De anima libri mantissa
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.
ἀλλὰ μὴν ὄντος γέ τινος ἐφ’ ἡμῖν καὶ τὸ ἐνδεχόμενόν ἐστιν, εἴ γε ἐφ’ ἡμῖν ἐστι τό τε πρᾶξαί τι καὶ τὸ μή.
τούτου δὲ ὄντος, ἀδύνατον ἀναγκαῖον εἶναι τὸ τῆς εἱμαρμένης ὂν ἐν τούτοις, ἐν οἷς καὶ τὸ ἐφ’ ἡμῖν ἔχει χώραν.
ἱκαναὶ δὲ καὶ αἱ πρὸς τοὺς θεοὺς εὐχαί, τῶν μὲν ἀποτροπήν τινων αἰτουμένων παῤ αὐτῶν, τῶν δὲ δόσιν ἀγαθῶν ὡς ὄντων τινῶν ἐνδεχομένων καὶ γενέσθαι καὶ μὴ διὰ τὴν ἡμετέραν αἴτησιν ὑπὸ τῶν θεῶν, συστῆσαι τὸ εἶναί τινα ἐνδεχόμενα.
ἀλλὰ μὴν καὶ ἐκ τῆς φυσικῆς συστάσεως τῶν ὄντων ἑκάστου τοῦθ’ οἷόν τε καταμαθεῖν.
ἡ γὰρ φύσις αὐτὴ τοῖς μὲν ἐξ ἀνάγκης οὖσίν τε καὶ γιγνομένοις οὐδεμίαν ἐπιτηδειότητα πρὸς ἀντικείμενον ἔδωκεν, τὴν δὲ ἀνεπιτηδειότητα πρὸς ἀδύνατα·
μάτην γὰρ ἕξειν ἤμελλεν τὴν ἐπιτηδειότητα πρὸς τὴν εἰς ταῦτα μεταβολήν, ὄντα καὶ ἀδύνατα ἄλλως ἔχειν.
ὁρῶμεν γὰρ ὅτι οὔτε τὸ πῦρ ἔχει δύναμιν ψυχρότητος ἐν αὐτῷ, οὔτε ἡ χιὼν μελανίας, οὔτε τὰ βαρέα κουφότητος, μένοντά γε ταῦτα ἅ ἐστιν, οὔτε τι τῶν ἀιδίων τοῦ φθαρῆναι.
οἷς δὲ οὐκ ἀναγκαῖον ἐν θατέρῳ τῶν ἀντικειμένων ἀφωρισμένως εἶναί τε καὶ μένειν, ταῦτα καὶ τῆς εἰς τὸ ἀντικείμενον μεταβολῆς ἐκ φύσεως ἔχει τὴν παρασκευήν.
τοιαῦτα τῶν ἐν γενέσει καὶ φθορᾷ πλεῖστα, οἷς μή ἐστι θάτερον τῶν ἀντικειμένων σύμφυτον·
ἕκαστον γὰρ αὐτῶν σἷόν τε τὰ ἀντικείμενα πάσχειν τε καὶ μή, τοῦτ’ ἐνδέχεται παθεῖν τε καὶ μὴ παθεῖν.
ὃ δὲ ἐνδέχεται μεταβάλλειν εἰς τὸ ἀντικείμενον, τοῦτο οὐκ ἔστιν ἐξ ἀνάγκης, ἐν ᾧ φθάσαν ἐστὶν αὐτῶν.
συνίστησιν δὲ τὸ μὴ πάντα ἐξ ἀνάγκης γίγνεσθαι τὰ γιγνόμενα τό τε ἐφ’ ἡμῖν, ὡς ἔφαμεν, καὶ ἡ τύχη.