Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Νέων δὲ μὴ μόνον κατεπειγέτωσαν τοὺς γάμους, ἀλλὰ καὶ τῶν προβεβηκότων, μή πως ζέουσα ἡ ὄρεξις προφάσει πορνείας ἢ μοιχείας λοιμὸν προσενέγκοι τῇ ἐκκλησίᾳ. ὑπὲρ πᾶσαν γὰρ ἁμαρτίαν ἡ τῆς μοιχείας ἀσέβεια Θεῷ ἐστύγηται, ὅτι οὐ μόνον αὐτὸν τὸν ἁμαρτήσαντα ἀναιρεῖ, ἀλλὰ καὶ τοὺς συνεστιωμένους καὶ συναμιλλωμένους λύσσῃ γὰρ ἔοικεν, ὅτι τῆς ἰδίας μανίας μεταδιδόναι φύσιν ἔχει. σωφροσύνης οὖν χάριν σπευδέτωσαν τοὺς γάμους ἐπιτελεῖν μὴ μόνον οἱ πρεσβύτεροι, ἀλλὰ καὶ οἱ πάντες. ἡ γὰρ τοῦ μοιχησαμένου ἁμαρτία ἐπὶ τοὺς πάντας ἐλθεῖν βιάζεται. τοῦ οὖν σπεύδειν σωφρονεῖν τοὺς ἀδελφούς, τοῦτο πρώτη ἐλεημοσύνη· ψυχῆς γάρ ἐστιν θεραπεία ἡ γὰρ τροφὴ τοῦ σώματος ἀνάπαυσίς ἐστιν.

Ὁμῶς ἐὰν ἀγαπήσητε τοὺς ἀδελφοὺς ὑμῶν, οὐδὲν αὐτῶν ἀφαιρήσεσθε, ὧν δὲ ἔχετε μεταδώσητε· πεινῶντας γὰρ θρέψητε, διψῶσιν ποτὸν παρέχετε, γυμνοὺς ἐνδύσητε, νοσοῦντας ἐπισκέψησθε, τοῖς ἐν εἱρκταῖς ὡς δυνατὸν βοηθήσητε, ξένους εἰς τὰ ἑαυτῶν σκηνώματα προθύμως ἀποδέξασθε, μηδένα μισήσητε. ὡς δὲ δεῖ εὐσεβεῖν, εὐγνωμονοῦντας ὑμᾶς ὁ ὑμέτερος διδάξει νοῦς. πρὸ δὲ πάντων, εἰ καὶ δεῖ ὑμῖν λέγειν , συνεχέστερον συνέρχεσθε, εἴθε καθ᾽ ὥραν, ἐπεί γε ἐν ταῖς νενομισμέναις τῆς συνόδου ἡμέραις. ἐὰν γὰρ τοῦτο ποιῆτε, ἐντὸς τειχῶν ἀσυλίας ἐστέ· ἀρχὴ γὰρ ἀπωλείας ἀποταξία. μήτε οὖν προφάσει μικροψυχίας τῆς πρὸς ἀδελφὸν ἀπολειπέσθω τις τοῦ συνεδρεύειν. ἐὰν γάρ τις ὑμῶν ἀπολειφθῇ τοῦ συνάγεσθαι, τῶν σκορπιζόντων τὴν Χριστοῦ ἐκκλησίαν λογισθήσεται, μετὰ μοιχῶν ἀποβληθήσεται. ὡς γὰρ μοιχὸς ὑπὸ τοῦ ἐν αὐτῷ πνεύματος προφάσει τινὸς ἑαυτὸν ἀφώρισεν, καὶ τῷ πονηρῷ κατ᾽ αὐτοῦ χώραν ἔδωκεν πρόβατον ἁρπάσει, ὡς μανδρῶν ἔξω εὑρεθέντα.

Πλὴν τοῦ ἐπισκόπου ὑμῶν ἀκούετε, καὶ τιμὴν πᾶσαν αὐτῷ ἀπονέμοντες μὴ κάμητε, εἰδότες ὅτι προφάσει τῇ πρὸς αὐτὸν εἰς Χριστὸν φέρετε, ἀπὸ δὲ Χριστοῦ εἰς Θεὸν ἀναφέρετε· καὶ τῷ προσενέγκαντι πολυπλασίως ἀνταποδίδοτε. θρόνον οὖν Χριστοῦ τιμήσατε· ὅτι καὶ Μωυσέως καθέδραν τιμᾶν ἐκελεύσθητε, κἄν οἱ προκαθεζόμενοι ἁμαρτωλοὶ νομίζωνται. καὶ ταῦτα μὲν ὑμῖν αὐτάρκως εἴρηται· αὐτῷ δὲ, πῶς ἀμέμπτως βιοῦν, περιττὸν ἡγοῦμαι λέγειν, ὁπότε τοῦ κἀμὲ διδάξαντος δόκιμος ὑπάρχῃ μαθητής.

Πλὴν ἀδελφοί, ἔνια οὐ χρὴ ἀναμένειν ἀκούειν, ἀλλὰ

καὶ ἀφ᾽ ἑαυτῶν τὸ εὔλογον νοεῖν. Ζακχαῖος μόνος ὑμῖν ὅλος ἑαυτὸν ἀσχολεῖν ἀποδεδωκὼς, κοιλίαν ἔχων καὶ ἑαυτῷ μὴ εὐσχολῶν, πῶς δύναται τὴν ἀναγκαίαν πορίζειν τροφήν; οὐχὶ δὲ εὔλογόν ἐστιν πάντας ὑμᾶς τοῦ ζῆν αὐτοῦ πρόνοιαν ποιεῖν, οὐκ ἀναμένοντας αὐτὸν ὑμᾶς αἰτεῖν, τοῦτο γὰρ προσαιτοῦντός ἐστιν· μᾶλλον δὲ τεθνήξεται λιμῷ, ἢ τοῦτο ποιεῖν ὑποσταίη. πῶς δὴ καὶ ὑμεῖς οὐ δίκην ὑφέξετε, μὴ λογισάμενοι ὅτι ἄξιός ἐστιν ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ; καὶ μὴ λεγέτω τις οὐκοῦν ὁ δωρεὰν παρασχεθεὶς λόγος πολεῖται; μὴ γένοιτο. εἴ τις γὰρ ἔχων, πόθεν ζῆν, λάβοι, οὗτος πωλεῖ τὸν λόγον, εἰ δὲ μὴ ἔχων τοῦ ζῆν χάριν λαμβάνει τροφήν, ὡς καὶ ὁ κύριος ἔλαβεν ἔν τε δείπνοις καὶ φίλοις, ἐδὲν ἔχων, ὁ εἷς αὖθις πάντα ἔχων, οὐχ ἁμαρτάνει. ἀκολούθως οὖν τιμᾶτε πρεσβυτέρους, κατηχητάς, διακόνους χρησίμους, χήρας εὖ βεβιωκυίας, ὀρφανοὺς ὡς ἐκκλησίας τέκνα· ἀλλὰ καὶ ὁπότε χρεία τινὸς πόρου πρὸς ἀναγκαῖον γένοιτο, ἅμα οἱ πάντες συμβάλλεσθου. εἰς ἀλλήλους εὐσεβεῖτε, μὴ ὀκνοῦντες πᾶν ὁτιοῦν ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας ὑπομένειν.

Καὶ ταῦτα εἰπὼν ἐπέθηκεν χεῖρα τῷ Ζακχαίῳ λέγων· Δέσποτα καὶ κύριε τῶν ὅλων, ὁ πατὴρ καὶ Θεός, σὺ διαφύλαξον ποιμένα μετὰ ποίμνης. σὺ ἡ πρόφασις, σὺ ἡ δύναμις. ἡμεῖς τὸ βοηθούμενον, σὺ ὁ βοηθὸς, ὁ ἰατρὸς, ὁ σωτὴρ, τὸ τεῖχος, ἡ ζωὴ, ἡ ἐλπὶς, ἡ καταφυγὴ, ἡ χαρὰ, ἡ προσδοκία, ἡ ἀνάπαυσις· συνελὼν ἐρῶ· σὺ ἡμῖν τὰ πάντα· πρὸς αἰώνιον ὕπαρξιν σωτηρίας συνέργησον, ῥῦσαι, φύλαξον. πάντα δύνασαι. σὺ γὰρ ἄρχων ἀρχόντων, καὶ κύριος κυρίων, δεσπότης βασιλέων. σὺ δὸς ἐξεσίαν τῷ προκαθεζομένῳ, λύειν ἃ δεῖ λύειν, καὶ δεσμεῖν ἃ δεῖ δεσμεῖν. σὺ σόφισον· σὺ ὡς δι᾽ αὐτοῦ τὴν ἐκκλησίαν τοῦ Χριστοῦ σου ὡς καλὴν νύμφην διαφύλαξον. σοῦ γάρ ἐστιν δόξα αἰώνιος, ὕμνος, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, εἰς τοὺς σύμπαντας αἰῶνας. Ἀμήν.

Καὶ ταῦτα εἰπὼν μετὰ ταῦτα ἔφη· ὅσοι ποτὲ βαπτισθῆναι θέλετε, ἀπὸ τῆς αὔριον νηστεύειν ἄρξασθε, καὶ καθ᾽ ἡμέραν χειροθετεῖσθε, καὶ περὶ ὧν θέλετε πυνθάνεσθε. ἔτι γὰρ ἡμερῶν δέκα ὑμῖν ἐπιμεῖναι θέλω. μετὰ δὲ τρεῖς ἡμέρας βαπτίζειν ἀρξάμενος, ἐμὲ φωνήσας καὶ Ἀκύλαν καὶ Νικήτην ἔφη· μέλλων ἐπὶ τὴν Τύρον ὁρμᾶν μεθ᾽ ἡμέρας ἑπτὰ βούλομαι ἐξ αὐτῆς ὑμᾶς ἀπελθόντας, παρὰ τῇ Χανανίτιδι Βερνίκῃ Ἰέστης θυγατρὶ λανθανόντως

ἐπιξενωθέντας, παρ᾽ αὐτῆς τὰ κατὰ τὸν Σίμωνα ἀκριβῶς γράψαι μοι. πολὺ γάρ μοι συμβάλλεται, ἵνα πρὸς αὐτὸ ἁρμόσωμαι. διὸ ἐξ αὐτῆς πορεύεσθε μετ᾽ εἰρήνης. καὶ δὴ βαπτίζοντα αὐτὸν ἐάσαντες, καθὼς ἐκέλευσεν, εἰς Τύρον αὐτὸν προήξαμεν τῆς Φοινίκης.

Καισαρείας δὲ τῆς Στράτωνος ἐξιὼν ἐγὼ Κλήμης, ἅμα Νικήτης καὶ Ἀκύλας, εἰς Τύρον τῆς Φοινίκης εἰσέβαλλον, καὶ κατ᾽ ἐντολὴν Πέτρου τοῦ ἀποστείλαντος ἡμᾶς ἐξενίσθημεν παρὰ Βερνίκῃ θυγατρὶ τῆς Χανανίτιδος Ἰούστης· ἥτις ἀσμενέστατα ἡμᾶς ἀπεδέξατο, καὶ πολλῇ μὲν τῇ πρὸς μὲ τιμῇ ἀγωνιῶσα, στοργῇ δὲ τῇ πρὸς Ἀκύλαν καὶ Νικήτην, διὰ χαρὰν ὡς συνήθης παῤῥησιαζομένη ἐφιλοφρονεῖτο, καὶ πρὸς τὴν τοῦ σώματος θεραπείαν ἡμᾶς δεκτικῶς κατήπειγεν. συνιδὼν οὖν ὅτι βραχεῖαν ἡμῖν ὑπέρθεσιν ποιεῖσθαι ἐπέτρεπεν, ὀρθῶς μέν, ἔφην, ποιεῖς, ἐπισπεύδουσα τὰ τῆς ἀγάπης ἀποπληροῦν μέρη. προτιμητέος δὲ ταύτης ὁ πρὸς τὸν Θεὸν ἡμῶν φόβος. δέδιμεν γὰρ ὑπὲρ πολλῶν ψυχῶν τὸν ἀγῶνα ἔχοντες τῆς ἐκείνων σωτηρίας προτιμᾶν τὴν ἡμετέραν ἀνάπαυσιν.

Πυνθανόμεθα γὰρ ὅτι Σίμων ὁ μάγος, ἐπὶ τῆς ἐν Καισαρείᾳ πρὸς τὸν κύριον ἡμῶν Πέτρον ζητήσεως ἡττηθείς, παραχρῆμα ἀποδρὰς ἐνταῦθα πολλὰ κακὰ διαπράσσεται. πᾶσι γὰρ τοῖς ὑπεναντίοις παρὰ τὴν ἀλήθειαν λοιδορῶν τὸν Πέτρον τὰς τῶν πολλῶν συναρπάζει ψυχάς. μάγος γὰρ αὐτὸς ὤν μάγον ἐκεῖνον ἀποκαλεῖ, καὶ πλάνος αὐτὸς ὤν πλάνον ἐκεῖνον ἀποκηρύσσει, καὶ ἐν ταῖς ζητήσεσιν ἐπὶ πάντων τὸ ἧττον ἀπενεγκάμενος καὶ φυγὼν αὐτὸς φάσκει νενικηκέναι, καὶ τοῦ Πέτρου μὴ δεῖν ἀκούειν πυκνότερον ἐντέλλεται, ὡς δῆθεν κηδόμενος, ἵνα μὴ ὑπὸ δεινοῦ καταγοητευθῶσιν μάγου.

Ταῦτα οὖν μαθὼν ὁ κύριος ἡμῶν Πέτρος προαπέστειλεν ἡμᾶς ἐξεταστὰς τῶν λεχθέντων αὐτῷ ἐσομένους ἵνα εἰ οὕτως ἔχοι, γραψάντων ἡμῶν αὐτὸς μάθῃ, καὶ ἐπελθὼν ἐξελέγξῃ αὐτὸν ἐκεῖνον ἄντικρυς ἐφ᾽ ὧν αὐτὸν διέβαλλεν. ἐπεὶ οὖν ὑπὲρ πολλῶν ψυχῶν ὁ κίνδυνος ἡμῖν πρόκειται, τούτου ἕνεκεν, τῆς τοῦ σώματος ἡμῶν ἀναπαύσεως πρὸς βραχὺ ἀμελήσαντες, παρά σου τῆς ἐνταῦθα διαιτωμένης βουλόμεθα ἀψευδῶς μαθεῖν, εἰ ἅπερ ἠκούσαμεν ἀληθῆ τυγχάνει· καὶ λέγοις ἄν ἤδη ἡμῖν ἕκαστα.

Ἡ Βερνίκη δὲ ἀξιωθεῖσα, ταῦτα μὲν οὕτως, ἔφη, ἔχει ὡς ἠκούσατε, τὰ δὲ ἄλλα τὰ κατ᾽ αὐτὸν τὸν Σίμωνα, ἅπερ ἴσως ἀγνοεῖτε, ἀκούσατε· φαντάσματά τε γὰρ καὶ ἰνδάλματα ἐν μέσῃ τῇ ἀγορᾷ φαίνεσθαι ποιῶν δι᾽ ἡμέρας πᾶσαν ἐκπλήττει τὴν πόλιν, καὶ προϊόντος αὐτοῦ ἀνδριάντες κινοῦνται, καὶ σκιαὶ πολλαὶ προηγοῦνται, ἅσπερ αὐτὸς ψυχὰς τῶν τεθνηκότων εἶναι λέγει. πολλοὺς δὲ γόητα αὐτὸν ἐλέγχειν πειρωμέμους διαλλάξας πρὸς ἑαυτὸν εὐθύστερον προφάσει εὐωχίας, βοῦν θύσας καὶ ἐστιάσας αὐτούς, διαφόροις νόσοις περιέβαλεν καὶ δαίμοσιν ὑπέβαλεν καὶ ἵνα μὴ πολλὰ λέγω, πολλοὺς κακώσας θεὸς εἶναι ὑποληφθεὶς, πρὸς τῷ φοβερὸν εἶναι καὶ προτετίμηται.

Ὅθεν οὐκ οἴομαι δυνήσεσθαί τινα τοσοῦτον ἀναφθὲν πῦρ σβέσαι. οὐδὲ γὰρ ἐνδοιάζει τις περὶ ὧν ἐκεῖνος ἐπαγγέλλεται, ἀλλὰ τοῦτο οὕτως ἔχειν διαβεβαιοῦται ἕκαστος. διὸ τοῦ μὴ κινδυνεύειν ὑμᾶς χάριν παρακαλῶ μηδὲν ἐγχειρῆσαι πρὸς αὐτόν, πρὶν ἄν Πέτρος ἔλθῃ, ὅς μόνος δυνήσεται πρὸς τοσαύτην δυναστείαν , τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δοκιμώτατος ὑπάρχων μαθητής, ἀνταγωνίσασθαι. τοσοῦτον γὰρ πεφόβημαι τὸν ἄνδρα, ὡς εἰ μὴ καὶ ἄλλοτε πρὸς τὸν κύριόν μου Πέτρον διαλεχθεὶς τὸ ἧττον ἀπηνέγκατο, συνεβούλευσα ἄν ὑμῖν καὶ αὐτὸν πείθειν τὸν Πέτρον, μὴ πειρᾶσθαι ἀντεξετάζεσθαι τῷ Σίμωνι.

Κᾀγὼ ἔφην· ὁ κύριος ἡμῶν Πέτρος εἰ ἠγνόει ὅτι αὐτὸς μόνος κατισχύει τῆς ἐκείνου δυναστείας, οὐκ ἄν ἡμᾶς προπέμπων ἐνετέλλετο, λανθανόντως τὰ κατὰ Σίμωνα διαμανθάνοντας αὐτῷ γράφειν. ὅμως ἐπεὶ ἑσπέρα κατειλήφει, ἁλῶν μεταλαβόντες ὑπνώσαμεν. ἕωθεν δέ τις τῇ Βερνίκῃ συνήθης ἐλθὼν ἔφη, τὸν Σίμωνα εἰς τὴν Σιδῶνα ἐκπεπλευκέναι, τῶν δὲ αὐτοῦ μαθητῶν καταλελοιπέναι Ἀππίωνα τὸν πλειστονίκην, ἄνδρα Ἀλεξανδρέα, γραμματικὸν τὴν ἐπιστήμην, ὅν πρὸς πατρός μοι φίλον ὄντα ἐπέγνων, καὶ Ἀννουβιῶνα τὸν Διοςπολίτην τινὰ ἀστρολόγον, καὶ Ἀθηνόδωρον τὸν Ἀθηναῖον τῷ Ἐπικούρου ἀρεσκόμενον λόγῳ. ἡμεῖς δὲ τὰ κατὰ τὸν Σίμωνα μαθόντες, ἕωθεν πάντα γράψαντες καὶ Πέτρῳ διαπέμψαντες, εἰς περίπατον ἀπετραπόμεθα.

Καὶ Ἀππίων ἀπηντήσατο ἡμῖν, οὐ μόνον μετὰ τῶν προειρημένων ἑταίρων τῶν δύο, ἀλλὰ καὶ μεθ᾽ ἑτέρων ἀνδρῶν ὡς τριάκοντα. καὶ ἅμα τῷ ἰδεῖν με προσαγορεύσας καὶ καταφιλήσας

ἔφη· οὗτός ἐστιν Κλήμης, περὶ οὗ ὑμῖν τῆς τε εὐγενείας καὶ τῆς ἐλευθεροτροπείας πολὺν ἐποιούμην λόγον, ὅτι ἀνὴρ πρὸς γένους Τιβερίου Καίσαρος ὢν καὶ πάσης ἑλληνικῆς παιδείας ἐξησκημένος ὑπὸ βαρβάρου τινὸς, τὴν προσηγορίαν Πέτρου, τὰ Ἰουδαίων ποιεῖν καὶ λέγειν ἠπάτηται. ὅθεν ἀξιῶ συναγωνίσασθαί μοι πρὸς τὴν διόρθωσιν αὐτοῦ. καὶ ἐφ᾽ ὑμῶν αὐτοῦ πυνθάνομαι. λεγέτω μοι, ἐπειδὴ πρὸς τὸ εὐσεβεῖν ἑαυτὸν ἀποδεδωκέναι νομίζει, πῶς οὐχὶ τὰ μέγιστα ἀσεβεῖ, καταλιπὼν μὲν τὰ πάτρια, ἀποκλίνας δὲ εἰς ἔθη βάρβαρα.

Ἐγὼ ἀπεκρινάμην· τὴν μὲν πρὸς ἐμέ σου ἀγαθὴν προαίρεσιν ἀποδέχομαι, τὴν δὲ ἀγνωσίαν ἀποσείομαι. ἡ μὲν γὰρ προαίρεσις ἀγαθή, ὅτι, ἐν οἷς δοκεῖς καλοῖς, ἐν τούτοις εἶναί με θέλεις· ἡ δὲ γνῶσις οὐκ ὀρθῶς ἔχουσα φιλίας προφάσει ἐνεδρεύειν ἀγωνίζεται. καὶ ὁ Ἀππίων ἔφη· ἀγνωσία σοι εἶναι δοκεῖ, τὰ πάτρια ἔθη φυλάττοντα τὰ Ἑλλήνων φρονεῖν; κᾀγὼ σεβεῖν προαιρούμενον οὐ πάντως φυλάσσειν ἀπεκρινάμην· τὸν εὐδεῖ τὰ πάτρια, ἀλλὰ φυλάσσειν μὲν ἐὰν ᾖ εὐσεβῆ, ἀποσείεσθαι δὲ ἐὰν ἀσεβῆ τυγχάνῃ. ἐνδέχεται γάρ τινα πατρὸς ἀσεβοῦς ὄντα, εὐσεβεῖν βουλόμενον, μὴ θέλειν τῷ τοῦ πατρὸς ἀκολουθεῖν. καὶ ὁ μὲν Ἀππίων ἀπεκρίνατο· τί οὖν; τὸν σὸν πατέρα ἔφης κακοῦ βίου γεγονέναι; κἀγὼ ἔφην· κακροῦ μὲν οὐκ ἦν βίου, κακῆς δὲ ὑπολήψεως. καὶ ὁ Ἀππίων. τίς ἦν ἡ κακὴ αὐτοῦ ὑπόνοια ἀκοῦσαι θέλω. κἀγὼ ἔφην· ὅτι τοῖς τῶν Ἑλλήνων ψευδέσιν καὶ κακοῖς ἐπίστευε μύθοις. καὶ ὁ Ἀππίων ἐπύθετο· τίνες εἰσὶν οὗτοι τῶν Ἑλλήνων οἱ ψευδεῖς καὶ κακοὶ μῦθοι; κἀγὼ ἔφην· ἡ περὶ θεῶν οὐκ ὀρθὴ δόκησις, ἥν ἐὰν μακροθυμῇς, ἀκούσῃ μετὰ τῶν φιλομαθῶν.

Διὸ πρὸ τῶν διαλόγων εἴς τινα ἡσυχώτερον ὑποχωρήσωμεν ἤδη τόπον· ἐνταῦθα ὑμῖν διαλεχθήσομαι. τοῦ δὲ ἰδιολογεῖσθαί με βούλεσθαι αἰτία γέγονεν αὕτη, ἐπειδὴ οὐχ οἱ πολλοὶ οὐδὲ οἱ φιλοσοφοῦντες αὐτοὶ ἅπαντες γνησίως προσέρχονται τῇ τῶν ὄντων κρίσει. ἴσμεν γὰρ πολλοὺς καὶ τῶν ἐπὶ φιλοσοφίᾳ μεγαλοφρονούντων κενοδοξοῦντας, ἢ χρηματισμοῦ χάριν περιβεβλημένους τὸν τρίβωνα καὶ οὐκ αὐτῆς ἀρετῆς ἕνεκεν, οἵπερ ἐὰν μὴ εὕρωσιν δἰ ὅ φιλοσοφοῦσιν, ἐπὶ τὸ χλευάζειν τρέπονται. διὰ δὴ τοὺς τοιύτους ἐπιτήδειόν τινα πρὸς τὸ ἰδιάζειν τόπον ἐπιλεξώμεθα.

Καί τις ἐν αὐτοῖς πλούσιος ἀνὴρ, καὶ διὰ παντὸς χῶρόν

τινα περὶ ἑαυτὸν κεκτημένος παμμήνων φύλλων, ἔφη· ἐπειδὴ σφόδρα καῦμα ἐπιφλέγει, βραχὺ τῆς πόλεως εἰς ἐμοὺς κήπους ὑποχωρήσωμεν. καὶ δὴ προϊόντες ἐκαθέζοντο, ἔνθα ἦν καθαρὰ ψυχρῶν ναμάτων ῥεύματα καὶ δένδρων παντοίων χλοερὰ σκέπη. ἔνθα ἐγὼ ἀσμένως ἐκαθεζόμην καὶ οἱ λοιποὶ περὶ ἐμέ, καὶ ἡσυχάζοντες, ἀντὶ τῆς μελλούσης ἀξιοῦν με φωνῆς, διὰ τοῦ ἀτενίζειν εἰς ἐμὲ δῆλοι ἦσαν τῆς ὑποθέσεως τὴν ἀπόδειξιν ἀπαιτοῦντες. καὶ δὴ οὕτως λέγειν ἠρξάμην.