Homiliae [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.
Τρίτῃ δὲ ἡμέρᾳ εἰς τὸ προωρισμένον τῆς Τύρου χωρίον· σὺν τοῖς οἰκειοτάτοις ἐλθὼν ἐγώ γε εὑρίσκω τὸν Ἀππίωνα, Ἀνουβίωνός τε καὶ Ἀθηνοδώρου καθεζόμενον μέσον, καὶ μετὰ πολλῶν ἄλλων τῶν ἐκ παιδείας ἀνδρῶν ἡμᾶς ἀναμενόντων. καὶ ὅμως οὐδὲν καταπλαγείς, προσαγορεύσας ἀντικαθέζομαι τῷ Ἀππίωνι, ὅς μετ᾽ οὐ πολὺ λέγειν ἤρξατο· βούλομαι πρῶτος ἀρξάμενος ἐντεῦθεν ἤδη ταχέως ἐλθεῖν ἐπὶ τὸ ζητούμενον. πρὸ τοῦ σε, τέκνον Κλήμης, ἡμῖν παρεῖναι, Ἀνουβίων οὗτος καὶ Ἀθηνόδωρος, οἱ χθὲς ἅμα τοῖς ἄλλοις ἐπακούσαντές σου διαλεγομένου, ἀφηγήσαιτό μοι, πῶς ἐν τῇ Ῥώμῃ, συνεργέμενός σοι ὡς ἐρῶντι, πολλὰ τῶν θεῶν κατεψευσάμην, εἰπὼν αὐτοὺς παιδεράστας, ἀσελγεῖς, μιγνυμένους μητράσιν, ἀδελφαῖς, θυγατράσιν, καὶ μυρίαις μοιχείαις ἀνεχομένους. ἀλλ᾽ ἐχρῆν σε, ὦ τέκνον, εἰδέναι, ὅτι μὴ τοιαῦτα περὶ θεῶν φρονῶν ἔγραφον, ἀλλὰ στοργῇ τῇ πρός σε τὰ ἀληθῆ λέγειν ἀπεκρυπτόμην, ἅπερ εἰ νῦν ἐθέλεις, παρ᾽ ἐμοῦ ἄκουσον.
Τῶν πάλαι ἀνδρῶν οἱ σοφώτατοι, πᾶσαν ἀλήθειαν αὐτοὶ καμάτων μεμαθηκότες, τὲς ἀναξίους καὶ μὴ ὀρεγομένους θείων μαθημάτων ἀπεκρύψαντο τὴν ἐπιστήμην λαβεῖν. οὔτε γὰρ ἀπ᾽ Οὐρανοῦ καὶ τῆς μητρὸς αὐτοῦ Γῆς γεγόνασιν παῖδες δώδεκα, ὡς ὁ μῦθος καταριθμεῖ· ἄῤῥενες μὲν Ὠκεανὸς, Κοῖος, Κρῖος, Υπερίων, Ἰαπετός, Κρόνος· θήλειαι δὲ Θεὰ, Θέμις, Μνημοσύνη, Δημήτηρ, Τηθὺς, Ῥέα. οὔτε τῇ ἐξ ἀδάμαντος ἅρπῃ τὰ αἰδοῖα Κρόνος Οὐρανοῦ τοῦ πατρὸς ἐκτεμών, ὥς φατε, εἰς βυθὸν ἀπέῤῥιψεν· ἀλλ᾽ οὐδ’ ἐκ τῆς ἀποτομῆς τοῦ Οὐρανοῦ σταγόνων ῥυέντος αἵματος ἡ Ἀφροδίτη ἐγένετο. οὐδ’ αὖ Κρόνος τῇ Ῥέᾳ μιγεὶς καὶ γεννήσας Πλούτωνα πρῶτον κατέπιεν, διά τινα Προμηθέως θεσμὸν δεδιώς, μήποτε γεννηθὲν ἐξ αὐτοῦ βρέφος, γενναιότερον αὐτοῦ γενόμενον, ἀφέληται αὐτὸν τῆς βασιλείας. οὐ τὸν Ποσειδῶνα δεύτερον γεννήσας ὁμοίως κατέπιεν. οὐ μετὰ τούτους τὸν Δία γεννηθέντα ἡ μήτηρ κατακρύψασα ἡ Ῥέα ἀπαιτήσαντι τῷ Κρόνῳ καταπιεῖν ἀντέδωκεν. οὐ καταποθεὶς τοὺς προκαταποθέντας θλίψας ἐξέωσεν, ὡς προελθεῖν πρῶτον μὲν τὸν πρῶτον καταποθέντα Πλούτωνα, ἐπ᾽ αὐτῷ Ποσειδῶνα, καὶ τρίτον τὸν Δία. οὐδέ γε, ὥς φασιν, μητρὸς προνοίᾳ διασωθεὶς ὁ Ζεὺς, καὶ εἰς οὐρανὸν ἀναβὰς, τὸν πατέρα τῆς βασιλείας καθεῖλεν. οὐ πατέρος ἀδελφοὺς ἐκόλασεν. οὐκ εἰς πόθον γυναικῶν θνητῶν κατῆλθεν. οὐκ ἀδελφαῖς ἢ θυγατράσιν, οὐκ ἀδελφῶν γυναιξὶν, οὐ παισὶν αἰχρῶς συνεγένετο. οὐδὲ Μῆτιν γεννήσας κατέπιεν, ἵνα ἀπ᾽ ἐγκεφάλου μὲν τὴν Ἀθηνᾶν ἀναφύσῃ ἐκ τῆς Μήτιδος, ἐκ δὲ τοῦ μηροῦ τὸν Διόνυσον τέκῃ, ὃν ὑπὸ Τιτάνων ἐσπαράχθαι λέγουσιν. οὐ δεῖπνον ἐπὶ τῷ Θέτιδος καὶ Πηλέως γάμῳ συντελεῖ. οὐ τὴν Ἔριν τῶν γάμων ἀπεώσατο. οὐκ αὐτὴ ἡ Ἔρις, ἀτιμασθεῖσα, μάχην καὶ στάσιν τοῖς ἑστιωμένοις ἐπενόησεν. οὐ μῆλον χρύσεον ἐκ τῶν Ἑσπερίδων κήπων λαβοῦσα ἐπέγραψεν, δῶρον τῆ καλῇ. ἔπειτα μυθολογοῦσιν ὡς Ἥρα τε καὶ Ἀθηνᾶ καὶ Ἀφροδίτη εὑρίσκουσι τὸ μῆλον, καὶ φιλονεικοῦσαι ἔρχονται πρὸς τὸν Δία· αἷς αὐτὸς μὲν ἐκ ἔκρινεν, δι᾽ Ἑρμοῦ δὲ πρὸς τὸν ποιμένα Πάριν κριθησομένας περὶ κάλλους ἐξέπεμψεν. ἀλλ᾽ οὔτε ἐκρίθησαν θεαί, οὔτε ὁ Πάρις τῇ Ἀφροδίτῃ τὸ μῆλον ἀπέδωκεν. οὐκ Ἀφροδίτη τιμηθεῖσα τῷ τῆς Ἑλένης αὐτὸν ἀντετίμησεν γάμῳ. οὐ γὰρ ἂν ἡ τῆς θεᾶς τιμὴ πρόφασις ἐγίνετο παμφύλου πολέμου, καὶ ταῦτα ἐπ᾽ ὀλέθρῳ τοῦ τὴν τιμὴν ἀπειληφότος καὶ ἀγχιστεύοντος τῷ τῆς Ἀφροδίτης γένει.
ἀλλ᾽ ὡς ἔφην, ὦ τέκνον, ἔχει τινὰ λόγον τὰ τοιαῦτα οἰκεῖον καὶ φιλόσοφον, ἀλληγορίᾳ φρασθῆναι δυνάμενον· ὥστε σε ἀκούσαντα θαυμάσαι: κἀγὼ ἔφην· δέομαι μή με ἀναβαλλόμενος βασανίσῃς. καὶ ὅς ἔφη· μηδὲν φοβηθῇς, οὐ γὰρ ὑπερθήσομαι, ἀλλ᾽ ἄρξομαι ἤδη λέγειν.Ἦν ποτε ὅτε οὐδὲν πλὴν χάος καὶ στοιχείων ἀτάκτων ἔτι συμπεφορημένων μῖξις ἀδιάκριτος, τοῦτο καὶ τῆς φύσεως ὁμολογούσης, καὶ τῶν μεγάλων ἀνδρῶν οὕτως ἔχειν νενοηκότων. καὶ μάρτυρα τῶν μεγάλων ἐν σοφίᾳ τὸν μέγιστον Ὅμηρον αὐτόν σοι παρέξομαι, εἰπόντα περὶ τῆς ἀνέκαθεν συγχύσεως Ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε. ὡς ἐκεῖθεν ἁπάντων τὴν γένεσιν ἐσχηκότων, καὶ μετ᾽ ἀνάλυσιν τῆς ὑγρᾶς καὶ γηίνης οὐσίας εἰς τὴν πρώτην πάλιν ἀποκαθισταμένων φύσιν, ὅ ἐστιν χάος. Ἡσίοδος δὲ ἐν τῇ Θεογονίᾳ λέγει Ἥτοι μὲν πρώτιστα χάος ἐγένετο. τὸ δὲ ἐγένετο δῆλον ὅτι γεγενῆσθαι ὡς γενητὰ σημαίνει, οὐ τὸ ἀεὶ εἶναι ὡς ἀγένητα. καὶ Ὀρφεὺς δὲ τὸ χάος ὠῷ παρεικάζει, ἐν ᾧ τῶν πρώτων στοιχείων ἦν ἡ σύγχυσις. τοῦτο Ἡσίοδος χάος ὑποτίθεται, ὅπερ Ὀρφεὺς ὠὸν λέγει γενητόν, ἐξ ἀπείρου τῆς ὕλης προβεβλημένον, γεγονὸς δὲ οὕτως.
Τῆς τετραγενοῦς ὕλης ἐμψύχου οὔσης, καὶ ὅλου ἀπείρου τινὸς βυθοῦ ἀεὶ ῥέοντος καὶ ἀκρίτως φερομένου, καὶ μυρίας ἀτελεῖς κράσεις εἰς ἄλλοτε ἄλλως ἐπαναχέοντος, καὶ διὰ τοῦτο αὐτὰς ἀναλύοντος τῇ ἀταξίᾳ, καὶ κεχηνότος ὡς εἰς γέννησιν ζώου δεθῆναι μὴ δυναμένου, συνέβη ποτὲ αὐτοῦ τοῦ ἀπείρου πελάγους, ὑπὸ ἰδίας φύσεως περιωθουμένου κινήσει φυσικῇ, εὐτάκτως ῥυῆναι ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτό, ὥσπερ ἴλιγγα, καὶ μῖξαι τὰς οὐσίας, καὶ οὕτως ἐξ ἀκουστοῦ πάντων τὸ νοστιμώτατον, ὅπερ πρὸς γέννησιν ζώου ἐπιτηδειότατον ἦν, ὥσπερ ἐν χώνῃ κατὰ μέσου ῥυῆναι τοῦ παντός, καὶ ὑπὸ τῆς πάντα φερούσης ἴλιγγος χωρῆσαι βά θος, καὶ τὸ περικείμενον πνεῦμα ἐπισπάσασθαι, καὶ ὡς εἰς γονιμώτατον συλληφθὲν ποιεῖν κριτικὴν σύστασιν. ὥσπερ γὰρ ἐν ὑγρῷ φιλεῖ γίνεσθαι πομφόλυξ, οὕτως σφαιροειδὲς πανταχόθεν συνελήφθη κύτος. ἔπειτα αὐτὸ ἐν ἑαυτῷ κυηθέν, ὑπὸ τοῦ παρειληφότος θειώδους πνεύματος ἀναφερόμενον, προέκυψεν εἰς φῶς μέγιστόν τι τοῦτο ἀποκύημα, ὡς ἄν ἐκ παντὸς τοῦ ἀπείρου βυθοῦ ἀποκεκυημένον ἔμψυχον δημιούργημα, καὶ τῇ περιφερείᾳ τῶν ὠῶν προσεοικὸς, καὶ τῷ τάχει τῆς πτήσεως.
Κρόνον οὖν τὸν χρόνον μοι νόει, τὴν δὲ Ῥέαν τὸ ῥέον τῆς ὑγρᾶς οὐσίας· ὅτι χρόνῳ φερομένη ἡ ὕλη ἅπασα ὥσπερ ὠὸν τὸν πάντα περιέχοντα σφαιροειδῆ ἀπεκύησεν οὐρανόν· ὅπερ κατ᾽ ἀρχὰς τοῦ γονίμου μυελοῦ πλῆρες ἥνωσαν στοιχεῖα, καὶ χρώματα παντοδαπὰ ἐκτεκεῖν δυνάμενον, καὶ ὅμως παντοδαπὴν ἐκ μιᾶς οὐσίας τε καὶ χρώματος ἑνὸς ἔφερε τὴν φαντασίαν. ὥσπερ γὰρ ἐν τῷ τοῦ ταὼ γεννήματι ἕν μὲν τοῦ ὠοῦ χρῶμα δοκεῖ, δυνάμει δὲ μυρία ἔχει ἐν ἑαυτῷ τοῦ μέλλοντος τελεσφορεῖσθαι χρώματα, οὕτως καὶ τὸ ἐξ ἀπείρου ὕλης ἀποκυηθὲν ἔμψυχον ὠὸν, ἐκ τῆς ὑποκειμένης καὶ ἀεὶ ῥεούσης ὕλης κινούμενον, παντοδαπὰς ἐκφαίνει τροπάς. ἔνδοθεν γὰρ τῆς περιφερείας ζῶόν τι ἀῤῥενόθηλυ εἰδοποιεῖται προνοίᾳ τοῦ ἐνόντος ἐν αὐτῷ θείου πνεύματος, ὅν Φάνητα Ὀρφεὺς καλεῖ, ὅτι αὐτοῦ φανέντος τὸ πᾶν ἐξ αὐτοῦ ἔλαμψεν, τῷ φέγγει τοῦ διαπρεπεστάτου τῶν στοιχείων πυρὸς ἐν τῷ ὑγρῷ τελεσφορουμένου. καὶ οὐκ ἄπιστον, ὅτι καὶ ἐπὶ λαμπυρίδων, δείγματος ἕνεκα, ἡ φύσις ἡμῖν ὁρᾷν ὁγρὸν φῶς ἐδωρήσατο.
Τὸ μὲν οὖν πρωτοσύστατον ὠὸν ὑποθερμανθὲν ὑπὸ τοῦ ἔσωθεν ζώου ῥήγνυται, ἔπειτα δὲ μορφωθὲν προέρχεται ὁποῖόν τι καὶ Ὀρφεὺς λέγει, — κραμαίου σχισθέντος πολυχανδέος ὠοῦ. καὶ οὕτω μεγάλῃ δυνάμει αὐτοῦ τοῦ προεληλυθότος φανέντος, τὸ μὲν κύτος τὴν ἁρμονίαν λαμβάνει καὶ τὴν διακόσμησιν ἴσχει, αὐτὸς δὲ ὥσπερ ἐπ᾽ ἀκρωρείας οὐρανοῦ προκαθέζεται, καὶ ἐν ἀποῤῥήτοις τὸν ἄπειρον περιλάμπων αἰῶνα. ἡ δὲ τοῦ κύτους ἔνδοθεν γόνιμος ὑπολειφθεῖσα ὕλη, ὡς ἐν πολλῷ τῷ χρόνῳ ὑποκειμένης ἕως φυσικῆς ἱποζέουσα ἡ θερμότης, τὰς πάντων διέκρινεν οὐσίας. τὸ μὲν γὰρ κατώτερον αὐτῆς πρῶτον ὥσπερ ὑποστάθμη ὑπὸ τοῦ βάρους εἰς τὰ κάτω ὑπεχώρησεν, ὅ διὰ τὴν ὁλκότητα καὶ διὰ τὸ ἐμβριθὲς καὶ πολὺ τῆς ὑποκειμένης οὐσίας πλῆθος Πλούτωνα προσηγόρευσαν, ᾅδου τε καὶ νεκρῶν βασιλέα εἶναι ἀποφηνάμενοι.
Ταύτην μὲν οὖν τὴν πρώτην καὶ πολλὴν, ῥυπαρὰν καὶ τραχεῖαν οὐσίαν ὑπὸ Κρόνου τοῦ χρόνου καταποθῆναι λέγουσιν φυσικῶς, διὰ τὴν κάτω ὑπονόστησιν αὐτῆς. μετὰ δὲ τὴν πρώτην ὑποστάθμην τὸ συῤῥυὲν ὕδωρ καὶ πρώτῃ ἐπιπολάσαν ὑποστάσει Ποσειδῶνα προσηγόρευσαν. τὸ δὲ λοιπὸν τρίτον τὸ καθαρώτατον καὶ κορυφαιότατον ἅτε διαυγὲς ὄν πῦρ Ζῆνα ὠνόμασαν, διὰ τὴν ἐν αὐτῷ ζέουσαν φύσιν·
ἀνωφερὲς γὰρ ὄν τὸ πῦρ πρὸς μὲν τὰ κάτω ὑπὸ χρόνου τοῦ Κρόνου οὐ κατεπόθη, ἀλλ᾽ ὡς ἔφην, ἡ πυρώδης οὐσία ζωτική τε καὶ ἀνωφερὴς οὖσα εἰς αὐτὸν ἀνέπτη τὸν ἀέρα, ὅς καὶ φρονιμώτατός ἐστι διὰ τὴν καθαρότητα. τῇ οὖν ἰδίᾳ θερμότητι ὁ Ζεὺς, τουτέστιν ἡ ζέουσα οὐσία, τὸ καταλειφθὲν ἐν τῷ ὑποκειμένῳ ὑγρῷ, τὸ ἰσχνότατον καὶ θεῖον ἀνιμᾶται πνεῦμα, ὅπερ Μῆτιν ἐκάλεσαν.Κατὰ κορυφῆς δὲ αὐτοῦ ἐλθὸν τοῦ αἰθέρος καὶ συμποθὲν ὑπ᾽ αὐτοῦ, ὥσπερ ὑγρὸν θερμῷ μιγέν, τὸν ἀεικίνητον παλμὸν ἐμποιῆσαν, γεννᾷ τὴν σύνεσιν, ἥν καὶ Παλλάδα ἐπονομάζουσιν διὰ τὸ πάλλεσθαι, τεχνικωτάτην οὖσαν φρόνησιν, ᾗ χρώμενος τὸν πάντα ἐτεχνήσατο κόσμον ὁ αἰθέριος τεχνίτης. ἀπ᾽ αὐτοῦ δὲ τοῦ διήκοντος Διὸς, τοῦ θερμοτάτου αἰθέρος, ὁ ἀὴρ μέχρι τῶν ἐνταῦθα διικνεῖται τόπων, ἥν ἐπονομάζουσιν ̓Ἥραν. καὶ διὸ δὴ τῆς τοῦ αἰθέρος καθαρωτάτης οὐσίας ὑποβεβηκυῖα, ὡς θήλεια τὴν καθαρότητα, πρὸς σύγκρισιν τοῦ κρείττονος ἀδελφὴ Διὸς κατὰ τὸ εἰκὸς ἐνομίσθη, ὡς ἐκ τῆς αὐτῆς οὐσίας γεγενημένη γαμετὴ δὲ διὰ τὸ ὡς γυναῖκα ὑποκεῖσθαι.
Παραλαμβάνεται δὲ ἡ μὲν Ἥρα πρὸς ἀέρος εὐκρασίαν, δἰ ὅ καὶ γονιμωτάτη ἐστίν· ἡ δὲ Ἀθηνᾶ, ἥν καὶ Παλλάδα λέγουσιν, διὰ τὸ ἄκρως θερμὸν γένεσίν τινος ποιῆσαι μὴ δυναμένη, παρθένος ἐνομίσθη. ὁμοίως δὲ καὶ Ἄρτεμις ἑρμηνευομένη, ἥν εἰς τὸν κατώτατον μυχὸν τοῦ ἀέρος παραλαμβάνουσιν, καὶ δι᾽ ἀκρότητα κρύους ἄγονον οὖσαν ὁμοίως παρθένον ἐκάλεσαν. Διόνυσον δὲ ὡς φρενῶν θολοτικὸν ὀνομάζουσιν τὴν ἀπὸ τῶν ἄνω τε καὶ κάτω ἀτμῶν τὴν θολερὰν καὶ μεθύουσαν σύστασιν. τὸ δὲ κατωτέρω τῆς γῆς ὕδωρ, ἕν ὂν τῇ φύσει, καὶ διὰ πάντων τῶν χερσαίων πόρων διεῖρον, καὶ εἰς πολλὰ διαιρούμενον, ὥσπερ συγκοπτόμενον, Ὄσιριν ἐκάλεσαν. λαμβάνουσι δὲ καὶ Ἄδωνιν εἰς ὡραίους καιρούς, Ἀφροδίτην εἰς μῖξιν καὶ γένεσιν, Δήμητρα εἰς γῆν, Κόρην εἰς σπέρματα, καὶ Διόνυσόν τινες εἰς ἄμπελον.
Καὶ πάντα τὰ τοιαῦτα ὁμοίως τοιαύτην τινὰ ἀλληγορίαν ἔχοντα νόει μοι· Ἀπόλλωνα δὲ ἥλιον τὸν περιπολοῦντα εἶναι νόμιζε, γονὴν ὄντα τοῦ Διὸς, ὅν καὶ Μίθραν ἐκάλεσαν, ἐνιαυτοῦ συμπληροῦντα περίοδον. αὐταὶ δὲ αἱ μεταμορφώσεις τοῦ πανταχῇ διήκοντος Διὸς αἱ πολλαὶ νοείσθωσάν σοι τροπαί, τὰς δὲ μυρίας αὐτοῦ γυναῖκας ἐνιαυτοὺς ἢ γενεὰς ἐπινόει. ἀπ᾽ αὐτοῦ γὰρ τοῦ αἰθέρος ἡ διηνουμένη
τὸν ἀέρα δύναμις, ἑκάστῳ ἐνιαυτῷ καὶ γενεᾷ συνουσιάζουσα, διαφόρως αὐτὸν τρέπει, καὶ οὕτως γεννᾷ ἢ φθείρει τὰ ὡραῖα. καὶ παῖδες μὲν λέγονται οἱ ὡραῖοι καρποί, αἱ δὲ πρὸς τοὺς ἄφρονας δείξεις αἱ κατ᾽ ἐνίους καιροὺς ἀκαρπίαι.