De febribus [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.
Τὸ γὰρ μεταβάλλον οὐ μεταβέβληκεν, εἰ μή τις λέγειν ἐθέλει πᾶν τὸ μεταξὺ εἶδος καὶ πᾶσαν ἀπόστασιν πυρώδη καὶ θερμότητα καὶ δυνάμει μόνον οὖσαν, ἐντελεχείᾳ δὲ οὔ· τὸ γὰρ κινούμενον δυνάμει τοῦ πρὸς ὃ κινεῖται, οὐκ ἐντελεχείᾳ· οὐ γὰρ ἂν ἐκινεῖτο, ἀλλ᾽ ἠρέμει, τοιοῦτον ἐντελεχείᾳ ὄν, οἷον τὸ πρὸς ὃ κινεῖται· ἄλλως γὰρ κινούμενον τὸ αὐτό, καὶ μὴ
κινούμενον κατὰ τὸ αὐτὸ καὶ ἐν τῷ αὐτῷ γ᾽ εἴη ἄν, ὅπερ ἀντίφασις· ὅ γε μὴν ἑκτικὸς πυρετὸς ἔστι μὲν ὡς τὸ κατὰ φύσιν θερμὸν εἰς τὸ πυρῶδες μεταβάλλον, ἔστι δὲ ὡς οὔ.Εἰ μὲν γὰρ τὸ θερμὸν ἀντὶ τῆς ποιότητος νοηθείη τε καὶ ληφθείη, οὐκ ἔστι· τὸ γὰρ πυρῶδες ἐκεῖνο θερμὸν οὐδαμῶς ἐστι τὸ κατὰ φύσιν θερμόν· εἰ δ᾽ ἀντὶ τοῦ ὑποκειμένου, καὶ μάλα· τὸ γὰρ ἐν τῷ ἑκτικῷ μεταβάλλον πυρετῷ, ποιόν, ἀλλ᾽ οὐ ποιότης ἐστί, καὶ τὸ τοιοῦτον οὐ θέρμη, θερμὸν δὲ λέγεται, οὐδ᾽ αὖ πυρετός, ἀλλὰ μᾶλλον πυρέσσον· χρῶνται δ᾽ ὁμοίως οἱ ἰατροὶ ταῖς τοιαύταις τῶν λέξεων ἐστιν ὅτε, καὶ οὐκ ἄνευ ἴσως αἰτίας καὶ λόγου.
Ἐπειδὴ γὰρ ἐν τῷ μεταξὺ τῆς τοιαύτης ἀλλοιώσεως ἄπειρα δήπου τὰ εἴδη, καθάπερ ἐν τοῖς φυσικοῖς δέδεικται, μὴ τυχόντα ὀνόματος, ἔδει τὸν ἰατρόν, περὶ ἐκείνων λόγον ποιούμενον, τῷ τοῦ ἄκρου, πρὸς ὅπερ ἡ κίνησις, ὀνόματι ταῦτα καλεῖν, περὶ παντὸς ἁπλῶς λέγοντα πυρετοῦ, ὅτι τὸ κατὰ φύσιν θερμόν ἐστι πρὸς τὸ πυρῶδες μεταβάλλον. Ἀληθεύει δὲ μᾶλλον, εἴτις ἐθέλοι λέγειν τὸ τοιοῦτον περὶ τοῦ ἑκτικοῦ, καθάπερ εἴρηται,
Ἐπιστάσεως δὲ ἄξιον, ὅτι ὁ πυρετὸς οὐκ ἔστιν οὐδενὸς ἢ μόνων τῶν σώματος, ἃ καὶ κυρίως ἔστι τε καὶ λέγεται ἔμψυχα· οὔτε γὰρ τὸ ἐν ἡμῖν πνεῦμα κυρίως, οὔθ᾽ οἱ χυμοί, μόνα δὲ πυρέττει τὰ τοῦ σώματος μόρια, ἅπερ καὶ ὄργανα τῶν παρ’ ἡμῖν εἰσιν ἐνεργειῶν, εἰκότως.
Ὡς γὰρ ἡ ὑγεία, διάθεσις φυσική τις οὖσα τοῦ ἀνθρωπίνου σώματος, δι’ ἧς τελείως ὁ ἄνθρωπος τὰς ἑαυτοῦ προσηκούσας ἐνεργείας ἀποτελεῖ, ἐν τοῖς μορίοις ἐστὶ τοῦ σώματος, ὧν αἱ ἐνέργειαι· χυμοὶ δὲ καὶ πνεύματα ποιητικὰ ταύτης αἴτια, τὰ μὲν ὡς ὄργανον καθόλου καὶ γενικὸν τῆς ψυχῆς, οἱ δὲ ὡς ὕλη τῶν μορίων, ἐξ ὧν αὔξεταί τε καὶ τρέφεται· οὕτω καὶ ἡ νόσος, ἧς εἶδος ὁ πυρετός, διάθεσις παρὰ φύσιν τοῦ ἀνθρωπίνου σώματος, ὑφ᾽ ἧς ἐν ταῖς ἐνεργείαις καθ᾽ αὑτὸ καὶ πρώτος αἰσθητὴ γίγνεται βλάβη, ἐν τοῖς αὐτοῖς ἔσται μορίοις τοῦ σώματος, ὧν αἱ ἐνέργειαι· τὰ γὰρ ἐναντία ἐν τῷ αὐτῷ πέφυκε γίγνεσθαι.
Πνεῦμα δὲ καὶ χυμοὶ ποιητικὰ μᾶλλον, ἀλλ᾽ οὐχ ὑλικὰ νόσου καὶ πυρετῶν αἴτια. ἄλλως τε νόσον καὶ ὑγείαν, πάθη τῶν τοῦ ἐμψύχου,
ᾗ ἔμψυχα, ὄντα, δεῖ ὡς ἐν ὑποκειμένοις εἶναι τοῖς ἐμψύχοις μόνα δὲ τῶν ἐν ἡμῖν ὄντων τὰ μόρια ἔμψυχα· πνεύματα γὰρ καὶ χυμοὶ ἄψυχα, μήτε τρεφόμενα, μήτ᾽ ἄλλην τινὰ φυσικὴν ἐνεργείαν ἔχοντα· ὥστε πᾶς πυρετός, εἴτ᾽ ἐφήμερος, εἴτ᾽ ἐπὶ χυμοῖς ἀναπτόμενος σηπομένοις, εἴτε καὶ ἐπτικὸς ἐν τοῖς μορίοις ἐστὶ τοῦ σώματος, κἂν οἱ μὲν γίγνωνται ἔτι καὶ ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχωσιν, ὁ δ᾽ ἑκτικός, γεγονὼς ἤδη, οὐκέτι γίγνεται, οὐδ᾽ ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχει.