Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Τὸν αὐτὸν τοίνυν τρόπον, ἔφη, καὶ πρὸς τὴν Παιδείαν ὅταν τις παραγένηται, θεραπεύει αὐτὸν καὶ ποτίζει τῇ ἑαυτῆς δυνάμει, ὅπως ἐκκαθάρῃ πρῶτον καὶ ἐκβάλῃ τὰ κακὰ πάντα ὅσα ἔχων ἦλθε.

Ποῖα ταῦτα;

Τὴν ἄγνοιαν καὶ τὸν πλάνον, ὃν ἐπεπώκει παρὰ τῆς Ἀπάτης, καὶ τὴν ἀλαζονείαν καὶ τὴν ἐπιθυμίαν καὶ τὴν ἀκρασίαν καὶ τὸν θυμὸν καὶ τὴν φιλαργυρίαν καὶ τὰ λοιπὰ πάντα, ὧν ἀνεπλήσθη ἐν τῷ πρώτῳ περιβόλῳ.

Ὅταν οὖν καθαρθῇ, ποῦ αὐτὸν ἀποστέλλει;

Ἔνδον, ἔφη, πρὸς τὴν Ἐπιστήμην καὶ πρὸς τὰς ἄλλας Ἀρετάς.

Ποίας ταύτας;