De febribus [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.
Καὶ προκαταρκτικὰ μέν ἐστι τὰ παρὰ τὴν οὐσίαν ὄντα τοῦ σώματος, ἔξωθέν τε προσπίπτοντα καὶ ἀλλοιοῦντα τὸ σῶμα μεγάλως καὶ μεταβάλλοντα, ὧν τὰ μὲν ἐξ ἀνάγκης ἀλλοιοῖ τὸ σῶμα καὶ μεταβάλλει, οἷς ἀδύνατον αὐτῷ μὴ πλησιάζειν, τὰ δὲ οὐκ ἐξ ἀνάγκης· ἐξ ἀνάγκης μὲν ταῦτα, ἔξ ὄντα τῷ γένει· ἓν μὲν ἀὴρ καὶ ἅπαν τὸ ὁπωσοῦν περιέχον, ἕτερον δὲ ἠρεμία καὶ κίνησις ὅλου τε τοῦ σώματος καὶ κατὰ μόρια, τρίτον ὕπνος καὶ ἐργήγορις, τέταρτον τροφαὶ καὶ πόσεις καὶ ὅλως τὰ προσφερόμενα, πέμπτον τὰ ἐκκρινόμενα καὶ ἐπεχόμενα καὶ ἁπλῶς πλησμονή τε καὶ κένωσις, ἕκτον τὰ τῆς ψυχῆς πάθη, οἷον θυμός, χαρά, λύπη καὶ ὅσα τοιαῦτα.
Καὶ ταῦτα γὰρ παρὰ τὴν οὐσίαν τοῦ σώματος, ὅτι καὶ ἕτερόν τι ψυχὴ τοῦ σώματος. Τὰ δὲ μὴ ἐξ ἀνάγκης, ὅσα τε ἀπὸ τύχης καὶ αὐτομάτου, καὶ ὅσα κατὰ προαίρεσιν, οἷον ξίφος ἢ θηρίον ἢ λίθος ἢ κώνειον ἢ κρημνὸς καὶ τἄλλα τῶν τοιούτων, οἷς ἐξ ἀνάγκης ἐντυχεῖν οὐκ ἔστιν, ἀλλὰ τύχῃ τε καὶ τῷ αὐτομάτῳ καὶ τῇ προαιρέσει πολλάκις ἐπέρχεταί τε καὶ οὐκ ἐπέρχεται.
Ἄφυκτά γε μὴν καὶ τὰ ἐξ ἀνάγκης, καὶ ἀεὶ τούτοις ἐντυγχάνειν ἀνάγκη, εἴ γε ζῆν μέλλει τὸ σῶμα. Δεῖ γὰρ τὸν ἄνθρωπον, εἴ γε ζῆν μέλλει, καὶ ἐν ἀέρι τὰς διατριβὰς ὅσαι ὧραι ποιεῖσθαι, καὶ κινεῖσθαι παρὰ μέρος, καὶ ἠρεμεῖν ἢ καθ᾽ ὅλον ἢ κατὰ μόρια, καὶ καθεύδειν ὁμοίως, καὶ ἐγρηγορέναι, καὶ ἐσθίειν, καὶ πίνειν, καὶ πληροῦσθαι, καὶ κενοῦσθαι, καὶ χαίρειν ἢ λυπεῖσθαι, καὶ ὀργίζεσθαι ἢ φοβεῖσθαι, καὶ τἄλλα πάσχειν, ὅσα παθήματα τῆς ψυχῆς.
Προκαταρκτικὰ μὲν οὖν τὰ τοιαδὶ τῶν αἰτίων, ἐξ ἀνάγκης τε ἐπερχόμενα καὶ οὐκ ἐξ ἀνάγκης, ὡς εἴρηται· προηγούμενα δὲ καὶ συνεζευγμένα τὰ κατὰ τὸ αὐτὸ σῶμα,
οἷον ἐμφράξεις, χυμοὶ καὶ κράσεις καὶ διαπλάσεις.Διαφέρουσι δὲ ἀλλήλων τῷ τὰ μὲν ἀμέσως ἀποτελεῖν τὴν διάθεσιν, ὡς ἡ σῆψις τὸν πυρετόν, τὰ συζευγμένα· τὰ δὲ ἐμμέσως, ὡς ἡ στέγνωσις ἢ καὶ ἡ ἔμφραξις τὸν πυρετὸν διὰ μέσης τῆς σηπεδόνος, τὰ προηγούμενα.
Τά γε μὴν προκατάρχοντα τῶν αἰτίων ἐνίοτε μὲν ἀμέσως ἀποτελεῖ τὴν ἣν ἀποτελοῦσι διάθεσιν, κἂν τούτῳ τοῖς συνεζευγμένοις αἰτίοις ξυνέρχεται, ὥσπερ ἡ τοῦ περιέχοντος θέρμη ἢ καὶ ὑπερβάλλουσά τις κίνησις. ἔστιν ὅτε μηδενὸς μεσολαβοῦντος τοῦ δι᾽ οὗ, πυρετὸν ἀφ’ ἑαυτῶν ἀνῆψαν καὶ ἀπετέλεσαν, ὡς ἐπί τινων ἐστὶν ἰδεῖν σπανιώτατα γινόμενον πυρετῶν· ἔστι δὲ ὅτε καὶ ἐμμέσως ἢ μόνου μεσολαβοῦντος τοῦ συνεζευγνυμένου αἰτίου, ἐν ᾧ καὶ προηγουμένου τόπον ἐπέχει, ὡς ἐπὶ τῶν πλείστων ἐφημέρων ἐστὶν ἰδεῖν καὶ ἐπ᾽ ὀλίγων τῶν ἐπὶ χυμοῖς πυρετῶν, ἢ καὶ ἁμφοτέρων τοῦ τε προηγουμένου καὶ τοῦ συνεζευγμένου μεσολαβούντων, ὡς ἐπί τινων ἐφημέρων καὶ ἐφ᾽ ὅτι πλείστων τῶν ἐπὶ χυμοῖς γίνεται πυρετῶν.
Παράδειγμα τοῦ προτέρου ἐπὶ μὲν τῶν ἐφημέρων, ὅθ᾽ ἡ τοῦ ἡλίου θερμότης ἢ κίνησις ἢ ἄλλο τι τῶν τοιούτων τὸ ἐν ἡμῖν ἀμέσως πνεῦμα συνάψει, τούτου δὲ μεσολαβοῦντος, τὴν ἐφήμερον ἀποτελέσει διάθεσιν, ἐπὶ δὲ τῶν ἐπὶ χυμοῖς πυρετῶν, ὅθ᾽ ἡ τοῦ ἡλίου θερμότης ἢ σφόδρα κίνησις ἢ τροφὴ φαύλη καὶ τὰ τοιαῦτα τὸν χυμὸν μὲν ἀλλοιώσει καὶ διαφθείρει, καὶ ἁπλῶς ἢ τὴν κρᾶσιν ἢ τὴν διάπλασιν, ἑνὸς δὲ τούτων μεσολαβοῦντος, ἔπειτα τὸν ἐπὶ χυμοῖς ἀνῆψε καὶ ἀπετέλεσε.