περὶ ὁμοίων καὶ διαφόρων λέξεων
Ammonius Grammaticus
Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.
τοὔνεκα καὶ οὕνεκα διαφέρει. τὸ μέν γὰρ τοὔνεκά ἐστι τούτου ἕνεκα, τὸ δέ οὕνεκα ἀντὶ τοῦ ὅτι. ἁμαρτάνει οὖν ὁ Καλλίμαχος ἐν Ἑκάλῃ (fr. 232 Pf.) κατὰ δύο τρόπους, λέγων
τιμωρεῖν καὶ τιμωρεῖσθαι διαφέρει. τιμωρεῖν μὲν γάρ ἐστι τὸ βοηθεῖν τινι καὶ συναίρεσθαι, τιμωρεῖσθαι δέ τὸ κολάζειν. καὶ συντάσσουσι τὸ μέν ἐνεργητικὸν δοτικῇ οἷον ‘τιμωρῶ τῷ φίλῳ’, ἤγουν βοηθῶ τὸ δέ παθητικὸν αἰτιατικῇ οἷον ‘τιμωροῦμαι τὸν ἐχθρόν’, ἀντὶ τοῦ κολάζω.
τιθέναι νόμον καὶ τίθεσθαι διαφέρει. τίθησι μέν γὰρ νόμον ὁ εἰσφέρων, τίθεται δέ ὁ κυρῶν.
τόμος καὶ τομὸς διαφέρει. τόμος μέν γάρ ἐστιν ὁ τεμνόμενος χάρτης ἢ ἄλλο τι, τομὸς δέ ὁ τέμνων σίδηρος.
τρίετες βαρυτόνως καὶ τριετές ὀξυτόνως διαφέρει, [*](137 Va.) φη|σὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης (p. 61 Baege). ἐὰν μέν γὰρ βαρυτονήσωμεν, ἔσται ἐπὶ χρόνου διὸ καὶ ὁ ποιητής φησιν (β 106 ω 141)
τροχοὶ ὀξυτόνως καὶ τρόχοι βαρυτόνως διαφέρουσι παρὰ τοῖς Ἀττικοῖς, φησὶ Τρύφων (fr. 11 Vels.) ἐν δευτέρα Περὶ Ἀττικῆς προσῳδίας. τοὺς μὲν γὰρ περιφερεῖς τροχοὺς ὁμοίως ἡμῖν προφέρονται ὀξυτονοῦντες· τρόχους δέ βαρυτόνως λέγουσι τοὺς δρόμους. ἀναγινώσκομεν γάρ, ὥς φησίν, ἐν μέν Ἀλόπῃ Εὐριπίδου (fr. 105 N.2)·
τραγῳδοὶ καὶ κωμῳδοὶ καὶ τραγῳδοποιοὶ καὶ [*](138 Va.) κωμῳδοποιοὶ διαφέρουσι. τραγῳδοὶ μέν γὰρ καὶ κωμῳδοί εἰσιν οἱ ὑποκριταὶ τῆς κωμῳδίας καὶ τραγῳδίας, τραγῳδοποιοὶ δέ καὶ κωμῳδοποιοὶ οἱ ποιηταὶ τῶν δραμάτων.
τύραννον οἱ ἀρχαῖοι καὶ ἐπὶ βασιλέως ἔτασσον. Ἡρόδοτος (1, 6, 1) ἐπὶ Κροίσου ‘τυράννου δʼ ἐθνέων’, καὶ προβὰς (1, 26, 1) ‘τελευτήσαντος δʼ Ἀλυάτ τεω διεδέξατο τὴν βασιλείην’, καὶ Ἀριστοφάνης (II p. 1098 M. ═ fr. 357 K.) ἐν Λημνίαις·
τήθη μέν ἐστιν ἡ μάμμη, ἐπιτήθη δὲ ἡ προμάμμη, τιθὶς δὲ ἡ θεία, τιτθὴ δέ ἡ τροφός.
ὕμνος ἐγκωμίου διαφέρει. ὁ μὲν γὰρ ὕμνος ἐστὶ θεῶν, τὸ δὲ ἐγκώμιον ἀνθρώπων.
ὕπαρ ὀνείρατος διαφέρει. ὕπαρ μέν γάρ ἐστιν ἡ ἐναργὴς ὄψις, ὄνειρον δὲ ἡ ἐν τῷ καθεύδειν φαντασία.
ὑπαντῆσαι καὶ ἀπαντῆσαι διαφέρει. ὑπαντῆσαι μέν γὰρ ἐπὶ ὁδοῦ λέγουσιν· ἀπαντῆσαι δέ τὸ περιτυχεῖν δίκῃ, οἷον ‘ἀπήντησε κατὰ τὴν δίκην’, ἀντὶ τοῦ περιέτυχεν.