De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ὧν γὰρ ἡμεῖς ἐσμεν ἀρχαὶ ἑλέσθαι τε καὶ μή, ταῦτα ἀδύνατον κατηναγκάσθαι λέγειν.

ἀλλὰ μὴν ἀνάγκη τοῖς λέγουσιν τὴν εἱμαρμένην εἶναι, περὶ ταὐτὰ λέγειν εἶναι, περὶ ἃ καὶ τὰ ἐφ’ ἡμῖν.

εἴτε γὰρ τὰ τέλη μόνα λέγοιεν καθ’ εἱμαρμένην γίγνεσθαι, εἴτε καὶ τὰς πράξεις, αἷς ἕπεσθαι τὰ τέλη συμβέβηκεν, ἀμφοτέρως ἀκολουθεῖ περὶ τὰ αὐτὰ λέγειν εἶναι τὴν εἱμαρμένην, περὶ ἃ καὶ τὸ ἐφ’ ἡμῖν.

εἰ μὲν οὖν καὶ τὰς πράξεις καθ’ εἱμαρμένην λέγοι τις, αὐτόθεν δῆλον τὸ κείμενον·

ἐν γὰρ ταύταις ἐστὶ καὶ τὸ ἐφ’ ἡμῖν·

εἰ δὲ τὰ τέλη μόνον, ὧν αἱ πράξεις χάριν, ἀκολουθεῖ δὲ ταῖς τοιαῖσδε πράξεσιν τὰ τοιάδε τέλη (οὐ γὰρ δὴ τοῖς ὁπωσοῦν πραχθεῖσιν ἕπεται ταὐτὸν τέλος), ἀνάγκη καὶ τὰς πράξεις, αἷς ἀκολουθήσει τὰ τοιαῦτα τέλη, καθειμάρθαι λέγειν.

οὐ γὰρ ἀκολουθήσει τὸ καθ’ εἱμαρμένην τέλος μὴ προηγησαμένων τῶν ἐπὶ τοῦτο ἀγουσῶν πράξεων.

καὶ τὸ ἐφ’ ἡμῖν δὲ περὶ ταῦτα·

ὅτι γάρ ἐστί τι ἐφ’ ἡμῖν, δῆλον καὶ ἐκ τῶνδ’ ἂν γένοιτο, εἴ γε δεῖ περὶ τῶν ἐναργῶν ἀποδείξεσιν χρῆσθαι·

ἔκ τε γὰρ τοῦ μηδὲν μὲν ⟨τῶν⟩ ὑπὸ τῆς φύσεως προηγουμένως γιγνομένων γίγνεσθαι μάτην, ἐν δὲ τοῖς ἀνθρώποις ὂν τὸ βουλεύεσθαι φύσει, ὂν δὲ καὶ προηγούμενον ἔργον τῆς φύσεως, εἴ γε τούτῳ δοκεῖ μάλιστα τῶν ἄλλων ζῴων ἄνθρωπος διαφέρειν, μάτην γίγνεσθαι, γεγονότος κενῶς εἰ μηδὲν ἐκ τῆς βουλῆς ὁ βουλευόμενος ἑλέσθαι κύριος, ἀλλὰ γὰρ ὡς ἔχοντες τοῦδε τὴν ἐξουσίαν αὐτοί γε ἐφ’ αὑτῶν βουλευόμεθα περὶ τῶν πρακτέων ἡμῖν, ἀλλ’ οὐκ εἴξαντες ταῖς φαντασίαις τοῖς ἀλόγοις τῶν ἄλλων ζῴων παραπλησίως αὐταῖς ἑπόμεθα, συμβούλους τε παρακαλοῦμεν, οὓς ἂν εἰδῶμεν πλέον τι δυναμένους ἡμῶν, εἰς τὴν κρίσιν τῶν προκειμένων, [*](1 καὶ om. Orelli fortasse ἐνδεχομένου cf. 184,32 3 τὸν om. Orelli 8 ἀναγκαία a πειρωμένους (in mg. προῃρημένους) VH: πειρωμένους KCa 9 τοῦ τὸ Ka ταὐτά scripsi cf.182,1: ταῦτα VKHCa παῤ ἃ Orelli 10 τὰ τὴν Orelli ἐπαράβατον a 13 ταὐτὰ scripsi: ταῦτα VKHCa 14 γίγνεσθαι καθ’ εἱμαρμένην λέγοιεν λέγοιμεν Orelli 16 εἶναι om. ka C? καὶ τὰ ἐφ’ Orelli 17 καὶ ante τὰς om. Orelli 19—20 μόνον—τέλη om. C 20—22 ἀνάγκη—εἱμαρμένην τέλος om. C 23 ὅτι γὰρ om. C 25 γὰρ i. e. λέγω cf. Ind. τε] cf. Ind. τῶν add. Bloch apud Orelli τῆς om. KCa 26 ante ἐν δὲ τοῖς ἀνθρώποις Blochio nonnulla excidisse videbantur, at omnia sana sunt,  dummodo γὰρ v. 25 recte interpretemur 27 ὂν δὲ VH: οὐδὲ K Ca 28 δοκεῖ τούτῳ KCa γίγνεται Orelli γεγονότος κενῶς del. Bloch 30 τοῦδε VKCa: τούτου H 33 ἡμῶν Orelli: ἡμῖν VCHKa)

184
καὶ τὴν αἵρεσιν συνάρασθαι.

ἤδη δὲ περὶ τῶν μειζόνων καὶ χαλεπωτέρων οὐκ ὀκνοῦμεν συμβούλους καὶ τοὺς θεοὺς παρακαλεῖν, ἀξιοῦντες παῤ αὐτῶν μαθεῖν ἢ διὰ χρησμῶν ἢ διὰ συμβούλων, ἢ δι’ ὀνείρων τινῶν, ὁπότερα χρὴ μᾶλλον ἡμᾶς ἑλέσθαι τῶν ζητουμένων.

ἱκαναὶ δὲ καὶ αἱ νομοθεσίαι τοῦτο συστῆσαι, ἐν αἷς διδασκαλίαις τέ τινων κελεύονται καὶ προστάσσεται τὰ ποιητέα, καὶ τιμῶνται μὲν οἱ πειθόμενοι τούτοις, κολάζονται δὲ οἱ μή.