Cebetis tabula
Cebes
Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.
Ἐπειδὰν οὖν θεωρήσῃ πάντα, τί ποιεῖ ἢ ποῦ ἔτι βαδίζει;
Ὅπου ἂν βούληται, ἔφη. πανταχοῦ γὰρ ἔστιν αὐτῷ ἀσφάλεια ὥσπερ τῷ τὸ Κωρύκιον ἄντρον ἔχοντι, καὶ πανταχοῦ, οὗ ἂν ἀφίκηται, πάντα καλῶς βιώσεται μετὰ πάσης ἀσφαλείας. ὑποδέξονται γὰρ αὐτὸν ἀσμένως πάντες καθάπερ τὸν ἰατρὸν οἱ πάσχοντες.
Πότερον οὖν κἀκείνας τὰς γυναῖκας, ἃς ἔφης θηρία εἶναι, οὐκέτι φοβεῖται, μή τι πάθῃ ὑπ’ αὐτῶν;
Οὐ μὴ διοχληθήσεται οὐδὲν οὔτε ὑπὸ Ὀδύνης οὔτε ὑπὸ Λύπης οὔτε ὑπ’ Ἀκρασίας οὔτε ὑπὸ Φιλαργυρίας οὔτε ὑπὸ Πενίας οὔτε ὑπὸ ἄλλου Κακοῦ οὐδενός.
ἁπάντων γὰρ κυριεύει καὶ ἐπάνω πάντων ἐστὶ τῶν
πρότερον αὐτὸν λυπούντων καθάπερ οἱ ἐχιοδεῖκται. τὰ γὰρ θηρία δήπου τὰ πάντας τοὺς ἄλλους κακοποιοῦντα μέχρι θανάτου ἐκείνους οὐ λυπεῖ διὰ τὸ ἔχειν ἀντιφάρμακον αὐτούς. οὕτω καὶ τοῦτον οὐκέτι οὐδὲν λυπεῖ διὰ τὸ ἔχειν ἀντιφάρμακον.Καλῶς ἐμοὶ δοκεῖς λέγειν. ἀλλ’ ἔτι τοῦτό μοι εἰπέ. τίνες εἰσὶν οὗτοι οἱ δοκοῦντες ἐκεῖθεν ἀπὸ τοῦ βουνοῦ παραγίνεσθαι;
καὶ οἱ μὲν αὐτῶν ἐστεφανωμένοι ἔμφασιν ποιοῦσιν εὐφροσύνης τινός, οἱ δὲ ἀστεφάνωτοι λύπης καὶ ταραχῆς καὶ τὰς κνήμας καὶ τὰς κεφαλὰς δοκοῦσι τετρῖφθαι, κατέχονται δὲ ὑπὸ γυναικῶν τινων.
Οἱ μὲν ἐστεφανωμένοι οἱ σεσωσμένοι εἰσὶ πρὸς τὴν Παιδείαν καὶ εὐφραίνονται τετυχηκότες αὐτῆς.