De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Διαφέρει δὲ οὐθέν, εἴτε, τῆς στεγνώσεως καὶ πυκνώσεως φαύλης οὔσης καὶ ῥᾷστα διαλυθείσης, ὁ ἐφήμρς γένοιτο μόνος καὶ ἀπογένοιτο πυρετός, μηδεμιᾶς ἑτέρας ἐπιγενομένης ἐν τῷ σώματι διαθέσεως· εἴτε, καὶ μὴ διαλυθείσης, ἢ πρώτως ἢ καὶ μετὰ τὸ πνεῦμα οἱ ἐν ἡμῖν ἀναφθῶσι χυμοὶ ἢ καὶ τὰ μόρια, καὶ τοὺς σηπεδονώδεις ἢ καὶ ἑκτικοὺς ἀποτελέσωσι πυρετούς· οὐδὲν γὰρ τοῦτο πρὸς τὸν λόγον, ὃς τὸν ἐφήμερον ἐκ τοῦ περιέχοντος ἔστιν ὅτε διὰ μέσης τῆς τοῦ δέρματος στεγνώσεως ἢ πυκνώσεως λέγει γίγνεσθαι.

Οἱ δ᾽ ἐπὶ χυμοῖς ἀναπτόμενοι σηπομένοις γίγνονται μὲν καὶ αὐτοὶ ὑπὸ τῶν προκαταρκτικῶν αἰτίων ἀεί, οὐ μὲν ὡς προηγουμένων αἰτίων τῶν πρκαταρχόντων ποτέ, καθάπερ ἐπί τινων ἐφημέρων, ἀλλὰ διά τινος ἤ τινων τῶν αἰτίων τῶν προηγουμένων τε καὶ συνεζευγμένων· γίνονται γὰρ ὑπὸ προσεχῶν καὶ συνεζευγμένων αἰτίων ἀεί, τῶν χυμῶν καὶ τῶν ἐν αὐτοῖς σήψεων, οὐδέποτε δὲ ὡς ὑπὸ προηγουμένων τῶν προκαταρκτικῶν.

Καὶ τούτῳ διαφέρουσιν οἱ ἐφήμεροι τῶν ἐπὶ χυμοῖς πυρετῶν, ὅσον ἐν τοῖς αἰτίοις, τῷ τοὺς μὲν καὶ ὑπὸ τῶν προκαταρχόντων αἰτίων, ὡς προηγουμένων, γίγνεσθαι τοὺς ἐφημέρους· τοὺς δὲ ὑπὸ τῶν αὐτῶν μὲν ἀεί, οὐδέποτε δὲ

ὡς προηγουμένων, ἀλλὰ διὰ μέσων τινὸς ἤ τινων τῶν προηγουμένων αἰτίων, τοὺς ἐπὶ χυμοῖς

Παραιτοῦμαι δὲ ἐνταῦθα τὸν Ἀρεταῖον καὶ ἑτέρους, ἰδίαν εἰπόντας διάγνωσιν τῶν ἐπὶ χυμοῖς πυρετῶν καὶ οὐκ ἀχώριστον τὸ μηδὲν τῶν προκαταρκτικῶν αἰτίων ἡγήσασθαι τῶν τοιούτων πυρετῶν, ὅτι καὶ οὐδετέρῳ τῶν ἄλλων γενῶν τοῦθ᾽ ὑπάρχει, διὰ τὸ τοὺς μὲν ἐφημέρους ἅπαντας ἐπὶ ταῖς προκαταρκτικαῖς αἰτίαις συνίστασθαι, τοὺς δὲ ἑκτικούς, ὅταν ἄνευ τούτων γεννῶνται, μηδὲ ἐξ ἀρχῆς εἰσβάλλειν, καίτοι μηδένος οἵου τ᾽ ὄντος, οὐ πυρετοῦ μόνον, ἀλλ᾽ οὐδὲ νοσήματος οὑτινοσοῦν, ἄνευ τινὸς τῶν προκαταρχόντων ἄρχεσθαι.

Ἀλλὰ ταῦτα μὲν ἀκριβέστερον ἴσως κἀν τοῖς ἑξῆς θεωρήσομεν. Νῦν δ᾽ ἐπειδὴ οὐχὶ περὶ ἑνὸς εἴδους, ἀλλὰ περὶ πόλλων τε καὶ διαφερόντων λέγομεν πυρετῶν, δίκαιον ἂν εἴη φάναι πρῶτον περὶ τῆς διαφορᾶς αὐτῶν, εἶθ᾽ οὕτω καὶ περὶ τῶν ἄλλων, καθ᾽ εἱρμόν τινα προβαινούσης τῆς