Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Ὦ Ἡράκλεις ὡς καλά, ἔφην, τὰ δῶρα. ἀλλὰ τίνος ἕνεκεν οὕτως ἔξω τοῦ περιβόλου ἕστηκεν;

Ὅπως τοὺς παραγινομένους, ἔφη, θεραπεύῃ καὶ ποτίζῃ τὴν καθαρτικὴν δύναμιν. εἶθʼ ὅταν καθαρθῶσιν, οὕτως εἰσάγει τούτους πρὸς τὰς Ἀρετάς.

Πῶς τοῦτο; ἔφην ἐγώ, οὐ γὰρ συνίημι.

Ἀλλὰ συνήσεις, ἔφη. ὡς ἄν, εἴ τις φιλοτίμως κάμνων ἐτύγχανε, πρὸς ἰατρὸν ἂν δήπου γενόμενος πρότερον καθαρτικοῖς ἐξέβαλλε τὰ νοσοποιοῦντα, εἶτα

οὕτως ἂν ὁ ἰατρὸς αὐτὸν εἰς ἀνάληψιν καὶ ὑγείαν κατέστησεν,

εἰ δὲ μὴ ἐπείθετο οἷς ἐπέταττεν, εὐλόγως ἂν δήπου ἀπωσθεὶς ἐξώλετο ὑπὸ τῆς νόσου .

Ταῦτα μὲν συνίημι, ἔφην ἐγώ.