Homiliae [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.
Τῆς δὲ ἄλλης ἡμέρας ὀρθριαίτερον προελθὼν ὁ Πέτρος, καὶ ἰδὼν τὸν Σίμωνα σὺν ἄλλοις πολλοῖς ἀναμένοντα αὐτὸν, προσαγορεύσας τὸ πλῆθος ἤρξατο διαλέγεσθαι. ἅμα δὲ τῷ ἄρξασθαι ὁ Σίμων ἐκκόψας ἔφη· τὰ μακρά σου ταῦτα παρεὶς προοίμια εἰς τὸ προκείμενον πυνθανομένῳ μοι ἀπόκριναι. ἐπειδὴ συννοῶ σε, ὡς ἀφ᾽ ὧν ἀπ᾽ ἀρχῆς ἐπακηκοὼς ἐπίσταμαι, ὅτι μηθὲν ἕτερόν σοι πρόκειται, ἢ πάσῃ μηχανῇ τὸν δημιουργὸν αὐτὸν δεῖξαι μόνον ἄμεμπτον εἶναι Θεόν, καὶ τοσοῦτον προαίρεσιν πόθον ἔχοντα διισχυρίζεσθαι, ὡς καὶ ἐνίας τῶν γραφῶν περικοπὰς σαφῶς καταλεγούσας αὐτοῦ τολμᾶν ψευδεῖς λέγειν· οὗ εἵνεκεν προῄρημαι σήμερον ἀποδεῖξαι, ὅτι ἀδύνατόν ἐστιν αὐτὸν πάντων δημιουργὸν ὄντα ἄμεμπτον εἶναι. τῆς δὲ ἀποδείξεως ἤδη ἄρξασθαι δύναμαι, ἐάν γε πρὸς ὅ πυνθάνομαί σου ἀποκρίνῃ μοι.
Φῄς τινα κακίας ἡγεμόνα εἶναι, ἢ οὔ; ἐὰν γὰρ εἴπῃς μὴ εἶναι, ἐκ πολλῶν καὶ τῶν τοῦ διδασκάλου σου ἀποδεῖξαι ἔχω, ὅτι ἔστιν· εἰ δὲ εὐγνωμονῶν ὁμολογήσῃς εἶναι τὸν πονηρὸν, ἑπομένως ποιήσω τὸν λόγον. καὶ ὁ Πέτρος· ἀδύνατόν ἐστίν μοι φωνὴν τοῦ ἐμοῦ ἀρνήσασθαι διδασκάλου, διὸ καὶ ὁμολογῶ εἶναι τὸν πονηρόν, ὅτι πολλάκις αὐτὸν ὑπάρχειν ὁ πάντα ἀληθεύσας εἴρηκεν διδάσκαλος. αὐτίκα γοῦν ὁμολογεῖ ἐπὶ τεσσαράκοντα ἡμέρας διαλεχθέντα πεπειρακέναι αὐτόν. καὶ ἄλλῃ που οἶδα αὐτὸν εἰρηκότα· εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλῃ, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη, πῶς οὖν αὐτοῦ στήκῃ ἡ βασιλεία; καὶ ὅτι ἑώρακεν τὸν πονηρὸν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ ἐδήλωσεν. καὶ ἄλλοθι ἔφη· ὁ δὲ τὸ κακὸν
σπέρμα σπείρας ἐστὶν ὁ διάβολος. καὶ πάλιν· μὴ δότε πρόφασιν τῷ πονηρῷ. ἀλλὰ καὶ συμβουλεύων εἴρηκεν· ἔστω ὑμῶν τὸ ναὶ, ναὶ, καὶ τὸ οὔ, οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. ἀλλὰ καὶ ἐν ᾗ παρέδωκεν εὐχῇ ἔχομεν εἰρημένον· ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. καὶ ἄλλῃ που εἶπε· ὑπέσχετο τοῖς ἀσεβέσιν, ὑπάγετε εἰς τὸ σκότος τὸ ἐξώτερον , ὅ ἡτοίμασεν ὁ πατὴρ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, πολλάκις οἶδα τὸν διδάσκαλόν μου εἰπόντα εἶναι τὸν πονηρόν. διὸ κἀγὼ σύμφημι αὐτὸν ὑπάρχειν. λοιπὸν εἴ τι ἔχεις ἑπομένως λέγειν, ὡς ὑπέσχου, λέγε.Καὶ ὁ Σίμων· ἐπεὶ οὖν εὐγνωμονήσας ὡμολόγησας εἶναι πονηρὸν, ἀπὸ γραφῶν, καὶ λέγε τὸ πῶς γέγονεν, εἴπερ γέγονεν, καὶ ὑπὸ τίνος, καὶ διὰ τί. καὶ ὁ Πέτρος· σύγγνωθί μοι, Σίμων, μὴ τολμῶντι εἰπεῖν ὅ μὴ γέγραπται. εἰ σὺ φῂς γεγράφθαι, δεῖξον. εἰ δὲ, καθὰ μὴ γέγραπται, οὐδὲ σὺ δεῖξαι δύνῃ, διὰ τί περὶ τῶν μὴ γραφέντων ἀποφαινόμενοι κινδυνεύομεν; ἤ γὰρ οὐ πεπιστεύκαμεν κριθήσεσθαι, ἢ μόνον περὶ ὧν ποιοῦμεν, ἀλλ᾽ οὐχὶ καὶ περὶ ὧν πιστεύοντες λαλοῦμεν, καὶ διὰ τοῦτο τολμηρότερον περὶ Θεοῦ διαλεγόμεθας; ὁ δὲ Σίμων, συνεὶς ὅτι πρὸς τὴν ἀπόνοιαν αὑτοῦ εἴρηκεν, ἔφη· ἐμὲ ἔα κινδυνεύειν, σὺ δὲ ἣν φῂς βλασφημίαν, πρόφασιν πρὸς ὑποχώρησιν μὴ λάμβανε. συννοῶ γάρ σε βουλόμενον ὑποστέλλεσθαι, ὅπως τὸν ἐπὶ τῶν ὄχλων ἔλεγχον ἐκφύγῃς, ὁτὲ μὲν ὡς δεδιὼς βλασφημίας ἀκοῦσαι, ὁτὲ δὲ ἐπεὶ μὴ γέγραπται πῶς καὶ ὑπὸ τίνος καὶ διὰ τί γέγονεν ὁ πονηρός, ὅτι μὴ χρὴ πλεῖον τῆς γραφῆς τολμᾶν λέγειν· διὸ καὶ ὡς εὐλαβὴς τοῦτο μόνον βεβαιοῖς, ὅτι ἔστιν. ταῦτα δὲ μηχανώμενος σεαυτὸν ἀπατᾷς, οὐκ εἰδὼς ὅτι εἰ βλασφημία ἐστὶν περὶ πονηροῦ ἀκριβοῦν, ἡ αἰτία περὶ ἐμὲ τὸν κατήγορον τυγχάνει, οὐ περὶ σὲ τὸν συνηγοροῦντα τῷ Θεῷ. καὶ εἰ ἄγραφόν ἐστιν τὸ ζητούμενον, καὶ διὰ τοῦτο ζητεῖν θέλεις, εἰσίν τινες ὁδοὶ ἱκαναὶ, δυνάμεναι οὐχ ἧττον γραφῶν δεῖξαι τὰ ζητούμενα. αὐτίκα γοῦν οὐκ ἀνάγκη τὸν πονηρόν , ὅν καὶ σὺ φῂς ὑπάρχειν, ἢ γενητὸν εἶναι ἢ ἀγένητον;