Homiliae [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.
Ταῦτα τοῦ Ἀππίωνος ἀλληγοροῦντος, σύννους ὤν ἐγὼ ἔδοξα τοῖς ὑπ᾽ αὐτοῦ λεγομένοις μὴ παρακολουθεῖν. δἰ ὅ τὸν λόγον ἐγκόψας ἔφη μοι εἰ μὴ παρακολουθεῖς οἷς λέγω, τί καὶ τὴν ἀρχὴν διαλέγομαι; κᾀγὼ ἀπεκρινάμην μή με ὑπολάμβανε ἀναισθήτως ἔχειν τῶν ὑπό σου λεγομένων. πάνυ γὰρ αὐτὰ συνίημι, ἅτε δὴ οὐ πρῶτον αὐτῶν ἀκηκοώς. ἵνα δὲ γνῷς ὅτι οὐκ ἀγνοῶ τὰ ὑπό σου λεγόμενα, τὰ μέν σοι ῥηθέντα ἐπιτεμοῦμαι, τῶν δὲ παραλειφθέντων σοι κατ᾽ ἀκολουθίαν, ὡς παρ᾽ ἑτέρων ἤκουσα, ἀποπληρώσω τὰς ἀλληγορίας. καὶ ὁ Ἀππίων ἔφη· ποίησον οὕτως ὡς λέγεις.
Κᾀγὼ ἀπεκρινάμην· παρίημι νῦν ἐπ᾽ ἀκριβὲς λέγειν τὸ ἐκ τῆς ἀπείρου ὕλης κατ᾽ ἐπιτυχίαν κράσεως ἀποκυηθὲν ἔμψυχον ὠόν, οὗ ῥαγέντος κατά τινας ἀῤῥενόθηλυς ἐξέθορεν Φανής. καὶ πάντ᾽ ἐκεῖνα ἐπιτέμνομαι, μέχρις οὗ τὸ ῥαγὲν κύτος τὴν ἁρμονίαν ἔλαβεν, ὑπολειφθείσης αὐτοῦ μυελώδους ὕλης καὶ τὸν λόγον τῶν ὑπ᾽ αὐτῆς ἔνδοθεν γενομένων ἐπικεφαλαιῶν μετὰ τῶν ἀκολούθων ἐπιτρέχω. ἐγεννήθη γάρ, ὡς λέγεις, ἐκ Κρόνου καὶ Ῥέας, ὑπό τε χρόνου καὶ ὕλης, τὰ μὲν πρῶτα Πλούτων, ὡς κάτω παραχωρήσασα ὑποστάθμη δεύτερα δὲ Ποσειδῶν, ἥτις ἐστὶν ὑγρὰ οὐσία ἐπιπολάσασα τῇ κάτω ὁλκοτάτῃ φύσει. ἡ δὲ τρίτη ἀνωτάτη τε καὶ αἰθὴρ οὖσα, ὥσπερ ἐστὶν Ζεὺς, ἥτις οὐ κατεπόθη, ἀλλὰ θερμὴ οὖσα ἰσχὺς καὶ ἀνωφερῆ ἔχουσα τὴν φύσιν, ὥσπερ ὑπό τινος ῥιπῆς εἰς τὸν ἄνω ἡγεμονικώτατον ἀνέπτη αἰθέρα.
Δεσμὰ δὲ τὰ Κρόνου ἐστὶν ἡ σύμπηξις οὐρανοῦ καὶ γῆς, ὡς καὶ ἄλλων ἀλληγορούντων ἀκήκοα, ἡ δὲ ἀποκοπὴ τῶν μορίων ὁ τῶν στοιχείων χωρισμὸς καὶ διάκρισις, ὅτι πάντα ἐκ τῆς ἰδίας φύσεως ἀπετμήθη καὶ ἀφωρίσθη, καθ᾽ ἑαυτὰ τετάχθαι ἕκαστον· καὶ οὐκ ἔτι γεννᾷ χρόνος, ἀλλὰ τὰ γεννηθέντα δἰ αὐτοῦ νόμῳ φύσεως ποιεῖται τὰς διαδοχάς. ἡ δὲ ἐκ τοῦ βυθοῦ ἀνακύψασα Ἀφροδίτη, ἡ ἐκ τοῦ ὑγροῦ γόνιμος οὐσία, ᾗ τὸ θερμὸν πνεῦμα μιγὲν τὸν τῆς μίξεως ποιεῖται ἔρωτα, καὶ τελεσιουργεῖ τοῦ κόσμου τὸ κάλλος.
Τὸ δὲ συμπόσιον τὸ γαμήλιον, ἔνθα τὸ δεῖπνον ἐτέλει
Ζεύς, ὑπέρ τε τῆς Νηρεΐδος Θέτιδος καὶ τοῦ καλοῦ Πηλέως ἀλληγορίαν ἔχει ταύτην, ἵνα γνῷς ὅτι καὶ ἄνευ σου, Ἀππίον, τὰ τοιαῦτα ἠκούσαμεν. τὸ μὲν δὴ συμπόσιον ὁ κόσμος· οἱ δὲ δώδεκα, οὐράνια τῶν μοιρῶν περιστηρίγματα, ἅ τινα ζώδια καλοῦσιν· Προμηθεὺς ἡ προμήθεια, ὑφ᾽ ἧς τὰ πάντα ἐγένετο· Πηλεὺς πηλὸς ὁ ἀπὸ γῆς εἰς ἀνθρώπου γένεσιν περινοηθεὶς καὶ μιγεὶς τῇ Νηρεΐδι, τουτέστιν ὕδατι. ἐκ δὲ τῆς τῶν δύο μίξεως, ὕδατός τε καὶ γῆς, ὁ πρῶτος, οὐ γεννηθεὶς, ἀλλὰ πλασθεὶς τέλειος διὰ τὸ μαζοῖς χείλη μὴ προσενεγκεῖν Ἀχιλλεὺς προσηγορεύθη· ἔστι δὲ αὐτὸς καὶ ἀκμήν, ἥτις ἐὰν ἐπιθυμίαν Πολυξένην ὡς ἀληθείας ἀλλοτρίαν οὖσαν καὶ ξένην, ἰῷ ὄφεως ἀναιρεῖται, βέλει κατὰ πτέρναν καὶ κατὰ ἴχνος ἐνέρποντος τοῦ θανάτου.Ἥρα τοίνυν καὶ Ἀθηνᾶ καὶ Ἀφροδίτη καὶ Ἔρις καὶ μῆλον καὶ Ἑρμῆς καὶ κρίσις καὶ ποιμὴν τοιοῦτόν τινα νοῦν ὑπαινίσσεται· Ἥρα σεμνότης· Ἀθηνᾶ ἡ ἀνδρεία· Ἀφροδίτη αἱ ἡδοναί. Ἑρμῆς ὁ ἑρμηνευτικὸς λόγος· ὁ ποιμὴν Πάρις ἡ ἀλόγιστος ὁρμὴ καὶ βάρβαρος. ἐὰν οὖν κατὰ τὴν ἀκμὴν τῆς ἡλικίας ὁ τὴν ψυχὴν ποιμαίνων λογισμὸς τύχῃ ὢν βάρβαρος, καὶ παραλιπὼν τὰ συμφέροντα, ἀνδρείαν τε καὶ σωφροσύνην παρωσάμενος, μόνας ἕληται τὰς ἡδονὰς καὶ μόνῃ τῇ ἐπιθυμίᾳ τὴν νίκην ἀποδῷ, ὡς παρ᾽ αὐτῆς τὰ τέρποντα ἀντιλαμβάνων, ἐπ᾽ ὀλέθρῳ ἑαυτοῦ τε καὶ τῶν αὐτοῦ ὁ μὴ ὀρθῶς κρίνας τὴν τέρψιν λήψεται. Ἔρις δέ ἐστιν ἡ φιλονεικοῦσα κακία. τὸ δὲ τῶν Ἑσπερίδων χρυσοῦν μῆλον ὁ πλοῦτος ἄν εἴη, ὅς ἐνίοτε καὶ τοὺς σώφρονας, ὥσπερ τὴν Ἥραν, πρὸς ῥᾳθυμίαν ἐφίσταται, καὶ τοὺς ἀνδρείους, ὥσπερ τὴν Ἀθηνᾶν, εἰς τὰ μὴ αὐτοῖς πρέποντα φιλονεικοτέρους ἀπεργάζεται, καὶ ψυχῆς κάλλος, ὥσπερ Ἀφροδίτην, προφάσει τρυφῆς ἀπολλύει. συντόμως ἐρῶ· πάντας εἰς κακὴν ἔριν ἀνερεθίζει ὁ πλοῦτος.
Ὁ δὲ τὸν τοῦ πλούτου ἡγεμόνα καὶ φύλακα ὄφιν ἀνελὼν Ἡρακλῆς ὁ γνήσιος καὶ φιλόσοφός ἐστι νοῦς, ὅς πάσης κακίας γυμνὸς ὤν ἐκπερινοστεῖ τὸν κόσμον, ἐπιδημῶν ταῖς ψυχαῖς καὶ σωφρονίζων τοὺς ἐντυγχάνοντας, λέγω δὲ ἀνθρώπους ἐοικότας λέουσιν τολμηροῖς ἢ ἐλάφοις δειλοῖς ἢ κάπροις ἀγρίοις ἢ ὕδραις πολυτρόποις. ὁμοίως δὲ καὶ τὰ ἄλλα πάντα, ὅσα ἀθλῆσαι λέγεται Ἡρακλῆς, νοερᾶς ἀρετῆς ἐστιν αἰνίγματα. αὐτάρκως νῦν ἐχέτω τὰ εἰρημένα εἰς γὰρ ἕκαστον εἰπεῖν οὐδὲ ὁ σύμπας χρόνος ἀρκέσει.
Πλὴν θαυμάζω, πῶς ταῦτα σαφῶς καὶ εὐσεβῶς καὶ ὠφελίμως ἀκαλύπτῳ τῇ εὐθείᾳ δηλοῦσθαι δυνάμενα, οἱ πλαγίοις ἀποκρύψαντες αἰνίγμασιν καὶ μύθοις αὐτὰ προκαλύψαντες κακοῖς ὑπό σου ἔμφρονες καὶ σοφοὶ εἶναι λέγονται, οἵτινες ὥσπερ ὑπὸ κακοῦ προαχθέντες δαίμονος σχεδὸν τοὺς πάντας ἐνήδρευσαν ἀνθρώπους. ἢ γὰρ οὐκ ἔστιν ταῦτα αἰνίγματα, ἀλλ᾽ ἀληθῆ τῶν θεῶν ἁμαρτήματα, καὶ ἐλέγχειν αὐτοὺς οὐκ ἔδει, οὐδὲ τὴν ἀρχὴν αὐτὰ τοῖς ἀνθρώποις εἰς μίμησιν προτιθέναι· ἢ αἰνιγματωδῶς ἐλέγχθη τὰ ὑπὸ τῶν θεῶν ψευδῶς πεπραγμένα, καὶ ἥμαρτον, ὦ Ἀππίον, ὅτι οἱ ὑπό σου ὀνομαζόμενοι σοφοὶ τὰ σεμνὰ ἀσέμνοις μύθοις καλύψαντες ἁμαρτεῖν τοὺς ἀνθρώπους προετρέψαντο, καὶ ταῦτα ὑβρίσαντες οὓς καὶ θεοὺς εἶναι ἐνόμισαν.
Δἰ ὅπερ μὴ σοφοὺς δαίμονας τοὺς τοιούτους νόμιζε, οἵτινες κακὰς ὑποθέσεις ἔργων καλῶν προεβάλλοντο, ἵνα οἱ θέλοντες μιμηταὶ γενέσθαι τῶν κρειττόνων τὰς τῶν λεγομένων θεῶν ζηλῶσιν πράξεις, ἃς διαλεγόμενος τῇ πρὸ ταύτης ἡμέρᾳ οὐκ ἀπεκρυψάμην, λέγω δὲ πατροφονίας, τεκνοκτονίας, μίξεις ἀσεβεῖς μητέρων, θυγατέρων, ἀδελφῶν, μοιχείας ἀπρεπεῖς καὶ ἀῤῥενομίξεις καὶ μιαρὰς ἀῤῥητουργίας, πρὸς ἄλλαις μυρίαις τοιαύταις ἀθεμίτοις μίξουσιν. ὧν ἀσεβέστεροι οἱ ταῦτα ἀληθῆ δοκεῖν εἶναι θέλοντες, ἵνα τὰ ὅμοια ποιοῦντες μὴ αἰδῶνται. οἵπερ εἴγε εὐσεβεῖν ἐβούλοντο, ἐχρῆν αὐτοὺς, ὅπερ ἀρτίως εἶπον, εἰ καὶ ὄντως οἱ θεοὶ τὰ περὶ αὐτῶν ᾀδόμενα διεπράξαντο κακά, τιμῇ τῇ πρὸς θεοὺς εὐπρεπεστέροις τισὶ μύθοις τὰ μὴ σεμνὰ ἐπισκέπειν, καὶ μὴ τοὐναντίον, ὥς φατε, καλῶν αὐτοῖς πράξεων γεγενημένων κακὰ καὶ ἄσεμνα περιβάλλειν ὀχήματα, ἅ τινα ἀλληγορούμενα καὶ διὰ καμάτων μόγις νοηθῆναι δύναται καὶ ὅταν νοηθῇ τισίν, ἐκείνοις μὲν ἀντὶ τοῦ πολλοῦ μόχθου παρέσχον τὸ μὴ πλανηθῆναι, ἐξὸν δὲ μὴ μοχθῆσαι, τοὺς δὲ πλανηθέντας ἄρδην ἀπώλεσαν. πλὴν τοὺς εἰς τὸ σεμνότερον ἀλληγοροῦντας αὐτοὺς ἀποδέχομαι, ὥσπερ τοὺς ἐκ τῆς Διὸς κεφαλῆς αἰνιξαμένους ἀναπηδῆσαι τὴν φρόνησιν. ἴσως δὲ ἐκεῖνό μοι πιθανώτερον, ὅτι ὑπὸ μοχθηρῶν θεῶν ἀπενεγκαμένων, ἐκεῖναι ἐτολμήθησαν αἱ ὕβρεις.
Ἁπάντων δὲ τῶν θεῶν τὴν ποιητικὴν ἀλληγορίαν οὐκ ἀκόλουθον εὑρίσκομεν. αὐτίκα γοῦν ἐπὶ τῆς διακοσμήσεως τῶν ὅλων ποτὲ μὲν φύσιν λέγουσιν ποιηταί, ποτὲ δὲ νοῦν ἀρχηγὸν γενέσθαι τῆς
ὅλης δημιουργίας. ἐκ φύσεως μὲν γὰρ τῶν στοιχείων τὴν πρώτην κίνησιν καὶ σύμμιξιν γεγονέναι, ὑπὸ δὲ τῆς τοῦ νοῦ προνοίας διακεκοσμῆσθαι. καὶ ἀποφηνάμενοι μὲν οἱ μὲν φύσει δεδημιουργῆσθαι τὸ πᾶν, μὴ δυνάμενοι δὲ ἀνεπιλήπτως τοῦτο ἀποδεικνύναι διὰ τὸ τῆς δημιουργίας ἔντεχνον, παρεμπλέκουσιν καὶ τοῦ νοῦ τὴν πρόνοιαν, ὡς συναρπάσαι καὶ τοὺς πάνυ σοφοὺς δυνάμενοι. ἡμεῖς δέ φαμεν πρὸς αὐτούς· εἰ μὲν ἐξ αὐτομάτου φύσεως ὁ κόσμος γένονεν, πῶς ἔτι ἀναλογίαν καὶ τάξιν εἴληφεν, ἅπερ ὑπὸ μόνης ὑπερβαλλούσης φρονήσεως γενέσθαι δυνατόν ἐστιν, καὶ καταληφθῆναι ὑπὸ ἐπιστήμης τῆς μόνης ταῦτα ἀκριβοῦν δυναμένης; εἰ δὲ φρονήσει τὰ πάντα τὴν σύγκρασιν καὶ διακόσμησιν εἴληφεν, ὅπερ ἀνάγκη μὴ ἄλλως ἔχειν, πῶς ἔτι ἐκ τοῦ αὐτομάτου συμβῆναι ταῦτα γενέσθαι δυνατὸν ἦν;Οἱ τοίνυν τὰ θεῖα ἐπὶ τὸ αἰσχρὸν ἀλληγορῆσαι θελήσαντες, οἷον τὴν Μῆτιν καταποθῆναι ὑπὸ Διός, εἰς ἀπορίαν ἐμπεπτώκασιν, οὐ συνιούντες, ὅτι οἱ πλαγίως φυσιολογήσαντες περὶ θεῶν καὶ τὸ εἶναι θεοὺς αὐτοὺς ἀνῃρήκασιν, τὰ εἴδη αὐτῶν διὰ τῆς ἀλληγορίας εἰς τὰς τοῦ κόσμου οὐσίας διαλύσαντες. πιθανώτερον οὖν λέγειν, ὅτι οἱ ὑπ᾽ αὐτῶν ᾀδόμενοι θεοὶ κακοί τινες γεγόνασιν μάγοι, οἵτινες ἄνθρωποι ὄντες μοχθηροὶ, μαγείᾳ μεταμορφούμενοι γάμους διέλυον, βίους διέφθειρον, τοῖς δὲ πάλαι οὐκ εἰδόσιν τί ποτέ ἐστιν μαγεία, δἰ ὧν ἔπραττον ἐδόκουν εἶναι θεοί· ὧν κατὰ πόλεις καὶ οἱ μόροι καὶ οἱ τάφοι φαίνονται.
Ἀυτίκα γοῦν, ὡς καὶ ἄλλοτε εἶπον, ἐν τοῖς Καυκασίοις ὄρεσιν Κρόνου τινὸς σῆμα ἀνθρώπου δείκνυται, τυράννου ἀγρίου καὶ τεκνοκτόνου. ὁ δ᾽ ἐκείνου υἱός, Ζεὺς τὸ ὄνομα, χείρων γενόμενος, μαγείας δυνάμει κοσμοκράτωρ ἀναφανεὶς πολλοὺς διαλύει γάμους, καὶ τὸν πατέρα σὺν τοῖς θείοις κολάζει, καὶ οὕτως τελευτήσαντος τὸν τάφον Κρῆτες ἐπιδεικνῦσιν. ἐν δὲ τῇ Μεσοποταμίᾳ κεῖνται Ἥλιος μέν τις ἐν Πάτραις· Σελήνη δέ τις ἐν Κάραις· Ἑρμῆς ἐν Αἰγύπτῳ τις ἄνθρωπος· Ἄρης ἐν Θράκῃ· Ἀφροδίτη ἐν Κύπρῳ· Ἀσκληπιὸς ἐν Ἐπιδαύρῳ· καὶ ἄλλων πολλῶν τοιούτων φαίνονται τάφοι.
Οὕτως προφανῶς τοῖς ὀρθῶς νοοῦσιν ἄνθρωποι γεγενῆσθαι ὡμολόγηνται. καὶ οἱ μὲν συγχρονοῦντες αὐτοῖς, ὑπαισθόμενοι αὐτοὺς θνητοὺς γεγονέναι, ἀμελέστερον αὐτοῖς ἀποθανοῦσιν προσεῖχον, ὁ δὲ πολὺς χρόνος δόξαν θεῶν αὐτοῖς περιέθκεν. καὶ μὴ θαύμαζου,
εἰ οἱ κατ᾽ Ἀσκληπιὸν καὶ Ἡρακλέα γενόμενοι ἐξηπατήθησαν, ἢ κατὰ Διόνυσον ἢ κατ᾽ ἄλλον τινὰ τῶν τότε, ὅπου καὶ Ἕκτορα ἐν Ἰλίῳ καὶ Ἀχιλλέα ἐν Λευκῇ τῇ νήσῳ οἱ ἐκεῖ προσκυνοῦσιν, Πάτροκλον Ὁπούντιοι, τὸν Μακεδόνα Ἀλέξανδρον Ῥόδιοι.Ἀλλὰ καὶ παρ᾽ Αἰγυπτίοις ἔτι καὶ νῦν ἄνθρωπος ὡς θεὸς πρὸ τοῦ θανάτου προσκυνεῖται. καὶ τοῦτο μὲν ἧττόν ἐστιν ἀσέβημα, ὅτι ζῶντος ἀνθρώπου θείας τιμὰς νομίζουσιν Αἰγύπτιοι· ἀλλὰ τὸ πάντων γελοιότατον, ὅτι καὶ πτηνὰ καὶ ἑρπετὰ καὶ ζῶα πάντα προσκυνοῦσιν. οὐδὲν γὰρ κρίσει νοοῦσιν ἢ ποιοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων. τὸ δὲ πάντων αἴσχιστον ἰδέ μοι, τὸν δι᾽ αὐτῶν ὄντα πατέρα θεῶν τε καὶ ἀνθρώπων λέγουσιν Λήδᾳ συνεσχηματισμένον, ὅν πολλοὶ Δία ἀναγράψαντες ἐν πίνακι δημοσίᾳ ἀνατιθέασιν. πρὸς δὲ τὴν ἐκδικίαν ταύτης τῆς ὕβρεως ἤθελον, εἰ τὸν τοῦ καιροῦ βασιλέα αὐτῶν γράψαντες ἐπὶ αἰσχρᾶς πλοκῆς, ὥσπερ ἐπὶ τοῦ Διὸς τετολμήκασιν ποιῆσαι, οὕτω ποιήσαντες ἀνέθεσαν δημοσία, ἵνα κἄν ἀπὸ τῆς ὀργῆς τοῦ προσκαίρου βασιλέως, καὶ ταῦτα ἀνθρώπου ὄντος, μάθωσι κολασθέντες, ὡς δεῖ τὴν δέουσαν ἀπονέμειν τιμήν. ταῦτα δέ σοι λέγω, οὐχ ὡς αὐτὸς ἤδη ἐπιγνοὺς τὸν ὄντως Θεόν, ἀλλ᾽ εὐγνωμονῶν ὁμολογῶ, εἰ καὶ τί Θεὸς οὐκ οἶδα, ἀλλ᾽ οὖν γε σαφῶς ὅτι Θεὸς νομίζω εἰδέναι.
Αὐτίκα γοῦν τὰ πρῶτα τέσσαρα στοιχεῖα θεὸς εἶναι οὐ δύναται, τὰ ἀπ᾽ ἄλλου γενόμενα· οὐχ ἡ μίξις· οὐχ ἡ κράσις· οὐχ ἡ γένεσις· οὐ τὸ πᾶν περιέχον ὁρατὸν κύτος· οὐδ’ ἡ ἐν τῷ ᾅδῃ συῤῥέουσα ὑποστάθμη· οὐ τὸ ἐπιπολάζον ὕδωρ οὐχ ἡ ζέουσα οὐσία· οὐχ ὁ ἐξ αὐτῆς μέχρι τῶν ἐνταῦθα διήκων ἀήρ. τά τε γὰρ στοιχεῖα τέσσαρα, εἴτε ἀλλήλων διεστάλκει, ἄνευ τινὸς μεγάλου τεχνίτου μιγῆναι πρὸς ζώου γένεσιν οὐκ ἐδύνατο, εἴτε ἀεὶ ἀλλήλοις συνῆπτε, καὶ οὕτως ὑπὸ τεχνίτου νοῦ πρὸς τὸ οἰκεῖον τῶν τοῦ ζώου μελῶν καὶ μερῶν συναρμόζεται, ἵνα τὴν ἑκάστου πρὸς ἕκαστον ἀναλογίαν ἀποσώζειν δύνηται, καὶ τὴν ἕξιν εὐπερίγραφον ἔχῃ, καὶ τὰ ἔνδοθεν πάντα τὴν προσήκουσαν ἁρμονίαν λαμβάνῃ· ὁμοίως τε καὶ τοὺς οἰκείους τόπους ἑκάστου μετὰ πάσης εὐμορφίας ὁ τεχνίτης νοῦς ἀκριβοῖ. συνελὼν ἐρῶ· καὶ τὰ ἄλλα, ὅσα ποτὲ ζῶν δεῖ ἔχειν, οὐδὲν ἐνέλειπε τῷ μεγάλῳ τούτῳ ζώῳ τῆς ὅλης περιφορᾶς.
Οὕτως ἀνάγκη τινὰ εἶναι νοεῖν ἀγέννητον τεχνίτην, ὅς
τὰ στοιχεῖα ἢ διεστῶτα συνήγαγεν, ἢ συνόντα ἀλλήλοις πρὸς ζώου γένεσιν τεχνικῶς ἐκέρασεν καὶ ἕν ἐκ πάντων ἔργον ἀπετέλεσεν. ἀδύνατον γὰρ ἄνευ τινὸς νοῦ μείζονος πάνυ σοφὸν ἔργον ἀποτελεῖσθαι. οὐδὲ μὴν ἔρως εἶναι δύναται πάντων τεχνίτης, οὐκ ἐπιθυμία, οὐκ ἰσχύς, οὐκ ἄλλο τι τοιοῦτον, ἅ τινα παθητὰ συμβαίνειν καὶ ἀποβαίνειν πέφυκεν. ἀλλ᾽ οὐδὲ τὸ ὑφ᾽ ἑτέρου φερόμενόν ἐστιν θεός, οὐδέ γε τὸ ὑπὸ χρόνου ἢ φύσεως ἀλλοιούμενον καὶ εἰς τὸ μηκέτι εἶναι ἀναλυόμενον.Ταῦτά μου διαλεγομένου πρὸς τὸν Ἀππίωνα, ἀπὸ Καισαρείας ἐπέστη Πέτρος, καὶ συνδρομαὶ τῶν ὄχλων ἐγένοντο ἐν τῇ Τύρῳ, σπευδόντων ὑπαντᾶν αὐτῷ καὶ χάριν τῇ ἐπιδημίᾳ ὁμολογεῖν. καὶ ὁ μὲν Ἀππίων ὑπεχώρει μετ᾽ Ἀνουβίωνος καὶ Ἀθηνοδώρου μόνον, οἱ δὲ ἄλλοι πάντες ὡς ἀπαντησόμενοι τῷ Πέτρῳ ὡρμήσαμεν. πρῶτος δὲ ἐγὼ πρὸ τῶν πυλῶν ἀποδεξάμενος αὐτὸν ἐπὶ τὴν ξενίαν ἦγον. ὡς δὲ ἐγενόμεθα, τοὺς μὲν ὄχλους ἀπελύσαμεν, αὐτῷ δὲ ἀξιώσαντί με τὰ πραχθέντα λέγειν οὐδὲν ἀπεκρυπτόμην, ἀλλ᾽ ἐμήνυον τάς τε τοῦ Σίμωνος διαβολὰς καὶ τὰς τερατώδεις φαντασίας ὑπ᾽ αὐτοῦ γεγενημένας, καὶ ὅσας ἔπεμψεν νόσους μετὰ τὴν ἐκ τῆς βουθυσίας ἑστίασιν, καὶ ὅτι ἐκ τῶν νοσύντων οἱ μὲν αὐτόθι κατέμειναν ἐν τῇ Τύρῳ, οἱ δὲ τῷ Σίμωνι ἅμα τῷ ἐμὲ ἐλθεῖν συνεξεληλύθεισαν εἰς τὴν Σιδῶνα, ὡς ὑπ᾽ αὐτοῦ θεραπευθησόμενοι, καὶ ὅτι ἐμάνθανον μηδένα αὐτῶν ἰάσεως ὑπ᾽ αὐτοῦ τετυχηκέναι· καὶ τὴν πρὸς Ἀππίωνά μοι γεγενημένην διάλεξιν τῷ Πέτρῳ διηγησάμην. ὁ δὲ στοργῆς καὶ προτροπῆς χάριν ἐπαινέσας με καὶ εὐλογήσας, ἁλῶν μεταλαβών, διὰ τοὺς καμάτους τῆς ὁδοιπορίας τῇ ἀναγκαιοτάτῃ ἡσυχίᾳ τοῦ ὕπνου ἑαυτὸν ἐπέτρεπεν.
Τετάρτῃ δὲ ἡμέρᾳ τῆς ἐν Τύρῳ ἡμῶν ἐπιδημίας, ὑπὸ τὴν ὄρθρον προεληλυθότι τῷ Πέτρῳ ἀπήντων πλησιόχωροί τε οὐκ ὀλίγοι καὶ αὐτῆς Τύρου πάμπολλοι, καὶ ἐπεφώνουν λέγοντες, ὁ Θεὸς διά σου ἡμᾶς ἐλεείτω, διά σου θεραπευέτω. ὁ δὲ Πέτρος ἔστη ἐπὶ λίθου τινὸς ὑψηλοῦ πρὸς τὸ δύνασθαι πᾶσιν ὁρᾶσθαι, καὶ προσαγορεύσας θεοσεβεῖ νόμῳ οὕτως ἤρξατο.
Θεῷ τῷ κτίσαντι τὸν οὐρανὸν καὶ τὸ σύμπαν οὐ λείπει πρόφασις πρὸς σωτηρίαν τῶν σώζεσθαι θελόντων. ὅθεν μηδ᾽ ἐπὶ τοῖς δοκοῦσιν φαύλοις ὑπὸ προπετείας τις αὐτὸν ὡς μὴ φιλάνθρωπον αἰτιάσθω. τῶν γὰρ συμβαινόντων ἀνθρώποις τὰ τέλη ἀνθρώποις μὲν ἄγνωστα, ὡς ἐπὶ κακῷ ὑποπτευόμενα, Θεῷ δὲ ὡς ἀποβησόμενα εὐτυχῶς γνώριμα. αὐτίκα γοῦν Σίμων ἀριστερὰ τοῦ Θεοῦ δύναμις ὤν καὶ τῶν τὸν Θεὸν οὐκ εἰδότων ἐπὶ κακοποιΐᾳ τὴν ἐξουσίαν ἔχων νόσοις ὑμᾶς περιβαλεῖν ἠδυνήθη, αἵτινες διὰ τὴν τοῦ Θεοῦ ἀγαθὴν πρόνοιαν γενέσθαι συγχωρηθεῖσαι ἠνάγκασαν ὑμᾶς, τὸν ἰᾶσθαι δυνάμενον περιβλεψαμένους καὶ εὑρόντας, προφάσει τῆς τοῦ σώματος θεραπείας τὰ Θεῷ δοκοῦντα ἀναδεξαμένους, πεισθῆναι φρονεῖν, ἵνα οὕτως ἅμα τοῖς σώμασι σωθησομένοις καὶ τὰς ψυχὰς σώας ἔχητε.
Μανθάνω οὖν, ὡς βουθυτήσας ἑστίασεν ὑμᾶς ἐν μέσῃ τῇ ἀγορᾷ, καὶ οὕτως ὑμεῖς οἴνῳ πολλῷ παρενεχθέντες ἅμα τοῖς πονηροῖς δαίμοσιν τὸν ἄρχοντα αὐτῶν ἐφιλοφρονεῖσθε, καὶ οὕτως ὑμῶν οἱ πλεῖστοι ὑπὸ τῶν παθῶν κατελήφθησαν, ἀγνοίας αἰτίᾳ καθ᾽ ἑαυτῶν ἰδίαις χερσὶν ἐπισπασάμενοι τὸ τοῦ ὀλέθρου ξίφος. οὐ γὰρ ἂν τὴν καθ᾽ ὑμῶν ἔσχον ἐξουσίαν οἱ δαίμονες, εἰ μὴ πρότερον τῷ ἄρχοντι αὐτῶν ὁμοδίαιτοι ἐγεγόνειτε. οὕτω γὰρ ἀπαρχῆς ὑπὸ τοῦ πάντα κτίσαντος Θεοῦ δυσὶν ἑκάστοτε ἄρχουσι, δεξιῷ τε καὶ εὐωνύμῳ, ὡρίσθη νόμος, μὴ ἔχειν ἑκάτερον αὐτῶν ἐξουσίαν, ἐὰν μὴ πρότερόν τινι ὁμοτράπεζος γένηται, ὅν εὐποιῆσαι ἢ κακῶσαι βούλεται. ὥσπερ οὖν τῶν δαίμοσιν ἀποδεδομένων θυμάτων μεταλαβόντες τῷ τῆς κακίας ἡγεμόνι κατεδουλώθητε, οὕτως, ἄν τούτων παυσάμενοι τῷ Θεῷ διὰ τοῦ ἀγαθοῦ καὶ δεξιοῦ ἡγεμόνος προσφύγητε, ἀθύτοις τιμαῖς ποιοῦντες ἅ βούλεται, εὖ ἴστε ὅτι σὺν τῇ τοῦ σώματος ἰάσει καὶ τὰς ψυχὰς ὑγιαινούσας ἕξετε. αὐτὸς γὰρ μόνος διὰ τῆς ἀριστερᾶς ἀναιρῶν διὰ τῆς δεξιᾶς ζωοποιῆσαι δύναται· ὁμοίως δὲ καὶ πατάξαι, καὶ ἀναστῆσαι κείμενον.
Διὰ τοῦτο πρῶτον ὑπὸ τοῦ προδρόμου Σίμωνος προαπατηθέντες, Θεῷ τὰς ψυχὰς ἀπεθάνετε καὶ τὰ σώματα ἐπατάχθητε· δύνασθε δὲ ὁμοίως τὸ δεύτερον, διὰ τῆς μετανοίας, ὡς ἔφην, τὰ Θεῷ ἀρέσκοντα ἀναδεξάμενοι καὶ τὰ σώματα ἀναῤῥῶσαι καὶ τὰς ψυχὰς ἀναλαβεῖν. ἔστιν δὲ τὰ ἀρέσκοντα τῷ Θεῷ τὸ αὐτῷ προςεύχεσθαι·
αὐτὸν αἰτεῖν ὡς πάντα νόμῳ κριτικῷ διδόντα τραπέζης δαιμόνων ἀπέχεσθαι· νεκρᾶς μὴ γεύεσθαι σαρκός· μὴ ψαύειν αἵματος· ἐκ παντὸς ἀπολύεσθαι λύματος· τὰ δὲ λοιπὰ ἑνὶ λόγῳ, ὅσ᾽ οἱ Θεὸν σέβοντες ἤκουσαν Ἰουδαῖοι, καὶ ὑμεῖς ἀκούσατε ἅπαντες, ἐν πολλοῖς σώμασιν μίαν γνώμην ἀναλαβόντες· ἅπερ ἕκαστος ἑαυτῷ βούλεται καλά, τὰ αὐτὰ βουλευέσθω καὶ τῷ πλησίον. οὕτω δ᾽ ἄν ὑμῶν ἕκαστος νοήσειεν τὸ καλόν, εἰ ἑαυτῷ διαλεχθείη τὰ τοιαῦτα· οὐ θέλεις φονευθῆναι, ἕτερον μὴ φονεύσῃς· οὐ θέλεις τὴν σὴν ὑφ᾽ ἑτέρου μοιχευθῆναι γυναῖκα, τὴν ἑτέρου μὴ μοίχευε γαμετήν· οὐ θέλεις τι τῶν σῶν κλαπῆναι, ἑτέρου μὴ κλέπτε μηδέν. καὶ οὕτως ἀφ᾽ ὑμῶν αἰτῶν τὸ εὔλογον συννοοῦντες καὶ ποιοῦντες, Θεῷ προσφιλεῖς γενόμενοι, ἐπιτεύξεσθε τῆς ἰάσεως, ἐπεὶ καὶ ἐν τῷ παρόντι αἰῶνι βασανισθήσεσθε τὰ σώματα, καὶ ἐν τῷ μέλλοντι κολασθήσεσθε τὰς ψυχάς.