De febribus [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.
Τοσαῦτα μὲν οὖν ἐν τῷ παρόντι περὶ τῶν αἰτίων ἐν γένει τε καὶ καθόλου. Ἑξῆς δὲ περὶ τῶν αἰτίων εἰπεῖν ἀνάγκη, δι᾽ ὧν οἱ πυρετοὶ γίγνονται· ἀγνοουμένων γὰρ τῶν αἰτίων, ἐξ ὧν οἱ πυρετοὶ γένοιντ᾽ ἄν, οὔτ᾽ ἀκριβῶς ἂν εἰδείη τις, τίς πότ᾽ ἐστιν ὁ πρὸ ὀφθαλμῶν πυρετός, οὔτε τὰ συνοίσοντα φάρμακα· ποιητικὰ δὲ ταῦτα ὑγείας, καὶ φθαρτικὰ πυρετοῦ καὶ τῶν αἰτίων ἐκείνου οὔθ’ εὑρεῖν οὔτ᾽ εἰσηγήσασθαι τέχνῃ τινὶ καὶ μεθόδῳ δυνήσαιτ᾽ ἄν, ὃς δὴ τῆς θεραπευτικῆς μεθόδου σκοπός ἐστιν ἐξοχώτατός τε καὶ
Λέγωμεν τοίνυν, ὅτι τῶν πυρετῶν ἅπαντες, καὶ οἱ ἐφήμεροι, καὶ οἱ ἐπὶ χυμοῖς ἀναπτόμενοι σηπομένις, προέτι δὲ καὶ οἱ ἑπτικοί, τοῖς προκαταρκτικοῖς αἰτίοις ἀποτελοῦνται καὶ γίγνονται, κἂν οἱ μὲν ἀμέσως, οἱ δ᾽ ἐμμέσως, καὶ μᾶλλόν τε καὶ ἧττον, ὡς δειχθήσεται, γίγνωνται
Ἐφήμεροι μὲν γὰρ ἀμέσως μᾶλλον ὑπὸ τῶν προκαταρχόντων γίγνονται, ὡς ἐπὶ πολὺ μὲν οἷον προηγυμένου μόνου ἐπεχόντων τόπον, ὅθ᾽ ὑπὸ ἡλιοκαΐας ἢ κινήσεως ἢ θυμοῦ ἢ ἄλλου του τῶν τοιούτων, πρώτως τὸ ἐν ἡμῖν ἀναφθὲν πνεῦμα διὰ μέσης καρδίας κατὰ τὸ συνεχὲς παντὶ μορίῳ τοῦ σώματος τὴν παρὰ φύσιν ἐκείνην διαδώσει θέρμην.
Ἔστι γὰρ πρῶτον ἡ ἡλιοκαΐα ἢ κίνησις προηγουμένου τόπον ἐπέχουσα, εἶτα τὸ ἀναφθὲν πνεῦμα τὸ συνεζευγμένον αἴτιον τοῦ ἐφημέρου, καὶ τρίτον αὐτὸς ὁ ἐφήμερος πυρετὸς τὸ ἀποτέλεσμα τῶν αἰτίων· ἔστι δὲ ὅτε, μεταξὺ τῶν προκαταρχόντων αἰτίων καὶ τοῦ συνεζευγμένου,
προηγουμένου παρεμπίπτοντος αἰτίου, ὅταν τὸ μὲν περιέχον ψυχρὸν τὸ δέρμα πυκνώσῃ, ἡ δὲ τοῦ δέρματος πύκνωσις τὸ πνεῦμα ἀνάψῃ, μὴ ἑλκομένης εἴσω τῆς ἐμψυχούσης τε καὶ ῥιπιζούσης τὸ κατὰ φύσιν θερμὸν ἀερώδους οὐσίας· διαπνεῖται γὰρ ὅσαι ὧραι τὰ τῶν ζῴων σώματα, τῶν μὲν ἀτμωδῶν καὶ λιγνυωδῶν περιπτωμάτων εἐς τὰ ἐκτὸς ἀπὸχεομένων, ἀντεισερχομένης δὲ τῆς ἀερώδους οὐσίας καὶ τὸ ἔμφυτον ῥιπιζούσης θερμόν. Πυκνωθέντος δὲ τῇ τοῦ περιέχοντος ψύξει καὶ τοῖς ἄλλοις, ὅσα πυκνοῦν εἴωθε, τοῦ δέρματος, ἀνάγκη τὸ πνεῦμα ἀνάπτεσθαι κατὰ τὸν λόγον, ὃν εἴπομεν, κἀντεῦθεν τὸν ἐφήμερον γίνεσθαι πυρετόν.Ἔσται γὰρ οὕτω πρῶτον μὲν αἴτιον ἣ τοῦ ὕδατος ἢ τοῦ ἀέρος ψυχρότης προκαταρκτικὸν οὖσα αἴτιον, εἵθ᾽ ἡ τοῦ δέρματος πύκνωσις προηγούμενον αἴτιον, τρίτον δὲ τὸ ἀναφθέντα πνεῦμα τῆς ἐφημέρου διαθέσεως αἴτιον, καὶ τέταρτον αὐτὸς ὁ ἐφήμερος πυρετὸς τὸ ἀποτέλεσμα τοῦ αἰτίων.