De febribus [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.
Πρότερα μὲν οὖν κράσεις καὶ
διαπλάσεις, μετὰ δὲ ὑγεία καὶ νόσος, καὶ τρίτα γε αἱ δυνάμεις, ἅπαντα εἴδη· ὑγεία γε μὴν καὶ νόσος, τὰ μεταξὺ τοῖν δυοῖν, τῶν μὲν προτέρων εἰδικά, τῶν δὲ τελευταίων ὑλικά πως εἰσίν, ὡς εἴρηται, αἴτια.Καὶ μὲν δὴ τὰς ἐνεργείας οὐδείς ἐστιν ὃς ἀμφιγνοεῖ ὑγείας καὶ νόσου τελικὰ εἶναι αἴτια· διὰ γὰρ τὴν ἀτελῆ ἡ νόσος ἐνέργειαν, ὥσπερ καὶ διὰ τὴν τελείαν καὶ εὖ ἔχουσαν ἡ ὑγεία.
̓ναπολαμβάνοντες οὖν τὴν ἀπορίαν φαμέν, ὅτι κἂν ἦ τὰ τοιαῦτα καὶ ὑλικὰ καὶ εἰδικὰ καὶ τελικὰ ὑγείας καὶ νόσου αἴτια, λόγος γε μὴν περὶ τούτων εἰδήσεως τε καὶ ἀπόδειξις οὐκ ἔστι τῷ ἰατρῷ, οὐδ᾽ ᾗ ἰατρὸς λόγον ποιεῖται· λαμβάνει γὰρ ταῦτα ἀνυποδείκτως παρὰ τοῦ φυσικοῦ φιλοσόφου, καὶ ὥσπερ ἀρχὰς ἀνυποδείκτους τῆς οἰκείας ὑποτίθησι τέχνης.
Περὶ δὲ τῶν ποιητικῶν καὶ φυλακτικῶν αἰτίων ὑγείας καὶ νόσου λόγον ὅτι πλεῖστον ποιεῖται, καὶ δι᾽ ἀποδείξεως ἐκ τῶν οἰκείων ἀρχῶν ἀνιχνεύει τε καὶ συλλογίζεται περὶ τούτων, καὶ εὑρίσκει ὁποῖα ἄττα καὶ ὅσα ἐστί. Ταῦτά τοι τὸ παρ᾽ ἰατροῖς αἴτιον, τὸ ποιητικόν ἐστι μόνον καὶ φυλακτικὸν ὑγείας καὶ νόσου καὶ τῆς οὐδετέρας διαθέσεως
Ἰστέον δέ, ὅτι τὸ παρ᾽ ἰατροῖς αἴτιον τριχῶς διαιρεῖται, εἴς τε τὸ ποιητικὸν καὶ τὸ φυλακτικὸν καὶ τὸ προφυλακτικόν. Καὶ τὸ ποιητικὸν μὲν ταῖς τρισὶν ἁρμόζει διαθέσεσιν, ἤ τοι ὑγείᾳ καὶ νόσῳ καὶ τῇ οὐδετέρᾳ διαθέσει τὸ δὲ φυλακτικὸν ταῖς δυσίν, ὑγείᾳ καὶ νόσῳ· τὸ δὲ προφυλακτικὸν μόνῃ τῇ οὐδετέρᾳ.