Homiliae [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.
Ἐπεὶ οὖν οὐρανοῦ καὶ γῆς ἔτι συνεστώτων παρῆλθον θυσίαι, βασιλεῖαι, αἱ ἐν γεννητοῖς γυναικῶν προφητεῖαι καὶ τοιαῦτα, ὡς οὐκ ὄντα Θεοῦ προςτάγματα, ἔνθεν γοῦν λέγει· πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατὴρ ὁ οὐράνιος, ἐκριζωθήσεται. διὰ τοῦτο αὐτὸς ἀληθὴς ὤν προφήτης ἔλεγεν· ἐγώ εἰμι ἡ πύλη τῆς ζωῆς· ὁ δἰ ἐμοῦ εἰσερχόμενος εἰσέρχεται εἰς τὴν ζωήν· ὡς οὐκ οὔσης ἑτέρας τῆς σώζειν δυναμένης διδασκαλίας. δι᾽ ὅ καὶ ἐβόα λέγων· δεῦτε πρός με πάντες οἱ κοπιῶντες, τουτέστιν, οἱ τὴν ἀλήθειαν ζητοῦντες καὶ μὴ εὑρίσκοντες αὐτήν. καὶ πάλιν· τὰ ἐμὰ πρόβατα ἀκούει τῆς ἐμῆς φωνῆς. καὶ ἄλλοτε· ζητεῖτε καὶ εὑρίσκετε, ὡς μὴ προδήλως κειμένης τῆς ἀληθείας.
Ἀλλὰ καὶ ἐξ οὐρανῶν μάρτυς φωνὴ ἠκούσθη λέγουσα· οὗτός ἐστίν μου ὁ υἱὸς ὁ ἀγαπητὸς, εἰς ὅν εὐδόκησα, τούτου ἀκούετε. καὶ πρὸς τούτοις ἐπιπλεῖον αὐτοὺς πεπλανημένους ἐλέγξαι θέλων τοὺς προφήτας, παρ᾽ ὧν δὴ μεμαθηκέναι ἐβεβαίουν, ἐπιθυμοῦντας ἀληθείας καὶ μὴ μεμαθηκότας τελευτήσαντας ἀπεφήνατο εἰπών· πολλοὶ προφῆται καὶ βασιλεῖς ἐπεθύμησαν ἰδεῖν ἅ ὑμεῖς βλέπετε, καὶ ἀκοῦσαι ἃ ὑμεῖς ἀκούετε, καὶ ἀμὴν λέγω ὑμῖν, οὔτε εἶδον, οὔτε ἤκουσαν. ἔτι μὴν ἔλεγεν ἐγώ εἰμι περὶ οὗ Μωϋσῆς προεφήτευσεν εἰπών· προφήτην ἐγερεῖ ὑμῖν κύριος ὁ θεὸς ἡμῶν, ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὥσπερ καὶ ἐμέ, αὐτοῦ ἀκούετε κατὰ πάντα. ὅς ἂν δὲ μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἀποθανεῖται.
Ὅθεν ἀδύνατόν ἐστιν ἄνευ τῆς τούτου διδασκαλίας ἀληἐπιστῆναι, κἄν τὸν αἰῶνα τις ζητῇ, ἔνθα τὸ ζητούμενον οὐκ ἔστιν. ἦν δὲ καὶ ἔστιν ἐν τῷ Ἰησοῦ ἡμῶν λόγῳ. πλὴν τἀληθῆ τοῦ νόμου εἰδὼς Σαδδουκαίοις πυνθανομένοις, καθ᾽ ὅν λόγον Μωϋσῆς ἑπτὰ συνεχώρησεν γαμεῖν, ἔφη· Μωϋσῆς κατὰ τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν. ἀπ᾽ ἀρχῆς γὰρ οὕτως οὐκ ἐγένετο. ὁ γὰρ κτίσας ἀπ᾽ ἀρχῆς τὸν ἄνθρωπον ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτόν.
Τοῖς δὲ νομίζουσιν, ὡς αἱ γραφαὶ διδάσκεσιν, ὅτι ὁ θεὸς ὀμνύει, ἔφη· ἔστω ὑμῶν τὸ ναὶ, ναί, τὸ οὓ, οὔ. τὸ γὰρ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. καὶ τοῖς λέγουσιν ὅτι Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἀπέθανον, ἔφη· οὐκ ἔστιν Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. τοῖς δὲ οἰομένοις ὅτι ὁ Θεὸς πειράζει, ὡς αἱ γραφαὶ λέγεσιν, ἔφη· ὁ πονηρός ἐστιν ὁ πειράζων, ὁ καὶ αὐτὸν πειράσας. τοῖς ὑπολαμβάνουσιν, ὅτι ὁ Θεὸς οὐ προγινώσκει, ἔφη· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ ἐράνιος ὅτι χρήζετε τούτων ἁπάντων, πρὶν αὐτὸν ἀξιώσητε. τοῖς δὲ πιστεύουσιν , ὡς αἱ γραφαὶ λέγουσιν, ὅτι μὴ πάντα βλέπει, ἐν τῷ κρυπτῷ εὔχεσθε, εἶπε, καὶ ὁ πατὴρ ὑμῶν ὁ βλέπων τὰ κρυπτὰ ἀποδώσει ὑμῖν.
Τοῖς δὲ οἰομένοις αὐτὸν μὴ ἀγαθὸν εἶναι, ὡς αἱ γραφαὶ λέ γεσιν, ἔφη· τίνα αἰτήσει υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; ἢ καὶ ἰχθὺν αἰτήσει, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτουμένοις αὐτὸν καὶ τοῖς ποιοῦσιν τὸ θέλημα αὐτοῦ; τοῖς δὲ αὐτὸν διαβεβαιουμένοις ἐν ναῷ εἶναι, ἔφη μὴ ὀμόσητε τὸν οὐρανὸν, ὅτι θρόνος Θεοῦ ἐστιν, μήτε τὴν γῆν, ὅτι ὑποπόδιον τῶν ποδῶν αὐτοῦ ἐστιν. τοῖς δὲ προλαβοῦσιν, ὅτι θυσιῶν ὀρέγεται ὁ Θεός, ἔφη· ὁ Θεὸς ἔλεος θέλει καὶ οὐ θυσίας, ἐπίγνωσιν αὐτοῦ καὶ οὐχ ὁλοκαυτώματα.
Τοῖς δὲ πειθομένοις κακὸν αὐτὸν εἶναι, ὡς αἱ γραφαὶ λέγουσιν, ἔφη μή με λέγετε ἀγαθόν· ὁ γὰρ ἀγαθὸς εἶς ἐστιν. καὶ πάλιν γίνεσθε ἀγαθοὶ καὶ οἰκτίρμονες, ὡς ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς, ὃς ἀνατέλλει τὸν ἥλιον ἐπ᾽ ἀγαθοῖς καὶ πονηροῖς, καὶ φέρει τὸν ὑετὸν ἐπὶ δικαίοις καὶ ἀδίκοις. τοῖς δὲ ἠπατημένοις πολλοὺς θεοὺς ὑπονοεῖν, ὡς αἱ γραφαὶ λέγουσιν, ἔφη· ἄκουε Ἰσραήλ, κύριος ὁ Θεὸς ὑμῶν κύριος εἷς ἐστιν.
Ὅμως ὁ Σίμων, συνιδὼν ὅτι Πέτρος αὐτὸν συνάγει ταῖς γραφαῖς χρῆσθαι ὡς Ἰησοῦς ἐδίδαξεν, εἰς τὴν περὶ Θεοῦ λόγον ἐξέτασιν γενέσθαι οὐκ ἠθέλησεν, καί τοί γε μεταθεμένου τοῦ Πέτρου, ὡς αὐτὸς Σίμων ἠξίωσεν, πρὸς πεῦσιν καὶ ἀπόκρισιν γενέσθαι τὴν ἐξέτασιν. πλὴν ἡ ζήτησις τριῶν ἐπεκράτησεν ἡμερῶν. ἐπιφωσκούσης δὲ τῆς τετάρτης νύχιος ὡς ἐπὶ Τύρον τῆς Φοινίκης ἐξώρμησεν καὶ οὐ μετὰ πολλὰς ἡμέρας ἦλθόν τινες τῶν προόδων, Πέτρῳ λέγοντες·
Σίμων μεγάλα θαυμάσια ἐν Τύρῳ ποιῶν πολλοὺς τῶν ἐκεῖ κατεπλήξατο, καί σε πολλαῖς διαβολαῖς μισεῖσθαι ἐποίησεν.Ταῦτα ἀκούσας ὁ Πέτρος, τῇ ἐπιούσῃ νυκτὶ τῶν ἀκροατῶν τὸν ὄχλον συνελθεῖν ἐποίησεν. ὁμῶς συνελθοῦσιν ἔφη· ὁρμῶντός μου εἰς τὰ ἔθνη τὰ πολλοὺς θεοὺς λέγοντα, κηρῦξαι καὶ διδάξαι ὅτι εἷς ἐστιν ὁ Θεὸς, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα, ὅπως ἀγαπήσαντες αὐτὸν σωθῆναι δυνηθῶσιν, προλαβοῦσα ἡ κακία αὐτῷ τῆς συζυγίας νόμῳ προαπέστειλεν Σίμωνα, ἵνα οἱ ἄνθρωποι, ἐὰν τοὺς πολλοὺς θεοὺς λέγειν παύσωνται, καταγνόντες τῶν ἐπὶ γῆς λεγομένων, ἐν οὐρανῷ πολλοὺς θεοὺς εἶναι νομίσουσιν· ἵνα μηδέποτε τὸ τῆς μοναρχίας τιμήσαντες καλὸν εἰς τὸ παντελὲς μετὰ κόλασιν ἀπόλωνται. καὶ τὸ δεινότατον, ἐπεὶ ἀληθὴς λόγος ἀπαράβλητον ἰσχὺν ἔχει, προλαμβάνων ταῖς διαβολαῖς πείθει αὐτοὺς αὐτό, μηδὲ τὴν ἀρχὴν ἀναδέξασθαί μου· μή πως ὁ διαβάλλων αὐτὸς τῷ ὄντι διάβολος ἐλεγχθῇ, καὶ ὁ ἀληθὴς λόγος ἀναδειχθεὶς πιστευθῆναι δυνηθῇ. χρὴ οὖν με ταχέως αὐτὸν ἐπικαταλαβεῖν, ἵνα μὴ ἡ διαβολὴ ἐγχρονίσασα παντελῶς πάντων ἐπικρατήσῃ.
Ἐπεὶ οὗν δεῖ τινα ὁρίσαι ἀντ᾽ ἐμοῦ τὸν ἐμὸν ἀναπληροῦντα τόπον, μιᾷ προαιρέσει τοῦ Θεοῦ δεηθῶμεν οἱ πάντες, ὅπως τῶν ὄντων ἐν ἡμῖν κρείττονα αὐτὸς πρόδηλον ποιήσῃ, ἵνα ἐπὶ τῆς Χριστοῦ καθέδρας καθεσθεὶς τὴν αὐτοῦ ἐκκλησίαν εὐσεβῶς οἰκονομῇ. τίς ἄρα ὁρισθήσεται; Θεοῦ γὰρ βουλῇ ἀναδείκνυται μακάριος ὁ ἄνθρωπος ἐκεῖνος, ὃν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας τῶν συνδούλων αὑτοῦ, τοῦ διδόναι αὐτοῖς τὰς τροφὰς ἐν καιρῷ αὐτῶν, μὴ ἐννοούμενον καὶ λέγοντα ἐν τῇ καρδίᾳ αὑτοῦ· χρονίζει ὁ κύριός μου ἐλθεῖν· καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὑτοῦ, ἐσθίων καὶ πίνων μετὰ πόρνων καὶ μεθυόντων· καὶ ἥξει ὁ κύριος τοῦ δούλου ἐν ὥρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ἡμέρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ ἀπιστοῦν αὐτοῦ μέρος μετὰ τῶν ὑποκριτῶν θήσει.
Εἰ δέ τις τῶν παρεστώτων, διοικεῖν δυνάμενος τὴν ἀγνωμοσύνην τῶν ἀνθρώπων, ὑποστέλλεται, τῆς αὑτοῦ ἀναπαύσεως φροντίζων μόνης, καὶ αὐτὸς προσδοκάτω ἀκοῦσαι· δοῦλε πονηρὲ καὶ ὀκνηρέ, ἔδει σε τὸ ἀργύριόν μου προβαλεῖν ἐπὶ τῶν τραπεζιτῶν, καὶ ἐγὼ ἂν ἐλθὼν ἔπραξα τὸ ἐμόν· ἐκβάλετε τὸν ἀχρεῖον δοῦλον εἰς τὸ σκότος τὸ ἐξώτερον. καὶ εὐλόγως. σοῦ γάρ, φησίν, ἄνθρωπου, τοὺς
λόγους μου ὡς ἀργύριον ἐπὶ τραπεζιτῶν καὶ ὡς χρήματα δοκιμάσαι. τὸ οὖν πλῆθος τῶν πιστῶν δεῖ ἑνί τινι πείθεσθαι, ἵνα οὕτως ἐν ὁμονοίᾳ διατελεῖν δυνηθῇ. τὸ γὰρ εἰς ἀρχὴν μιᾶς λῆγον ἐξουσίας, μοναρχίας εἰκόνι, τοὺς ὑπείκοντας αἰτίᾳ εὐταξίας εἰρήνης ἀπολαύειν τίθησιν· τὸ δὲ πάντας φιλαρχοῦντας ἑνὶ μόνῳ ὑπεῖξαι μὴ θέλειν, καὶ αἰτίᾳ διαιρέσεως πάντως καὶ πεσεῖν ἔχουσιν.Ἀλλ᾽ ἔτι μὴν πειθέτω τὰ παρ᾽ ὀφθαλμοῖς γινόμενα, LXII. πῶς νῦν πολλῶν κατὰ πᾶσαν τὴν γῆν ὄντων βασιλέων συνεχῶς πόλεμοι γίνονται. ἔχει γὰρ ἕκαστος πρόφασιν εἰς πόλεμον τὴν ἑτέρου ἀρχήν. ἐὰν δὲ εἷς ᾖ τοῦ παντὸς ἡγεμών, οὗ εἵνεκεν πολεμεῖ οὐκ ἔχων ἀίδιον τὴν εἰρήνην ἔχει. πέρας γοῦν ὁ Θεὸς τοῖς καταξιουμένοις αἰωνίου ζωῆς ἕνα ἐν τῷ τότε αἰῶνι βασιλέα τοῦ παντὸς καθίστησιν, ἵνα αἰτίᾳ μοναρχίας ἅπτωτος εἰρήνη γεγένηται. χρὴ οὖν ἑνί τινι ὡς ὁδηγῷ τοὺς πάντας ἕπεσθαι, ὡς εἰκόνα Θεοῦ προτιμῶντας, τὸν δὲ ὁδηγὸν εἶναι τῆς εἰς τὴν ἁγίαν πόλιν εἰσιούσης εἰσόδου ἐπιστήμονα.
Τίνα δὲ ἄλλον αἱρήσομαι τῶν παρόντων, ἢ Ζακχαῖον, πρὸς ὅν καὶ ὁ κύριος εἰσιὼν ἀνεπαύσατο, τοῦ σώζεσθαι κρίνας ἄξιον εἶναι; καὶ τοῦτο εἰπών, παρεστῶτι τῷ Ζακχαίῳ ἐπιβαλὼν τὴν χεῖρα, ἐβιάζετο ἐπὶ τὴν αὑτοῦ καθεσθῆναι καθέδραν. ὁ δὲ Ζακχαῖος προςπεσὼν τοῖς ποσὶν αὐτοῦ ἐδέετο, ὅπως τοῦ ἄρχειν αὐτὸν ἀπολύσῃ, μετὰ τοῦ ὑπισχνεῖσθαι καὶ λέγειν, ὅτι ὁπόσα ποτὲ χρὴ τὸν ἄρχοντα ποιεῖν, ποιήσω , μόνον μοι τὸ ὄνομα τοῦτο μὴ ἔχειν χάρισαι· εὐλαβοῦμαι γὰρ τὸ τῆς ἀρχῆς ἐνδύσασθαι ὄνομα· πικροῦ γὰρ φθόνου καὶ κινδύνου γέμει.
Καὶ ὁ Πέτρος ἔφη· εἰ τοῦτο εὐλαβῇ, ἄρχων μὲν μὴ καλοῦ, ἀλλ᾽ ὁ καθεστώς, τοῦτο τοῦ κυρίου δεδωκότος λέγεσθαι, τῷ εἰπεῖν· μακάριος ὁ ἄνθρωπος ἐκεῖνος, ὅν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας τῶν συνδούλων αὑτοῦ. εἰ δὲ παντελῶς οὐ θέλεις γνωσθῆναι ὅτι ἐξουσίαν διοικήσεως ἔχεις, ἀγνοεῖν μοι ἔοικας, ὅτι ἡ ὁμολογουμένη τοῦ προκαθεζομένου ἐξουσία πολύ τι δύναται πρὸς δυσωπίαν τοῦ πλήθους. ὡς γὰρ εἰληφότι ἐξουσίαν ἕκαστος πείθεται, ὡς μεγάλην ἀνάγκην τὴν συνείδησιν ἔχων. τί δὲ οὐχὶ καὶ ἀσφαλῶς γινώσκεις, ὅτι οὐχ ὡς οἱ ἄρχοντες τῶν ἐθνῶν ἄρχειν ἔχεις, ἀλλ᾽ ὡς δοῦλος, αὐτοῖς ὑπηρετῶν, ὡς πατὴρ ἀδικουμένοις, ὡς ἰατρὸς ἐπισκεπτόμενος,
ὡς ποιμὴν φυλάσσων, συνελὼν ἐρῶ, τὰς πάσας ὑπὲρ τῆς αὐτῶν σωτηρίας φροντίδας ἔχων; ὅτι οἴει ἀγνοεῖν με, οἵους καμάτους ἀναδέξασθαί σε βιάζομαι, ὑπὸ ὄχλων κρίνεσθαί σε ἀξιῶν, οἷς ἀρέσαι τινὰ ἀμήχανον; Θεὸν δὲ εὖ πράττοντα πείθειν δυνατώτατον. διὸ δέομαι προθύμως ἀναδέξασθαι, διὰ Θεόν, διὰ Χριστόν, ὑπὲρ τῆς ἀδελφῶν σωτηρίας, ὑπὲρ τῆς αὐτῶν οἰκονομίας καὶ σῆς ὠφελείας.Καὶ τὸ ἕτερον δὲ λόγισαι, ὅτι, ὥσπερ κάματον καὶ κίνδυνον ἔχει τὸ τὴν Χριστοῦ ἐκκλησίαν οἰκονομεῖν, τοσούτῳ μείζων ὁ μισθός· ἀλλ᾽ ἔτι μὴν καὶ ἡ κόλασις μείζων τῷ δυναμένῳ καὶ ἀπειθήσαντι. βούλομαι οὖν, πολυμαθέστερον εἰδώς σε τῶν παρεστώτων, δανείζειν καλὰς γνώμας, ἅς παρὰ τοῦ κυρίου πεπίστευσαι. ἵνα, εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἀκούσῃς, καὶ ὥσπερ ὁ τὸ ἕν ἀποκρύψας τάλαντον, ἔγκλημα λαβὼν κολάσει ὑπεύθυνος ἀναφανῇς. εἰ δὲ μὴ βούλει ἀγαθὸς φύλαξ καταστῆναι τῆς ἐκκλησίας, ἕτερον ἀντί σου μήνυσον, σοῦ πολυμαθέστερον καὶ πιστότερον. ἀλλ᾽ οὐ δώσεις. σὺ γὰρ καὶ τῷ κυρίῳ συνῆς, καὶ τὰς θαυμασίους πράξεις ἱστόρησας, καὶ διοίκησιν ἐκκλησίας μεμάθηκας.
Καὶ σοῦ μὲν ἔργον ἐστὶν κελεύειν ἅ δεῖ, τῶν ἀδελφῶν, ὑπείκειν καὶ μὴ ἀπειθεῖν. ὑπείξαντες μὲν οὖν σωθήσονται, ἀπειθήσαντες δὲ ὑπὸ τοῦ κυρίου κολασθήσονται, ὅτι ὁ προκαθεζόμενος Χριστοῦ τόπον πεπίστευται. διὸ ἤτοι τιμὴ ἢ ὕβρις τοῦ προκαθεζομένου εἰς Χριστὸν φέρεται, ἀπὸ δὲ τοῦ Χριστοῦ εἰς τὸν Θεὸν ἀναφέρεται. τοῦτο δὲ εἴρηκα, ἵνα καὶ αὐτοὶ οἱ ἀδελφοὶ τῆς πρός σε ἀπειθείας τὸν κίνδυνον αὐτῶν μὴ ἀγνοῶσιν, ὅτι ὅς ἄν σοι κελεύσαντι ἀπειθήσῃ, Χριστῷ ἀπειθεῖ, Χριστῷ δὲ ἀπειθήσας Θεὸν παροργίζει.
Χρὴ οὖν τὴν ἐκκλησίαν, ὡς πόλιν ἐν ὕψει ᾠκοδομημένην, φιλόθεον ἔχειν τάξιν καὶ διοίκησιν καλήν. πρὸ πάντων ὁ ἐπίσκοπος ὡς ἄρχων περὶ ὧν λέγει ἀκουέσθω. οἱ πρεσβύτεροι τὰ κελευόμενα γινέσθαι σπουδαζέτωσαν. οἱ διάκονοι ἐκπεριερχόμενοι τῶν ἀδελφῶν τὰ σώματα καὶ τὰς ψυχὰς ἐπισκεπτέσθωσαν, καὶ τῷ ἐπισκόπῳ ἀντιβαλλέτωσαν. οἱ λοιποὶ πάντες ἀδελφοὶ τὸ ἀδικεῖσθαι ἀναδεχέσθωσαν· εἰ δὲ κρίνεσθαι θέλουσιν περὶ ὧν ἀδικοῦνται, ἐπὶ τῶν πρεσβυτέρων συμβιβαζέσθωσαν· τὸν δὲ συμβιβασμὸν οἱ πρεσβύτεροι τῷ ἐπισκόπῳ προσαναφερέτωσαν.