Cebetis tabula
Cebes
Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.
Καὶ πᾶσαί γε, ἔφη, ἐπαγγέλλονται ὡς ἐπὶ τὰ βέλτιστα
ἄξουσαι καὶ εἰς βίον εὐδαίμονα καὶ λυσιτελῆ. οἱ δὲ διὰ τὴν ἄγνοιαν καὶ τὸν πλάνον, ὅν πεπώκασι παρὰ τῆς Ἀπάτης, οὐχ εὑρίσκουσι ποία ἐστὶν ἡ ἀληθινὴ ὁδὸς ἡ ἐν τῷ Βίῳ, ἀλλὰ πλανῶνται εἰκῆ, ὥσπερ ὁρᾷς καὶ τοὺς πρότερον εἰσπορευομένους ὡς περιάγονται ὅποι ἂν τύχῃ.Ὁρῶ τούτους, ἔφην. ἡ δὲ γυνὴ ἐκείνη τίς ἐστιν ἡ ὥσπερ τυφλὴ καὶ μαινομένη τις εἶναι δοκοῦσα καὶ ἑστηκυῖα ἐπὶ λίθου τινὸς στρογγύλου;
Καλεῖται μέν, ἔφη, Τύχη· ἔστι δὲ οὐ μόνον τυφλὴ καὶ μαινομένη, ἀλλὰ καὶ κωφή.
Αὕτη οὖν τί ἔργον ἔχει;
Περιπορεύεται πανταχοῦ, ἔφη· καὶ παρʼ ὧν μὲν ἁρπάζει τὰ ὑπάρχοντα καὶ ἑτέροις δίδωσι· παρὰ δὲ τῶν αὐτῶν πάλιν ἀφαιρεῖται παραχρῆμα ἃ δέδωκε καὶ ἄλλοις δίδωσιν εἰκῆ καὶ ἀβεβαίως. διὸ καὶ τὸ σημεῖον καλῶς μηνύει τὴν φύσιν αὐτῆς.
Ποῖον τοῦτο; ἔφην ἐγώ.
Ὅτι ἐπὶ λίθου στρογγύλου ἕστηκεν.
Εἶτα τί τοῦτο σημαίνει;
Οὐκ ἀσφαλὴς οὐδὲ βεβαία ἐστὶν ἡ παρʼ αὐτῆς δόσις. ἐκπτώσεις γὰρ μεγάλαι καὶ σκληραὶ γίνονται, ὅταν τις αὐτῇ πιστεύσῃ.