Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Ἄγουσιν αὐτὸν ὑπολαβοῦσαι αἱ Ἀρεταὶ πρὸς τὸν τόπον ἐκεῖνον, ὅθεν ἦλθε πρῶτον, καὶ δεικνύουσιν αὐτῷ τοὺς ἐκεῖ διατρίβοντας ὡς κακῶς διατρίβουσι καὶ ἀθλίως ζῶσι καὶ ὡς ναυαγοῦσιν ἐν τῷ βίῳ καὶ πλανῶνται καὶ ἄγονται κατακεκρατημένοι ὥσπερ ὑπὸ πολεμίων, οἱ μὲν ὑπʼ Ἀκρασίας, οἱ δὲ ὑπʼ Ἀλαζονείας, οἱ δὲ ὑπὸ Φιλαργυρίας, ἕτεροι δὲ ὑπὸ Κενοδοξίας, οἱ δὲ ὑφʼ ἑτέρων Κακῶν.

ἐξ ὧν οὐ δύνανται ἐκλῦσαι ἑαυτοὺς τῶν δεινῶν, οἷς δέδενται, ὥστε σωθῆναι καὶ ἀφικέσθαι ὧδε, ἀλλὰ ταράττονται διὰ παντὸς τοῦ βίου. τοῦτο δὲ πάσχουσι διὰ τὸ μὴ δύνασθαι τὴν ἐνθάδε ὁδὸν εὑρεῖν· ἐπελάθοντο γὰρ τὸ παρὰ τοῦ Δαιμονίου πρόσταγμα.

Ὀρθῶς μοι δοκεῖς λέγειν. ἀλλὰ καὶ τοῦτο πάλιν ἀπορῶ, διὰ τί δεικνύουσιν αὐτῷ τὸν τόπον ἐκεῖνον αἱ Ἀρεταί, ὅθεν ἥκει τὸ πρότερον.

Οὐκ ἀκριβῶς ᾔδει οὐδὲ ἠπίστατο, ἔφη, οὐδὲν τῶν ἐκεῖ, ἀλλ’ ἐνεδοίαζε καὶ διὰ τὴν ἄγνοιαν καὶ τὸν πλάνον, ὃν δὴ ἐπεπώκει, τὰ μὴ ὄντα ἀγαθὰ ἐνόμιζεν ἀγαθὰ εἶναι καὶ τὰ μὴ ὄντα κακὰ κακά.

διὸ καὶ ἔζη κακῶς, ὥσπερ οἱ ἄλλοι οἱ ἐκεῖ διατρίβοντες. νῦν δὲ ἀπειληφὼς τὴν ἐπιστήμην τῶν συμφερόντων αὐτός τε καλῶς ζῇ καὶ τούτους θεωρεῖ ὡς κακῶς πράσσουσιν.