De anima libri mantissa
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.
καὶ τὰ μέν ἐστιν ὡρισμένα, καὶ ἐφ’ ὡρισμένον ἄγει τι, ἄστατον δὲ καὶ ἀόριστον [*](1 edidit Ioan. Conr. Orelli in libro „Alexandri Aphr. Ammonii etc. de fato quae supersunt“ Turici 1824 p. 124 2 καὶ Va: δὲ καὶ HC ἱκανὴ περὶ αὐτῶν κτλ.] cf. 179,25 et Alex. de fato 163r30 τὸ μὲν οὖν εἶναί τι τὴν εἱμαρμένην . . ἱκανῶς ἡ τῶν ἀνθρώπων συνίστησι πρόληψις κτλ. 4 τῆς om. C τῶν δεδογμένων HCa: τῶνδε δειγμενον V 6 αὐτῶν om. C Orelli 7 τίς ποιῆ a 8 αἰτίοις Ca: αὐτοῖς αἰτίοις VH καὶ ταῦτα VHa: καὶ καταυτα C 10 τεττάρων] τε in lit. V 12 κἀκείνων VC: καὶ τούτων H: κᾀείνων a 13 αὐτόματον] ante ν una litera erasa V καὶ τὸ αὐτόματον om. Orelli 15 αὕτη scripsi: αὐτὴ VHCa 16 αἰτιατῶν a ἐξ αὐτῆς VH: ἐξ αὐτῶν C: ἐξ αὐτοῖς a 17 fortasse ἐνυπάρχοντα· οὐ γὰρ αὐτὸ τὸ γιγνόμενον 18 οὐκ ἔχει Orelli 19 αὐτῷ VHCa 20 δι’ αὐτό V: αὐτά HCa 22 τε om. Ca 24 ὁ σκοπὸς ὡρισμένος Ca 26 ποιητιτὰ a ποιεῖν C 27 φύσει a 28 δὲ VHCa: τε Orelli 30 ἄστατον VH: ἄτακτον Ca)
εἰ δὴ δοκεῖ μὲν αἴτιά τινων εἶναι, μηδενὶ δέ ἐστι τῶν αἰτίων ταὐτά, κινδυνεύει ἢ μηδ’ ὅλως εἶναι, ἢ ἄλλος τις αἰτίων τρόπος ζητητέος.
μηδὲ ὅλως μὲν οὖν λέγειν εἶναι αὐτὰ ἄτοπον, πράγματα τοσαύτην ἰσχὺν ἐν τοῖς οὖσιν ἔχειν πεπιστευμένα, ἄλλος δέ τίς ποτ’ ἂν εἴη παρὰ τοὺς προειρημένους τρόπους αἰτίων;
μήποτ’ οὖν, ἐπεὶ τῶν αἰτίων τὰ μέν ἐστι καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός (ἔστι γάρ τινα καὶ κατὰ συμβεβηκὸς αἴτια·
τὸ γὰρ τῷ καθ’ αὑτὸ καὶ κυρίως αἰτίῳ τινὸς συμβεβηκὸς κατὰ συμβεβηκὸς αἴτιον, καὶ αὐτὸ τοῦτο προηγουμένως ἦν αἴτιον, ᾧ τοῦτο συμβεβήκει.
ὁ μὲν γὰρ ἰατρὸς αἴτιος καθ’ αὑτὸ τῆς ὑγιείας, ὁ δὲ λευκὸς κατὰ συμβεβηκός, εἰ εἴη τῷ ἰατρῷ τοῦτο συμβεβηκός·
τὸ γὰρ συμβεβηκὸς τῷ ποιοῦντι ποιητικὸν αἴτιον κατὰ συμβεβηκός·
ἔτι κατὰ συμβεβηκὸς ὁ ἰατρὸς ποιητικὸν αἴτιον, ἰσχνότητος φέρε εἰπεῖν, ἂν τῷ ὑγιαζομένῳ τοῦτο ἢ συμβεβηκός), ἐπεὶ τοίνυν ἐστὶ τῶν αἰτίων τὰ μὲν καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός, καὶ ἐν τοῖς καθ’ αὑτὰ αἰτίοις οὐχ οἷόν τε τιθέναι τὴν τύχην, ἐν τοῖς κατὰ συμβεβηκὸς ἂν εἴη.
τὰ μὲν γὰρ ὡρισμένα οὐ κατὰ συμβεβηκὸς ἂν εἴη, τὰ δὲ κατὰ συμβεβηκὸς ἀόριστά τε καὶ ἄστατα, ὁποῖον καὶ τὸ τῆς τύχης εἶναι φιλεῖ·
ἀόριστα γὰρ τὰ τῷ καθ’ αὑτὸ καὶ κυρίως αἰτίῳ συμβεβηκέναι δυνάμενα, ἃ πάντα καὶ αὐτὰ κατὰ συμβεβηκὸς αἴτια γίγνεται.
ἀλλ’ εἰ κατὰ συμβεβηκὸς αἴτιον ἡ τύχη, δεῖ τινι τῶν κυρίως αἰτίων λεγομένων αὐτὴν συμβεβηκέναι.
ἐπεὶ οὖν δοκεῖ ποιητικὸν εἶναί τινος ἡ τύχη (τὰ γὰρ κατὰ τύχην ἀπὸ τύχης φαμὲν γίγνεσθαί τε καὶ γεγονέναι), τῶν ποιητικῶν αἰτίων τινὶ ταῦτα ὑπάρχειν ἀνάγκη, εἴ γε φυλάξει τὴν χώραν τῶν αἰτίων.