περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ὑπόσχεσις καὶ ἐπαγγελία διαφέρει. ὑπισχνεῖται μὲν γὰρ ὁ τὸ ἀξιωθὲν διδόναι μέλλων ἐπαγγέλλεται δέ ὁ δίχα παρακλήσεως παρέχειν βουλόμενος.

ὑποψία ὑφοράσεως διαφέρει. ὑποψία μέν γάρ ἐστι κακοῦ τις ὑπόνοια, ὑφόρασις δὲ δόξα ἐπὶ τὸ χεῖρον.

[*](140 Va.)

ὑπάρξαι τό τε γενέσθαι καὶ τὸ κατάρξασθαι.

ὑπάγειν καὶ πορεύεσθαι διαφέρει, ὅτι τὸ πορεύεσθαι μέν ἐστι τὸ βαδίζειν, ὑπάγειν δέ τὸ ὑπὸ ζυγὸν ἄγειν

127
βοῦς ἢ ἵππους ἤ τι τοιοῦτον. ὡς καὶ Ὅμηρος (Π 148)
  • ‘ὔπαγε ζυγὸν ὠκέας ἵππουςʼ.
  • οἱ δὲ βοηθοῦντες τῇ λέξει φασίν, ὅτι ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν ὥσπερ ὑφηγητὴν ἀντὶ τοῦ προηγητὴν καὶ ὑπογραμμὸν ἀντὶ τοῦ προγραμμόν ὥς φησι καὶ Ἀριστοφάνης (II p. 1188 M. ═ fr. 652 K.)·
  • ‘ἐγὼ δέ ὑπαίρω τὸν ὅρκον’
  • ἀντὶ τοῦ προαίρω. οὕτως οὖν καὶ ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν, τοῦτ᾿ ἔστιν εἰς τοὔμπροσθεν πορεύεσθαι. κέχρηται τῇ λέξει Εὔπολις ἐν Βάπταις (II p. 447 M. ═ fr. 79 K.)·
  • ‘σὺ δʼ ὕπαγε εἰς τοὔμπροσθενʼ.
  • [*](141 Va.)

    φακοὺς καὶ φακῆν διαφέρειν φασίν· φακοὶ οἱ ἔτι μοί, οὐχ ἑνικῶς, φακῆ δὲ ἡ ἑψημένη. τετήρηται παρὰ τοῖς παλαιοῖς ἡ διαφορά.

    φαυλία καὶ φυλία διαφέρει. φαυλία μὲν γὰρ εἶδος ἐλαίας, φυλία δὲ ἡ σχῖνος.

    φάκελος σφακέλου διαφέρει. φάκελος μὲν γάρ ἐστι

    128
    φορτίον ξύλων· Θουκυδίδης (cf. 2, 77, 3) ‘φακέλους ὕλης ἀργείας᾿ . σφάκελος δέ ὁ μετὰ φλεγμονῆς σπασμός.

    φάσκ†α†λος φασκωλίου διαφέρει. φάσκαλος μὲν γάρ ἐστιν ἱστινοφορίὶς,· ἱματιοφορί??ς?? δέ ἐστι δερμάτιον.

    φαρμακεία γοητείας διαφέρει. φαρμακεία μὲν γάρ [*](142 Va.) ἐστι κυρίως ἡ βλάβη ἡ διὰ δηλητηρίου τινὸς γινομένη φαρμάκου, γοητεία δὲ ἡ ὑπὸ ἐπικλήσεώς τε καὶ ἐπαοιδῆς.

    φαρμακεὺς ὁ φάρμακος· φαρμακὸς δέ ὀξυτόνως ὁ ἐπὶ καθάρσει τῆς πόλεως ῥιπτόμενος.

    φάσμα μέν ἐστι τὸ ὅμοιον ἀληθεία, φάντασμα δὲ τὸ ἑτερόμορφον, εἴδωλον δὲ τὸ ὅμοιον τῇ σκιᾷ, τέρας δὲ τὸ ἐναργές σῶμα ἑτερόμορφον, βρέτας δὲ τὸ ξόανον.

    φάγαινα μέν λέγεται ἡ μετὰ τὰς νόσους πολυφαγία, φάγέδαινα δὲ φῦμα ἀνήκεστον.