Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Ταῦτα τοῦ Ἀππίωνος ἀλληγοροῦντος, σύννους ὤν ἐγὼ ἔδοξα τοῖς ὑπ᾽ αὐτοῦ λεγομένοις μὴ παρακολουθεῖν. δἰ ὅ τὸν λόγον ἐγκόψας ἔφη μοι εἰ μὴ παρακολουθεῖς οἷς λέγω, τί καὶ τὴν ἀρχὴν διαλέγομαι; κᾀγὼ ἀπεκρινάμην μή με ὑπολάμβανε ἀναισθήτως ἔχειν τῶν ὑπό σου λεγομένων. πάνυ γὰρ αὐτὰ συνίημι, ἅτε δὴ οὐ πρῶτον αὐτῶν ἀκηκοώς. ἵνα δὲ γνῷς ὅτι οὐκ ἀγνοῶ τὰ ὑπό σου λεγόμενα, τὰ μέν σοι ῥηθέντα ἐπιτεμοῦμαι, τῶν δὲ παραλειφθέντων σοι κατ᾽ ἀκολουθίαν, ὡς παρ᾽ ἑτέρων ἤκουσα, ἀποπληρώσω τὰς ἀλληγορίας. καὶ ὁ Ἀππίων ἔφη· ποίησον οὕτως ὡς λέγεις.

Κᾀγὼ ἀπεκρινάμην· παρίημι νῦν ἐπ᾽ ἀκριβὲς λέγειν τὸ ἐκ τῆς ἀπείρου ὕλης κατ᾽ ἐπιτυχίαν κράσεως ἀποκυηθὲν ἔμψυχον ὠόν, οὗ ῥαγέντος κατά τινας ἀῤῥενόθηλυς ἐξέθορεν Φανής. καὶ πάντ᾽ ἐκεῖνα ἐπιτέμνομαι, μέχρις οὗ τὸ ῥαγὲν κύτος τὴν ἁρμονίαν ἔλαβεν, ὑπολειφθείσης αὐτοῦ μυελώδους ὕλης καὶ τὸν λόγον τῶν ὑπ᾽ αὐτῆς ἔνδοθεν γενομένων ἐπικεφαλαιῶν μετὰ τῶν ἀκολούθων ἐπιτρέχω. ἐγεννήθη γάρ, ὡς λέγεις, ἐκ Κρόνου καὶ Ῥέας, ὑπό τε χρόνου καὶ ὕλης, τὰ μὲν πρῶτα Πλούτων, ὡς κάτω παραχωρήσασα ὑποστάθμη δεύτερα δὲ Ποσειδῶν, ἥτις ἐστὶν ὑγρὰ οὐσία ἐπιπολάσασα τῇ κάτω ὁλκοτάτῃ φύσει. ἡ δὲ τρίτη ἀνωτάτη τε καὶ αἰθὴρ οὖσα, ὥσπερ ἐστὶν Ζεὺς, ἥτις οὐ κατεπόθη, ἀλλὰ θερμὴ οὖσα ἰσχὺς καὶ ἀνωφερῆ ἔχουσα τὴν φύσιν, ὥσπερ ὑπό τινος ῥιπῆς εἰς τὸν ἄνω ἡγεμονικώτατον ἀνέπτη αἰθέρα.

Δεσμὰ δὲ τὰ Κρόνου ἐστὶν ἡ σύμπηξις οὐρανοῦ καὶ γῆς, ὡς καὶ ἄλλων ἀλληγορούντων ἀκήκοα, ἡ δὲ ἀποκοπὴ τῶν μορίων ὁ τῶν στοιχείων χωρισμὸς καὶ διάκρισις, ὅτι πάντα ἐκ τῆς ἰδίας φύσεως ἀπετμήθη καὶ ἀφωρίσθη, καθ᾽ ἑαυτὰ τετάχθαι ἕκαστον· καὶ οὐκ ἔτι γεννᾷ χρόνος, ἀλλὰ τὰ γεννηθέντα δἰ αὐτοῦ νόμῳ φύσεως ποιεῖται τὰς διαδοχάς. ἡ δὲ ἐκ τοῦ βυθοῦ ἀνακύψασα Ἀφροδίτη, ἡ ἐκ τοῦ ὑγροῦ γόνιμος οὐσία, ᾗ τὸ θερμὸν πνεῦμα μιγὲν τὸν τῆς μίξεως ποιεῖται ἔρωτα, καὶ τελεσιουργεῖ τοῦ κόσμου τὸ κάλλος.

Τὸ δὲ συμπόσιον τὸ γαμήλιον, ἔνθα τὸ δεῖπνον ἐτέλει

Ζεύς, ὑπέρ τε τῆς Νηρεΐδος Θέτιδος καὶ τοῦ καλοῦ Πηλέως ἀλληγορίαν ἔχει ταύτην, ἵνα γνῷς ὅτι καὶ ἄνευ σου, Ἀππίον, τὰ τοιαῦτα ἠκούσαμεν. τὸ μὲν δὴ συμπόσιον ὁ κόσμος· οἱ δὲ δώδεκα, οὐράνια τῶν μοιρῶν περιστηρίγματα, ἅ τινα ζώδια καλοῦσιν· Προμηθεὺς ἡ προμήθεια, ὑφ᾽ ἧς τὰ πάντα ἐγένετο· Πηλεὺς πηλὸς ὁ ἀπὸ γῆς εἰς ἀνθρώπου γένεσιν περινοηθεὶς καὶ μιγεὶς τῇ Νηρεΐδι, τουτέστιν ὕδατι. ἐκ δὲ τῆς τῶν δύο μίξεως, ὕδατός τε καὶ γῆς, ὁ πρῶτος, οὐ γεννηθεὶς, ἀλλὰ πλασθεὶς τέλειος διὰ τὸ μαζοῖς χείλη μὴ προσενεγκεῖν Ἀχιλλεὺς προσηγορεύθη· ἔστι δὲ αὐτὸς καὶ ἀκμήν, ἥτις ἐὰν ἐπιθυμίαν Πολυξένην ὡς ἀληθείας ἀλλοτρίαν οὖσαν καὶ ξένην, ἰῷ ὄφεως ἀναιρεῖται, βέλει κατὰ πτέρναν καὶ κατὰ ἴχνος ἐνέρποντος τοῦ θανάτου.

Ἥρα τοίνυν καὶ Ἀθηνᾶ καὶ Ἀφροδίτη καὶ Ἔρις καὶ μῆλον καὶ Ἑρμῆς καὶ κρίσις καὶ ποιμὴν τοιοῦτόν τινα νοῦν ὑπαινίσσεται· Ἥρα σεμνότης· Ἀθηνᾶ ἡ ἀνδρεία· Ἀφροδίτη αἱ ἡδοναί. Ἑρμῆς ὁ ἑρμηνευτικὸς λόγος· ὁ ποιμὴν Πάρις ἡ ἀλόγιστος ὁρμὴ καὶ βάρβαρος. ἐὰν οὖν κατὰ τὴν ἀκμὴν τῆς ἡλικίας ὁ τὴν ψυχὴν ποιμαίνων λογισμὸς τύχῃ ὢν βάρβαρος, καὶ παραλιπὼν τὰ συμφέροντα, ἀνδρείαν τε καὶ σωφροσύνην παρωσάμενος, μόνας ἕληται τὰς ἡδονὰς καὶ μόνῃ τῇ ἐπιθυμίᾳ τὴν νίκην ἀποδῷ, ὡς παρ᾽ αὐτῆς τὰ τέρποντα ἀντιλαμβάνων, ἐπ᾽ ὀλέθρῳ ἑαυτοῦ τε καὶ τῶν αὐτοῦ ὁ μὴ ὀρθῶς κρίνας τὴν τέρψιν λήψεται. Ἔρις δέ ἐστιν ἡ φιλονεικοῦσα κακία. τὸ δὲ τῶν Ἑσπερίδων χρυσοῦν μῆλον ὁ πλοῦτος ἄν εἴη, ὅς ἐνίοτε καὶ τοὺς σώφρονας, ὥσπερ τὴν Ἥραν, πρὸς ῥᾳθυμίαν ἐφίσταται, καὶ τοὺς ἀνδρείους, ὥσπερ τὴν Ἀθηνᾶν, εἰς τὰ μὴ αὐτοῖς πρέποντα φιλονεικοτέρους ἀπεργάζεται, καὶ ψυχῆς κάλλος, ὥσπερ Ἀφροδίτην, προφάσει τρυφῆς ἀπολλύει. συντόμως ἐρῶ· πάντας εἰς κακὴν ἔριν ἀνερεθίζει ὁ πλοῦτος.

Ὁ δὲ τὸν τοῦ πλούτου ἡγεμόνα καὶ φύλακα ὄφιν ἀνελὼν Ἡρακλῆς ὁ γνήσιος καὶ φιλόσοφός ἐστι νοῦς, ὅς πάσης κακίας γυμνὸς ὤν ἐκπερινοστεῖ τὸν κόσμον, ἐπιδημῶν ταῖς ψυχαῖς καὶ σωφρονίζων τοὺς ἐντυγχάνοντας, λέγω δὲ ἀνθρώπους ἐοικότας λέουσιν τολμηροῖς ἢ ἐλάφοις δειλοῖς ἢ κάπροις ἀγρίοις ἢ ὕδραις πολυτρόποις. ὁμοίως δὲ καὶ τὰ ἄλλα πάντα, ὅσα ἀθλῆσαι λέγεται Ἡρακλῆς, νοερᾶς ἀρετῆς ἐστιν αἰνίγματα. αὐτάρκως νῦν ἐχέτω τὰ εἰρημένα εἰς γὰρ ἕκαστον εἰπεῖν οὐδὲ ὁ σύμπας χρόνος ἀρκέσει.

Πλὴν θαυμάζω, πῶς ταῦτα σαφῶς καὶ εὐσεβῶς καὶ ὠφελίμως ἀκαλύπτῳ τῇ εὐθείᾳ δηλοῦσθαι δυνάμενα, οἱ πλαγίοις ἀποκρύψαντες αἰνίγμασιν καὶ μύθοις αὐτὰ προκαλύψαντες κακοῖς ὑπό σου ἔμφρονες καὶ σοφοὶ εἶναι λέγονται, οἵτινες ὥσπερ ὑπὸ κακοῦ προαχθέντες δαίμονος σχεδὸν τοὺς πάντας ἐνήδρευσαν ἀνθρώπους. ἢ γὰρ οὐκ ἔστιν ταῦτα αἰνίγματα, ἀλλ᾽ ἀληθῆ τῶν θεῶν ἁμαρτήματα, καὶ ἐλέγχειν αὐτοὺς οὐκ ἔδει, οὐδὲ τὴν ἀρχὴν αὐτὰ τοῖς ἀνθρώποις εἰς μίμησιν προτιθέναι· ἢ αἰνιγματωδῶς ἐλέγχθη τὰ ὑπὸ τῶν θεῶν ψευδῶς πεπραγμένα, καὶ ἥμαρτον, ὦ Ἀππίον, ὅτι οἱ ὑπό σου ὀνομαζόμενοι σοφοὶ τὰ σεμνὰ ἀσέμνοις μύθοις καλύψαντες ἁμαρτεῖν τοὺς ἀνθρώπους προετρέψαντο, καὶ ταῦτα ὑβρίσαντες οὓς καὶ θεοὺς εἶναι ἐνόμισαν.

Δἰ ὅπερ μὴ σοφοὺς δαίμονας τοὺς τοιούτους νόμιζε, οἵτινες κακὰς ὑποθέσεις ἔργων καλῶν προεβάλλοντο, ἵνα οἱ θέλοντες μιμηταὶ γενέσθαι τῶν κρειττόνων τὰς τῶν λεγομένων θεῶν ζηλῶσιν πράξεις, ἃς διαλεγόμενος τῇ πρὸ ταύτης ἡμέρᾳ οὐκ ἀπεκρυψάμην, λέγω δὲ πατροφονίας, τεκνοκτονίας, μίξεις ἀσεβεῖς μητέρων, θυγατέρων, ἀδελφῶν, μοιχείας ἀπρεπεῖς καὶ ἀῤῥενομίξεις καὶ μιαρὰς ἀῤῥητουργίας, πρὸς ἄλλαις μυρίαις τοιαύταις ἀθεμίτοις μίξουσιν. ὧν ἀσεβέστεροι οἱ ταῦτα ἀληθῆ δοκεῖν εἶναι θέλοντες, ἵνα τὰ ὅμοια ποιοῦντες μὴ αἰδῶνται. οἵπερ εἴγε εὐσεβεῖν ἐβούλοντο, ἐχρῆν αὐτοὺς, ὅπερ ἀρτίως εἶπον, εἰ καὶ ὄντως οἱ θεοὶ τὰ περὶ αὐτῶν ᾀδόμενα διεπράξαντο κακά, τιμῇ τῇ πρὸς θεοὺς εὐπρεπεστέροις τισὶ μύθοις τὰ μὴ σεμνὰ ἐπισκέπειν, καὶ μὴ τοὐναντίον, ὥς φατε, καλῶν αὐτοῖς πράξεων γεγενημένων κακὰ καὶ ἄσεμνα περιβάλλειν ὀχήματα, ἅ τινα ἀλληγορούμενα καὶ διὰ καμάτων μόγις νοηθῆναι δύναται καὶ ὅταν νοηθῇ τισίν, ἐκείνοις μὲν ἀντὶ τοῦ πολλοῦ μόχθου παρέσχον τὸ μὴ πλανηθῆναι, ἐξὸν δὲ μὴ μοχθῆσαι, τοὺς δὲ πλανηθέντας ἄρδην ἀπώλεσαν. πλὴν τοὺς εἰς τὸ σεμνότερον ἀλληγοροῦντας αὐτοὺς ἀποδέχομαι, ὥσπερ τοὺς ἐκ τῆς Διὸς κεφαλῆς αἰνιξαμένους ἀναπηδῆσαι τὴν φρόνησιν. ἴσως δὲ ἐκεῖνό μοι πιθανώτερον, ὅτι ὑπὸ μοχθηρῶν θεῶν ἀπενεγκαμένων, ἐκεῖναι ἐτολμήθησαν αἱ ὕβρεις.

Ἁπάντων δὲ τῶν θεῶν τὴν ποιητικὴν ἀλληγορίαν οὐκ ἀκόλουθον εὑρίσκομεν. αὐτίκα γοῦν ἐπὶ τῆς διακοσμήσεως τῶν ὅλων ποτὲ μὲν φύσιν λέγουσιν ποιηταί, ποτὲ δὲ νοῦν ἀρχηγὸν γενέσθαι τῆς

ὅλης δημιουργίας. ἐκ φύσεως μὲν γὰρ τῶν στοιχείων τὴν πρώτην κίνησιν καὶ σύμμιξιν γεγονέναι, ὑπὸ δὲ τῆς τοῦ νοῦ προνοίας διακεκοσμῆσθαι. καὶ ἀποφηνάμενοι μὲν οἱ μὲν φύσει δεδημιουργῆσθαι τὸ πᾶν, μὴ δυνάμενοι δὲ ἀνεπιλήπτως τοῦτο ἀποδεικνύναι διὰ τὸ τῆς δημιουργίας ἔντεχνον, παρεμπλέκουσιν καὶ τοῦ νοῦ τὴν πρόνοιαν, ὡς συναρπάσαι καὶ τοὺς πάνυ σοφοὺς δυνάμενοι. ἡμεῖς δέ φαμεν πρὸς αὐτούς· εἰ μὲν ἐξ αὐτομάτου φύσεως ὁ κόσμος γένονεν, πῶς ἔτι ἀναλογίαν καὶ τάξιν εἴληφεν, ἅπερ ὑπὸ μόνης ὑπερβαλλούσης φρονήσεως γενέσθαι δυνατόν ἐστιν, καὶ καταληφθῆναι ὑπὸ ἐπιστήμης τῆς μόνης ταῦτα ἀκριβοῦν δυναμένης; εἰ δὲ φρονήσει τὰ πάντα τὴν σύγκρασιν καὶ διακόσμησιν εἴληφεν, ὅπερ ἀνάγκη μὴ ἄλλως ἔχειν, πῶς ἔτι ἐκ τοῦ αὐτομάτου συμβῆναι ταῦτα γενέσθαι δυνατὸν ἦν;

Οἱ τοίνυν τὰ θεῖα ἐπὶ τὸ αἰσχρὸν ἀλληγορῆσαι θελήσαντες, οἷον τὴν Μῆτιν καταποθῆναι ὑπὸ Διός, εἰς ἀπορίαν ἐμπεπτώκασιν, οὐ συνιούντες, ὅτι οἱ πλαγίως φυσιολογήσαντες περὶ θεῶν καὶ τὸ εἶναι θεοὺς αὐτοὺς ἀνῃρήκασιν, τὰ εἴδη αὐτῶν διὰ τῆς ἀλληγορίας εἰς τὰς τοῦ κόσμου οὐσίας διαλύσαντες. πιθανώτερον οὖν λέγειν, ὅτι οἱ ὑπ᾽ αὐτῶν ᾀδόμενοι θεοὶ κακοί τινες γεγόνασιν μάγοι, οἵτινες ἄνθρωποι ὄντες μοχθηροὶ, μαγείᾳ μεταμορφούμενοι γάμους διέλυον, βίους διέφθειρον, τοῖς δὲ πάλαι οὐκ εἰδόσιν τί ποτέ ἐστιν μαγεία, δἰ ὧν ἔπραττον ἐδόκουν εἶναι θεοί· ὧν κατὰ πόλεις καὶ οἱ μόροι καὶ οἱ τάφοι φαίνονται.