De febribus [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.
̓ναπολαμβάνοντες οὖν τὴν ἀπορίαν φαμέν, ὅτι κἂν ἦ τὰ τοιαῦτα καὶ ὑλικὰ καὶ εἰδικὰ καὶ τελικὰ ὑγείας καὶ νόσου αἴτια, λόγος γε μὴν περὶ τούτων εἰδήσεως τε καὶ ἀπόδειξις οὐκ ἔστι τῷ ἰατρῷ, οὐδ᾽ ᾗ ἰατρὸς λόγον ποιεῖται· λαμβάνει γὰρ ταῦτα ἀνυποδείκτως παρὰ τοῦ φυσικοῦ φιλοσόφου, καὶ ὥσπερ ἀρχὰς ἀνυποδείκτους τῆς οἰκείας ὑποτίθησι τέχνης.
Περὶ δὲ τῶν ποιητικῶν καὶ φυλακτικῶν αἰτίων ὑγείας καὶ νόσου λόγον ὅτι πλεῖστον ποιεῖται, καὶ δι᾽ ἀποδείξεως ἐκ τῶν οἰκείων ἀρχῶν ἀνιχνεύει τε καὶ συλλογίζεται περὶ τούτων, καὶ εὑρίσκει ὁποῖα ἄττα καὶ ὅσα ἐστί. Ταῦτά τοι τὸ παρ᾽ ἰατροῖς αἴτιον, τὸ ποιητικόν ἐστι μόνον καὶ φυλακτικὸν ὑγείας καὶ νόσου καὶ τῆς οὐδετέρας διαθέσεως
Ἰστέον δέ, ὅτι τὸ παρ᾽ ἰατροῖς αἴτιον τριχῶς διαιρεῖται, εἴς τε τὸ ποιητικὸν καὶ τὸ φυλακτικὸν καὶ τὸ προφυλακτικόν. Καὶ τὸ ποιητικὸν μὲν ταῖς τρισὶν ἁρμόζει διαθέσεσιν, ἤ τοι ὑγείᾳ καὶ νόσῳ καὶ τῇ οὐδετέρᾳ διαθέσει τὸ δὲ φυλακτικὸν ταῖς δυσίν, ὑγείᾳ καὶ νόσῳ· τὸ δὲ προφυλακτικὸν μόνῃ τῇ οὐδετέρᾳ.
Διαφέρει δὲ τῷ τὰ μὲν κατὰ βραχὺ τὰς ἐπανορθώσεις ποιεῖσθαι, πρὶν ἀθρόον ἀπαντῆσαι τὸ βλάβος, τὸ δὲ καὶ τοῦ βλάβους, πλὴν ἀναισθήτως πως, ἀναντήσαντος. Τὰ γὰρ φυλακτικὰ οὐ προφυλακτικὰ τοῦ μέλλοντος ἔσεσθαι κακοῦ καὶ τῆς νόσου, τὸ εἶναι ἐχούσης ἐν τῷ ἰδίῳ αἰτίῳ, ὃ δὴ τὸ σῶμά πως διατίθησιν. ἀλλὰ φυλακτικὰ τῆς παρούσης ὑγείας καὶ τοῦ ὑγιεινοῦ σώματος, ἐν ὧ οὐδαμῆ οὐδαμῶς οὔθ᾽ ἁπλῶς, οὔτε περὶ τῆς νόσου οὐδέν.
Ταῦτ᾽ ἄρα, τὰ μὲν φυλακτικὰ τῆς ὑγείας καὶ τῆς παρούσης κατασκευῆς, τὰ δὲ προφυλακτικὰ τοῦ μέλλοντος ἔσεσθαι κακοῦ καὶ τῆς νόσου πρὸς τῶν ἰατρῶν ὀνομάζεται.
Ἐκ δὲ τούτων ἁπάντων
φανερὸν γέγονεν, ὡς τὸ παρ᾽ ἰατροῖς αἴτιον τὸ πρῶτον ὄν ἐστιν, ἀφ’ οὗ γίγνεταί τις ἐν τῷ ἀνθρωποίῳ σώματι διάθεσις ἢ διαμονὴ διαθέσεως· ἑξῆς δ᾽ ἄν εἴη λέγειν ὁπόσα καὶ οἷα παρ’ αὐτοῖς πάλιν τὰΤῶν οὖν αἰτίων εἴθ᾽ ὑγιεινά, εἴτε νοσώδη, εἴτε οὐδέτερα, εἴτ᾽ αὖ πάλιν ποιητικά, εἴτε φυλακτικά, εἴτε προφυλακτικά, τὰ μὲν προκατάρχοντά τε καὶ προκαταρκτικά, τὰ δὲ προηγούμενα, τὰ δὲ συνεζευγμένα πρὸς ἰατρῶν κέκληται.