De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Τὸ δὲ τοιοῦτον μέσον, τὸ δὴ τοῦ σώματος ἀλλοιώσεων, εἴτε θέρμανσις εἴτε ψύχρανσις εἴη, εἴτε καὶ ἄλλη τις τῶν ἐκ τῶν πρώτων ποιοτήτων παρωνύμως γε λεγομένων, παρ᾽ ἰατροῖς

δυσκρασία λέγεται διὰ τὸ τὴν τῶν ἐναντίων ἐν αὐτῇ μάχην ἐνεστάναι· δυσκρασία μὲν τῷ μὴ ἀνάλογος εἶναι ταῖς φυσικαῖς ἐνεργείας, διάφορος δὲ τῇ πρὸς τὴν φυσικὴν αὐτῆς σχέσει.

Ἐν τῷ τοιούτῳ τοίνυν μέσῳ καὶ τὰ τοῦ σώματος μόριά φαμεν εἶναι, ὅτε τὸ σῶμα πυρέττει τὸν ἐπὶ πνεύμασιν ἢ χυμοῖς σηπυμένοις ἀναπτόμενον πυρετόν, ὡς ἐκ τῶν ἔμπροσθεν ῥηθέντων ἐστὶν ἰδεῖν.

Τῆς δ᾽ ἀλλοιώσεως ἤδη πρὸς τὸ τέλος ἡκούσης, καὶ τῆς τῶν ἐναντίων πρὸς ἄλληλα μάχης γε παυσαμένης, ἥ τ᾽ ἐπιγινομένη κρᾶσις ἴση λέγεται, θατέρου τῶν ἐναντίων ὅλου φθαρέντος, καὶ τὰ μόρια ὑπὸ τὴν τοιαύτην κρᾶσιν εἶναι καὶ ὑπὸ τὸ τεθερμάσθαι φαμέν.

Παυσαμένης δὲ τῆς ἀλλοιώσεως καὶ τῆς ἴσης ἐκείνης καλουμένης κράσεως ἐπιγενομένης, ἐπεὶ τὸ αἰσθάνεσθαι ἀλλοιώσει τινὶ τῶν αἰσθήσεων γίνεται, οὐκ ἔσται τῆς ἴσης ἐκείνης, ὥσπερ οὐδὲ τῆς φυσικῆς οὐδεμία κράσεως αἴσθησις, οὐδὲ ὀδύνη λυποῦσα τὴν αἴσθησιν.

Γέγονε γὰρ ὡσπερεὶ φυσική τις τῶν μορίων διάθεσίς τε καὶ κρᾶσις, ἧς οὐδεμία παρὰ τοῦ ἔχοντος αἴσθησις, τοῦ μηδεμίαν αὐτοῦ τινος εἰς ἑαυτὸν γίγνεσθαι δρᾶσιν, καὶ ὥσπερ ἕξις τις τοῖς μορίοις ἐμπεφυκυῖα, ὅθεν καὶ τοῦ ὀνόματος ἔτυχεν, ἑκτικὸς πυρετὸς καλουμένη παρ᾽ ἰατροῖς.

Τούτων τοίνυν οὕτω διωρισμέ νων, ἐντεῦθεν ἐστὶν ἰδεῖν, ὅτι ὥσπερ οὐκ ἔστι κυρίως εἰπεῖν τὸ μέλαν, ὅτε λευκαίνεται, ταὐτὸν δὲ εἰπεῖν, ὅτε ὑπὸ τὴν κίνησιν ἔτι καὶ ἐν τῷ μεταξύ ἐστι τῆς κινήσεως, ὅτι μετέβαλεν εἰς λευκόν, τῷ τὸ λευκαινόμενον ἔτι μὴ λελευκάσθαι, καθάπερ οὐδὲ λευκανθὲν καὶ ἐν τῷ εἰς ὃ τῆς κινήσεως ὂν λέγοιτ’ ἂν ἀμηγέπη μέλαν, τῆς μελανίας πάντη φθαρείσης, οὕτως οὐδὲ τὸν ἐπὶ πνεύμασι καὶ χυμοῖς σηπομένοις ἀναπτόμενον πυρετὸν λέγειν δίκαιον παρὰ φύσιν θερμασίαν εἰς πυρώδη μεταβάλλουσαν.