Homiliae [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.
Καὶ ὁ Πέτρος ἔφη· ἀνάγκη. καὶ ὁ Σίμων· οὐκοῦν εἰ γενητός ἐστιν, ὑπ᾽ αὐτοῦ τοῦ τὰ πάντα πεποιηκότος γέγονεν Θεοῦ, ἢ ὡς ζῶον γενηθεὶς, ἢ οὐσιωδῶς προβληθεὶς, καὶ ἔξω τῇ κράσει
συμβεβηκὼς, [ἢ] ἐκτὸς ἦν αὐτοῦ ἡ ὕλη ἔμψυχος ἤ ἄψυχος, ὅθεν γέγονεν, ἢ δἰ αὐτοῦ Θεοῦ, ἢ ἀφ᾽ ἑαυτοῦ, ἢ καὶ ἐξ οὐκ ὄντων [συμ]βέβηκεν, τῶν πρός τί ἐστιν, ἢ αἰεὶ ἦν. πάσης οὖν ὁδοῦ, ὡς οἶμαι, ἐνταῦθα διῃρημένης πρὸς τὴν εὕρεσιν αὐτοῦ, ἀνάγκη μιᾷ τινι αὐτῶν ὁδεύουσιν εὑρετὸν αὐτὸν εἶναι· ἑκάστην οὖν ὁδεῦσαι δεῖ ζητοῦντα γένεσιν, καὶ εὑρόντα τὸν αἴτιον ὑπὸ μέμψιν αὐτὸν εἶναι νοεῖν. ἦ γὰρ πῶς δοκεῖ;Καὶ ὁ Πέτρος· ἐμοὶ δοκεῖ, ἐὰν ὑπὸ τοῦ Θεοῦ φανῇ γεγονὼς, μήπω δεῖν τὸν ποιήσαντα ὑπὸ μέμψιν εἶναι, μήπως τὸ χρήσιμον αὐτοῦ πάντων ἀναγκαιότερον εὑρεθείη· εἰ δὲ καὶ μὴ γεγονὼς ἀποδειχθείη, ὡς αἰεὶ ὤν, οὐδ᾽ ἐν τούτῳ ὁ δημιουργὸς μεμπτὸς ἢ μὴ τῶν ὅλων ἐστὶν ὁ κρείττων, εἰ καὶ ἀνάρχῳ ἀρχῇ τέλος [ἐπι]θεῖναι διὰ τὸ μὴ φύσιν ἔχειν οὐ δεδύ[νητ]αι, ἢ δυνατὸς ὤν οὐκ ἀναιρεῖ αὐ[τὸν], ἄδικον κρίνας ἀρχὴν μὴ εἰληφότι τέλος ἐπιθεῖναι, καὶ κακῷ πεφυκότι συγγνῶναι, διὰ τὸ ἄλλο τι γενέσθαι μὴ δύνασθαι, καὶ εἰ τοῦ γενέσθαι τὸ ἐπιθυμεῖν ἔχοι. εἰ δὲ ἀγαθὸν ποιῆσαι θέλων μὴ δύναιτο, καὶ οὕτως ἀγαθός ἐστιν, ὅτι θέλει μὲν, οὐ δύναται δέ· καὶ ἐν ᾧ ἀδυνατεῖ πάντων ἐστὶ δυνατώτατος, ὅτι μὴ ἑτέρῳ τὸ δυνατὸν καταλείπεται. εἰ δέ ἐστίν τις ἕτερος δυνατὸς, καὶ μὴ κατορθῶν, ἐν ᾧ δυνατὸς ὤν μὴ κατορθοῖ, πονηρὸς ὤν ὡμολόγηται, μὴ παύων αὐτὸν, ὡς τοῖς ὑπ᾽ αὐτοῦ γινομένοις ἡδόμενος. εἰ δὲ οὐδ᾽ αὐτὸς δύναται, κρείττων ὁ πρὸς τὸ ἀδυνατεῖν κατὰ τὸ δυνατὸν ἡμᾶς εὐεργετεῖν οὐκ ὀκνῶν.
Καὶ ὁ Σίμων· ὅτ᾽ ἂν εἰς ἕκαστον ὧν προέτεινα διαλεχθῇς, σοὶ τῆς κακίας τὸν αἴτιον δείξω. τότε σοι καὶ πρὸς ἅ εἴρηκας ἀποκρινοῦμαι, καὶ ὅν φῂς Θεὸν ἄμεμπτον, ὑπὸ μέμψιν εἶναι ἀποδείξω. καὶ ὁ Πέτρος· ἐπειδὴ ἀφ᾽ ὧν ἀπ᾽ ἀρχῆς φθέγγῃ συννοῶ σε μηδὲν ἕτερον σπουδάζοντα, ἢ ὡς κακίας ἡγεμόνα τὸν Θεὸν ὑποβάλλειν μέμψει, προῄρημαι πάσαις αἷς βούλῃ ὁδοῖς συνοδεύων δεῖξαι Θεὸν πάσης μέμψεως ἐκτὸς ὄντα. καὶ ὁ Σίμων ἔφη· ταῦτα ὡς ἀγαπῶν Θεὸν ὅν νενόμικας λέγεις, ἀλλ᾽ οὐκ ἀληθεύεις. καὶ ὁ Πέτρος· σὺ δὲ ὡς κακὸς μισῶν Θεὸν, ὅν ἠγνόησας, βλασφήμους ἀφεὶς φωνάς. καὶ ὁ Σίμων· μνημόνευε ὅτι με κακίας ἡγεμόνι παρείκασας. καὶ ὁ Πέτρος· ὁμολογῶ ἐψευσάμην παρεικάσας σε τῷ πονηρῷ, ἠναγκάσθην γὰρ ἐπὶ τῷ μὴ εὑρεῖν τὸν σὸν ἴσον ἢ καὶ
χείρονα. τούτου ἕνεκα τῷ πονηρῷ σε παρείκασα· ἐπεὶ [ἐπεὶ γ]ἀρ καὶ τοῦ τῆς κακίας ἡγεμόνος πολλῷ πονηρότερος τυγχάνεις. τὸν γὰρ πονηρὸν οὐδεὶς κατειπόντα Θεοῦ δεῖξαι δύναται, σὲ δὲ τολμηρῶς καταλέγοντα οἱ πάντες παρόντες ἱστοροῦμεν. καὶ ὁ Σίμων· ὁ ἀλήθειαν ζητῶν οὐδὲν οὐδενὶ ὀφείλει παρὰ τὸ ὂν χαρίζεσθαι. ἐπεὶ τί καὶ τὴν ἀρχὴν ζητεῖ; τί δὲ καὶ ἐγὼ οὐ δύναμαι, παρεὶς ἀκριβοῦν τὰ πράγματα, εἰς ἐγκώμιον οὗ μὴ ἐπίσταμαι Θεοῦ τὸν πάντα μου δαπανᾶν χρόνον;