑπ᾽ αὐτοῦ ἐκπεμφθέντες ἀδελφοί, τά τε ἄλλα τὰ κατὰ τὴν πόλιν καὶ τὰ πραττόμενα τῷ Σίμωνι ἐξακριβῶσαι, ὅπως ἐλθόντες ὑφηγήσωνται. ἀποδεξάμενοι αὐτὸν ἐπὶ τὴν Μαροόνου ἦγον οἰκίαν.
Ὁ δὲ ἐπ᾽ αὐτῷ τῷ τῆς ξενίας πυλῶνι ἤδη γεγονώς, ἐπιστραφεὶς τοῖς ὄχλοις ὑπέσχετο, μετὰ τὴν ἐπιοῦσαν περὶ θεοσεβείας αὐτοῖς διαλεχθῆναι. εἰσελθόντος δὲ αὐτοῦ οἱ πρόοδοι τοῖς συνεληλυθόσιν ξενίας ἠυτρέπιζον. οὐκ ἀπελείποντο δὲ οὐδὲ οἱ ἀποδεχόμενοι καὶ ξενίζοντες τῆς τῶν ἀξιούντων προθυμίας. τούτων δὲ οὐδὲν εἰδὼς ὁ Πέτρος, ἀξιωθεὶς ὑφ᾽ ἡμῶν τροφῆς μεταλαβεῖν, ἔφη, μὴ μεταλήψεσθαι πρότερον αὐτός, πρὶν ἢ τοὺς συνεληλυθότας αὐτῷ διαναπαύσασθαι. ἀποκριναμένων δὲ ἡμῶν· ὅτι ἔφθη τοῦθ᾽ οὕτως γεγενῆσθαι, προφάσει τῆς πρός σε στοργῆς σπουδῇ πάντας αὐτοὺς ὑποδεξαμένων, ὡς τοὺς μὴ ἐσχηκότας οὕς ξενίσωσιν ὑπερβαλλόντως λελυπῆσθαι· ὁ Πέτρος ἀκούσας καὶ ἡσθεὶς τῆς ὀξείας φιλανθρωπίας
εὐλογήσας αὐτοὺς ἐξῆλθεν, καὶ θαλάσσῃ λουσάμενος εἰσελθών, καὶ σιτίων σὺν τοῖς προόδοις μεταλαβὼν ἑσπέρας ἐπικαταλαβούσης ὕπνωσεν.Ὑπὸ δὲ τὰς δευτέρας τῶν ἀλεκτρυόνων φωνὰς διϋπνισθεὶς εὗρεν ἡμᾶς ἐγρηγορότας. ἦμεν δὲ σὺν αὐτῷ οἱ πάντες ἕξ καὶ δέκα, αὐτὸς ὁ Πέτρος, κᾀγὼ ὁ Κλήμης, Νικήτης τε καὶ Ἀκύλας, καὶ οἱ προοδεύσαντες δώδεκα. προσαγορεύσας οὖν ἡμᾶς ἔφη· σήμερον τοῖς ἔξω μὴ σχολάζοντες ἀλλήλοις ἐσμὲν εὔσχολοι. διὸ ἐγὼ μὲν ὑμῖν τὰ μετὰ τὴν ἀπὸ τοῦ Τύρου ἔξοδον γεγενημένα διηγήσομαι, ὑμεῖς δὲ ἐμοὶ τὰ ἐνταῦθα ὑπὸ τοῦ Σίμωνος πεπραγμένα καὶ ἀκριβέστερον ἐξηγήσασθε. ἀμειψαμένων οὖν ἀλλήλους ταῖς ἐν μέρει διηγήσεσιν, εἰσῄει τις τῶν συνήθων ἀπαγγέλλων Πέτρῳ· ὅτι Σίμων μαθών σε ἐπιδημήσαντα τὴν ἐπὶ Συρίαν ὥρμησεν ὁδόν, οἱ δὲ ὄχλοι τὴν μίαν ταύτην νύκτα ὡς ἐνιαυτοῦ χρόνον ἡγησάμενοι, καὶ ἀναμένειν τὴν δοθεῖσαν ὑπό σου προθεσμίαν μὴ δυνάμενοι, πρὸ τῶν θυρῶν ἑστήκασιν, κατὰ συστάσεις καὶ συλλόγους ἀλλήλοις περὶ τῆς τοῦ Σίμωνος διαβολῆς διαλαλοῦντες, ὅτι μετεωρίσας αὐτούς, καὶ ἐπὶ πολλοῖς κακοῖς σε ἐλέγξειν ἐλθόντα ὑποσχόμενος, ἐπιδημήσαντα γνοὺς νύκτωρ ἔφυγεν πλὴν ἐπιθυμοῦσιν αὐτοὶ ἀκοῦσαί σου. οὐκ οἶδα πόθεν φήμη τις ἐπέπεσεν, ὡς μέλλοντός σου σήμερον αὐτοῖς διαλέγεσθαι. ἵνα οὖν μὴ ἐπὶ πολὺ καμόντες ἀλόγως διαλύωνται, τί χρή σε ποιεῖν , αὐτὸς γινώσκεις.
Καὶ ὁ Πέτρος θαυμάσας τῶν ὄχλων τὴν σπουδὴν ἀπεκρίνατο· ὁρᾶτε, ἀδελφοί, πῶς οἱ τοῦ κυρίου ἡμῶν λόγοι ἐμφανῶς τελοῦνται. μέμνημαι γὰρ αὐτοῦ εἰπόντος πολλοὶ ἐλεύσονται ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, ἄρκτου τε καὶ μεσημβρίας, καὶ ἀνακλιθήσονται εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. ἀλλὰ καὶ πολλοί, φησίν, κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Τὸ μὲν οὖν ἐλθεῖν αὐτοὺς κληθέντας πεπλήρωται. ἐπεὶ δὲ οὐκ αὐτῶν ἐστιν τὸ ἴδιον, ἀλλὰ τοῦ καλέσαντος αὐτοὺς Θεοῦ καὶ ἐλθεῖν πεποιηκότος, ἐπὶ τούτῳ μόνῳ μισθὸν οὐκ ἔχουσιν, ὅτι μὴ αὐτῶν ἴδιον, ἀλλὰ τοῦ ἐνεργήσαντος. ἐὰν δὲ μετὰ τὸ κληθῆναι καλὰ πράξωσιν, ὅπερ ἐστὶν αὐτῶν ἴδιον, τότε ἐπὶ τούτῳ μισθὸν ἕξουσιν.
Οὐδὲ γὰρ Ἑβραῖοι Μωυσεῖ πιστεύοντες καὶ τὰ δἰ αὐτοῦ ῥηθέντα μὴ φυλάσσοντες σώζονται, ἐὰν μὴ τὰ ῥηθέντα αὑτοῖς φυλάξωσιν. ὅτι καὶ τῷ Μωυσεῖ πιστεῦσαι αὐτοὺς οὐχὶ τῆς αὐτῶν
βουλῆς γέγονεν, ἀλλὰ τοῦ Θεοῦ τοῦ εἰρηκότος Μωυσεῖ· ἰδοὺ παραγίνομαι ἐγὼ πρός σε ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρός σε, καί σοι πιστεύσωσιν εἰς τὸν αἰῶνα. ἐπεὶ οὖν Ἑβραίοις τε καὶ τοῖς ἀπ᾽ ἐθνῶν κεκλημένοις τὸ διδασκάλοις ἀληθείας πιστεῦσαι ἐκ Θεοῦ γέγονεν, τῶν καλῶν πράξεων ἰδίᾳ κρίσει ἑκάστῳ ποιεῖν ἀπολελειμμένων, ὁ μισθὸς τοῖς εὖ πράσσουσιν δικαίως ἀποδίδοται. οὔτε γὰρ ἂν Μωυσέως, οὔτε τῆς τοῦ Ἰησοῦ παρουσίας χρεία ἦν, εἴπερ ἀφ᾽ ἑαυτῶν τὸ εὔλογον νοεῖν ἐβούλοντο, οὐδὲ ἐν τῷ πιστεύειν διδασκάλοις καὶ κυρίους αὐτοὺς λέγειν ἡ σωτηρία γίνεται.Τούτου γὰρ ἕνεκεν ἀπὸ μὲν Ἑβραίων τὸν Μωυσῆν διδάσκαλον εἰληφότων καλύπτεται ὁ Ἰησοῦς, ὑπὸ δὲ τῶν Ἰησοῦ πεπιστευκότων ὁ Μωυσῆς ἀποκρύπτεται. μιᾶς γὰρ δι᾽ ἀμφοτέρων διδασκαλίας οὕσης τὸν τούτων τινὰ πεπιστευκότα ὁ Θεὸς ἀποδέχεται. ἀλλὰ τὸ πιστεύειν διδασκάλῳ ἕνεκα τοῦ ποιεῖν τὰ ὑπὸ τοῦ Θεοῦ λεγόμενα γίνεται. ὅτι δὲ τοῦθ᾽ οὕτως ἔχει, αὐτὸς ὁ κύριος ἡμῶν λέγει· Ἐξομολογοῦμαί σοι, πάτερ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν πρεσβυτέρων, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις θηλάζουσιν. Οὕτως αὐτὸς ὁ Θεὸς τοῖς μὲν ἔκρυψεν διδάσκαλον, ὡς προεγνωκόσιν ἃ δεῖ πράττειν, τοῖς δὲ ἀπεκάλυψεν, ὡς ἀγνοοῦσιν ἃ χρὴ ποιεῖν.
Οὔτε οὖν Ἑβραῖοι περὶ ἀγνοίας Ἰησοῦ καταδικάζονται, διὰ τὸν κρύψαντα, ἐάν γε πράττοντες τὰ διὰ Μωυσέως, ὃν ἠγνόησαν μὴ μισήσωσιν· οὔτ᾽ αὖ οἱ ἀπ᾽ ἐθνῶν ἀγνοήσαντες τὸν Μωυσῆν διὰ τὸν καλύψαντα καταδικάζονται, ἐάν περ καὶ οὗτοι πράσσοντες τὰ διὰ τοῦ Ἰησοῦ ῥηθέντα μὴ μισήσωσιν ὃν ἠγνόησαν. καὶ οὐκ ἐν τῷ τοὺς διδασκάλους κυρίους καλεῖν, τὰ δὲ δούλων μὴ ποιεῖν, ὠφελοῦνταί τινες. τούτου γὰρ ἕνεκεν ὁ Ἰησοῦς ἡμῶν πρός τινα πυκνότερον κύριον αὐτὸν λέγοντα, μηδὲν δὲ ποιοῦντα ὧν αὐτὸς προσέτασσεν, ἔφη· Τί με λέγεις, κύριε, κύριε, καὶ οὐ ποιεῖς ἃ λέγω; Οὐ γὰρ ὠφελήσει τινὰ τὸ λέγειν, ἀλλὰ τὸ ποιεῖν. ἐκ παντὸς οὖν τρόπου καλῶν ἔργων χρεία. πλὴν εἴ τις καταξιωθείη τοὺς ἀμφοτέρους ἐπιγνῶναι ὡς μιᾶς διδασκαλίας ὑπ᾽ αὐτῶν κεκηρυγμένης, οὗτος ἀνὴρ ἐν Θεῷ πλούσιος κατηρίθμηται, τά του ἀρχαῖα νέα τῷ χρόνῳ, καὶ τὰ καινὰ παλαιὰ ὄντα νενοηκώς·
Ταῦτα τοῦ Πέτρου λέγοντος, οἱ ὄχλοι ὥσπερ ὑπό τινος
κληθέντες εἰσῄεσαν ἔνθα ὁ Πέτρος ἦν. ὁ δὲ τὸν πολὺν ὄχλον ἰδὼν ὥσπερ ποταμοῦ ἥσυχον ῥεῦμα πρᾴως προςρέοντα, ἔφη τῷ Μαροόνῃ· ποῦ σοι τόπος ἐνταῦθα μᾶλλον τοὺς ὄχλους χωρεῖν δυνάμενος; τοῦ δὲ Μαροόνου εἰς τόπον ὕπαιθρον κεκηπευμένον προάγοντος αὐτόν, εἵποντο οἱ ὄχλοι. ὁ δὲ Πέτρος ἐπί τινος βάσεως ἀνδριάντος οὐ πάνυ ὑψηλῆς ἐπιστάς, ἅμα τῷ τὸν ὄχλον θεοσεβεῖ ἔθει προσαγορεῦσαι, εἰδὼς πολλοὺς ἐκ τῶν παρεστώτων ὄχλων ὑπὸ δαιμόνων τε καὶ πολλῶν παθῶν ἐκ πολλῶν χρόνων ἐνοχλουμένους, βρύχοντάς τε μετ᾽ οἰμωγῆς καὶ πίπτοντας μεθ᾽ ἱκεσίας, ἐπιτιμήσας αὐτοῖς καὶ ἡσυχίαν ἔχειν προστάξας καὶ τὴν ἴασιν μετὰ τὸ διαλεχθῆναι ὑποσχόμενος τοῦ λέγειν ἤρξατο οὕτως.Ἀρχόμενος τὸν ὑπὲρ θεοσεβείας λόγον ποιεῖσθαι τοῖς παντελῶς ἀγνοοῦσι τὰ πάντα, καὶ ὑπὸ τῶν τοῦ ἀντικειμένου ἡμῖν Σίμωνος διαβολῶν ἐσπιλωμένοις τὸν νοῦν, ἀναγκαῖον ἡγησάμην πρῶτον, ὑπὲρ τοῦ μὴ δεῖν μέμφεσθαι τὸν τὰ πάντα πεποιηκότα Θεὸν τὸν λόγον ποιήσασθαι, οὐκ ἄλλοθεν ἀρχόμενος, ἢ ἀπ᾽ αὐτῆς τῆς κατὰ πρόνοιαν ὑπ᾽ αὐτοῦ εὐκαίρως ὑποβληθείσης προφάσεως· ἵνα γνωσθῇ, ὡς εὐλόγως οἱ πολλοὶ ὑπὸ πολλῶν δαιμόνων συνεσχέθησαν καὶ ὑπ᾽ ἀλλοκότων παθῶν κατελήφθησαν, ὅπως καὶ ἐν τούτῳ τὸ τοῦ Θεοῦ δίκαιον φανῇ. καὶ οἱ δι᾽ ἄγνοιαν μεμφόμενοι αὐτόν, καὶ νῦν μαθόντες ὡς δεῖ φρονεῖν, δι᾽ εὐφημίας τε καὶ εὐποιΐας τοῦ προτέρου ἐγκλήματος ἑαυτοὺς ἀνακαλέσονται, αἰτίαν τοῦ κακοῦ τολμήματος τὴν ἄγνοιαν εἰς τὴν συγγνώμην προθέμενοι.
Ἔχει δὲ οὕτως. τοῦ μόνου ἀγαθοῦ Θεοῦ τὰ πάντα καλῶς πεποιηκότος καὶ παραδεδωκότος τῷ κατ᾽ εἰκόνα αὑτοῦ γενομένῳ ἀνθρώπῳ, ὁ γεγονὼς τῆς τοῦ πεποιηκότος αὐτὸν πνέων θειότητος, ἀληθὴς προφήτης ὤν καὶ εἰδὼς τὰ ὅλα, εἰς τιμὴν τοῦ πάντα αὐτῷ δωρησαμένου πατρὸς καὶ εἰς σωτηρίαν τῶν ἐξ αὐτοῦ γενομένων υἱῶν, ὡς πατὴρ γνήσιος πρὸς τοὺς ὑπ᾽ αὐτοῦ γενομένους παῖδας ἀποσώζων τὸ εὔνουν, βουλόμενος αὐτοὺς πρὸς τὸ συμφέρον αὐτοῖς φιλεῖν Θεὸν καὶ φιλεῖσθαι ὑπ᾽ αὐτοῦ, τὴν πρὸς φιλίαν αὐτοῦ ἄγουσαν ἐξέφηνεν ὁδόν, διδάξας ποίαις ἀνθρώπων πράξεσιν ὁ μόνος καὶ πάντων δεσπότης Θεὸς εὐφραίνεται, καὶ τὰ ἐκείνῳ δοκοῦντα ἐκφήνας νόμον αἰώνιον ὥρισεν ὅλοις, μήθ᾽ ὑπὸ πολεμίων ἐμπρησθῆναι δυνάμενον, μήθ᾽ ὑπὸ ἀσεβοῦς τινὸς ὑπονοθευόμενον, μήθ᾽ ἑνὶ τόπῳ ἀποκεκρυμμένον,
ἀλλὰ πᾶσιν ἀναγνωσθῆναι δυνάμενον. ἦν οὖν αὐτοῖς ἐκ τῆς πειθαρχίας τοῦ νόμου πάντα ἄφθονα, τὰ τῶν καρπῶν κάλλιστα, τὰ τῶν ἐτῶν τέλεια καὶ ἄλυπα καὶ ἄνοσα, μετὰ πάσης τῆς τῶν ἀέρων εὐκρασίας ἀδεῶς δεδωρημένα.Οἱ δὲ ἐπεὶ μὴ πρῶτον τῶν κακῶν ἐπειράσθησαν, πρὸς τὴν τῶν ἀγαθῶν δωρεὰν ἀναισθήτως ἔχοντες ὑπὸ τῆς ἀφθόνου τροφῆς καὶ τρυφῆς εἰς ἀχαριστίαν ἐξετρέποντο , ὡς νομίσαι αὐτοὺς μήδ᾽ εἶναι πρόνοιαν, ἐπεὶ μὴ πρότερον καμόντες ἐπὶ δικαιοσύνης ὡς μισθὸν τὰ ἀγαθὰ εἰλήφεσαν, ἅτε μηδενὸς αὐτῶν ἢ πάθει τινὶ ἢ νόσῳ ἢ ἄλλῃ τινὶ ἀνάγκῃ ὑποπεσόντος· ἵνα, ὡς ἀνθρώποις φίλον ἐστὶν ὑπὸ τῆς κακῆς διαμαρτίας κακωθεῖσιν, ἑαυτοῖς τὸν ἰᾶσθαι δυνάμενον περιβλέψωνται Θεόν. ἀλλὰ γὰρ εὐθέως μετὰ τὴν ἐκ τῆς ἀφοβίας καὶ ἀδεοῦς τρυφῆς καταφρόνησιν, ὥσπερ ἐξ ἁρμονίας τινὸς ἀκολούθως ἐφηρμοσμένης, δικαία τις αὐτοῖς ἀπήντησεν τιμωρία, τὰ μὲν γὰρ ἀγαθὰ ὡς βλάψαντα ἀπωθοῦσα, τὰ δὲ κακὰ ὡς ὠφελήσαντα ἀντεισφέρουσα.
Τῶν γὰρ τὸν οὐρανὸν ἐποικούντων πνευμάτων οἱ τὴν κατωτάτω χώραν κατοικοῦντες ἄγγελοι, ἀχθεσθέντες ἐπὶ τῇ τῶν ἀνθρώπων εἰς Θεὸν ἀχαριστίᾳ, αἰτοῦνται εἰς τὸν ἀνθρώπων ἐλθεῖν βίον, ἵνα ὄντως ἄνθρωποι γενόμενοι, ἐπὶ πολιτείᾳ πλείονι τοὺς εἰς αὐτὸν ἀχαριστήσαντας ἐλέγξαντες αὐτόθι τῇ κατ᾽ ἀξίαν ἕκαστον ὑποβάλωσι τιμωρίᾳ. ὁπότε οὖν αἰτήσαντες ἔλαβον, πρὸς πᾶσαν ἑαυτοὺς μετέβαλον φύσιν, ἅτε θειωδεστέρας ὄντες οὐσίας καὶ ῥᾳδίως πρὸς πάντα μετατρέπεσθαι δυνάμενοι. καὶ ἐγένοντο λίθος τίμιος, καὶ μαργαρίτης περίβλεπτος, πορφύρα τε εἰ τύχοι καλλίστη, καὶ χρυσὸς ἔνδοξος, καὶ πᾶσα πολυτίμιος ὕλη. καὶ τῶν μὲν εἰς χεῖρας, τῶν δὲ εἰς κόλπον ἐνέπιπτον, καὶ ὑπ᾽ αὐτῶν ἑκόντες ἐκλέπτοντο. μετεβάλλοντο δὲ καὶ εἰς τετράποδα καὶ εἰς ἑρπετά, νηκτά τε καὶ πτηνά, καὶ εἰς πᾶν ὅπερ ἤθελον. ἅτινα καὶ οἱ παρ᾽ ὑμῖν ποιηταὶ ἀφοβίας αἰτίαν ὡς ἔτυχεν ᾄδουσιν, ἑνὶ τοίνυν τὰς πάντων πολλὰς καὶ διαφόρους πράξεις ἀπονέμοντες.