De anima libri mantissa
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.
ὡς μὲν οὖν ὕλην τὴν τύχην καὶ τὸ αὐτόματον οὐδεὶς ἂν αἰτιάσαιτο τῶν γιγνομένων δι’ αὐτά.
οὐ γὰρ ὑποκείμενόν τι ἡ τύχη, σχηματιζόμενόν τε καὶ εἰδοποιούμενον ὑπό τινος ὡς ὕλη.
ὑπομένουσα γὰρ αὕτη δέχεται τὸ εἶδος καὶ ἔστιν αἰτία τῶν γιγνομένων ὡς ἐνυπάρχουσα τοῖς ἐξ αὐτῆς γεγονόσιν, ἡ δὲ τύχη καὶ τὸ αὐτόματον ἐν τοῖς δι’ αὐτὰ γιγνομένοις οὐκ ἔστιν ἐνυπάρχον·
[*](160v) τὸ γὰρ αὐτὸ τοῦτο γιγνόμενον κατὰ τύχην ἔχει τὴν τύχην ἐν αὑτῷ·
διὰ ταῦτα δὲ οὐδ’ ὡς εἶδός τε καὶ τὸ τί ἦν εἶναι αἴτια ταῦτα τοῖς δι᾿ αὐτά·
τὸ μὲν γὰρ εἶδος ἐνυπάρχει τῷ οὗ αἴτιόν ἐστι, γιγνόμενον ἐν τῇ ὕλῃ καὶ μένον, τούτων δὲ οὐδέτερον.
ἀλλὰ μὴν οὐδ’ ὡς τέλος καὶ τὸ οὗ ἕνεκεν αἴτιον ἡ τύχη τε καὶ τὸ αὐτόματον·
οὐδενὶ γὰρ τῶν γιγνομένων ἡ τύχη σκοπός·
ἑκάστῳ μὲν γὰρ τῶν γιγνομένων ἕνεκέν τινος ὡρισμένος ὁ σκοπός, ἀόριστον δὲ τούτων ἑκάτερον.
ἀλλὰ μὴν εἰ ἐν μηδενὶ τῶν τριῶν αἰτίων τούτων ἐστὶν ἡ τύχη, ἢ οὐδενός ἐστιν αἰτία, ἢ εἴη ἂν ἐν τοῖς ποιητικοῖς.
καὶ μὴν τὰ ποιητικὰ αἴτιά τινος ἕνεκεν ποιεῖ τὰ γιγνόμενα πρὸς αὐτῶν, καὶ ἔστιν αὐτοῖς ὡρισμένον τι τέλος προκείμενον, ὥσπερ ἢ τε φύσις καὶ ἡ τέχνη καὶ ἡ προαίρεσις, οὐδενὶ δὲ τούτων ταὐτὸν οὔτε τὸ αὐτόματον οὔτε ἡ τύχη.
ἄλλο γάρ τι παρὰ ταῦτα τούτων ἑκάτερον εἶναι δοκεῖ.