De febribus [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.
Παρὰ δὲ ταῦτα καὶ ἄλογον τὸ τὴν ὑγείαν τε καὶ τὴν νόσον ὡς ἐν ὑποκειμένῳ τῷ χυμῷ οἴεσθαι εἶναι, ἵν᾽ ὁ χυμός, ἔτι μένων χυμὸς καὶ μήπω μεταβαλὼν εἰς μόριον, ὑποκείμενον εἴη νόσου τε καὶ ὑγείας κατὰ τὴν ἑαυτοῦ ὕπαρξιν, ὥσπερ τὸ μόριον· οὗ γὰρ οὐδεμία γένοιτ᾽ ἂν ἐνέργεια τελεία ἢ ἀτελής, τούτου τίς γένοιτ᾽ ἂν ὑγεία καὶ νόσος;
Χυμὸν δὲ μηδεμιᾶς μετέχειν ψυχικῆς ἐνεργείας οὐκ ἔστιν, ὃς ἀμφιβάλλει. Δυνάμει γε μέντοι ὁ χυμὸς ὑποκείμενος ὑγείας καὶ νόσου, ὥσπερ ἐστὶ καὶ δυνάμει τὰ μόρια, εἰς ἃ μετα2ο0 βάλλει, τροφὴ γινόμενα ἐκείνοις δι᾽ ἀλλοιώσεως, ἢ ὡς ἐξ οὗ τὰ μόρια γέγονεν, ὡς ἐκ δευτέρου στοιχείου.
Λέγοιτο δ᾽ ἄν ἔτι νόσος ἐν χυμῷ καὶ ὑγεία, ὡς ἐν ποιητικῷ τούτων αἰτίῳ, καὶ οὐχ ὡς ἐπιδεκτικῷ, καθ᾽ ὃ τὰ ἀποτελέσματα ἐν τῷ ποιοῦντι, καὶ ὁ ἀνδριὰς ἐν τῷ ἀνδριαντοποιῷ.
Καὶ αἱ κρίσεις δὲ καὶ αἱ διαπλάσεις καὶ αἱ δυνάμεις, ἃς τῶν ἰατρῶν ἔνιοι ὑγείας καὶ νόσου φασὶν εἰδικὰ αἴτια εἶναι, καταχρηστικῶς ἐκείνων εἰδικὰ αἴτια λέγεται· εἶδος γὰρ εἴδους οὐκ ἔστιν, ὡς μικρῷ πρόσθεν ἐλέγομεν· κράσεις μέντοι καὶ διαπλάσεις εἴδη ὑλικά πως ὑγείας καὶ νόσου αἴτια· οὐ γάρ ἐστιν ἡ κρᾶσις ἢ ἡ διάπλασις ὑγεία καὶ νόσος, ἀλλ᾽ ἡ ἐν ἐκείναις εὐκρασία ἢ δυσκρασία καὶ ξυμμετρία ἢ δυσκρασία καὶ ξυμμετρία ἢ ἀμετρία, ὥστε ὑγεία καὶ νόσος εἴδη εἴδεσι προστιθέμεναι.
Καὶ αἱ τῆς ψυχῆς δὲ δυνάμεις μετὰ τὴν ὑγείαν τε καὶ τὴν νόσον ἐν τῷ σώματι χρηστῶς ἢ φαύλως ἐργαζόμεναι, δοκοῦσί πως ἐκείνων εἰδικὰ αἴτια· τὸ γὰρ ἐπιγιγνόμενόν τῳ δοκεῖ καὶ εἶδος ἐκείνου, ᾧ ἐπιγίγνεται.