Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

καὶ περὶ τούτων ἔτι διασκοπουμένοις ἡμῖν ἐφίσταταί τις ἐσπουδασμένως, καὶ ὦ ʼγαθοί φησιν, ὑμεῖς δὲ ὥσπερ ἐπὶ μάχην ἢ πόλεμον ἀλλ̓ οὐκ εὐωχίαν κληθέντες, οὕτω μέλλετε: ἣν παρασκευάζει μὲν ὁ κάλλιστος Θεαγένης, ἐποπτεύει δὲ ὁ μέγιστος ἡρώων Νεοπτόλεμος. δεῦῤ ἴτε, μηδὲ εἰς ἑσπέραν τὸ συμπόσιον παρέλκετε, μόνοι τῶν πάντων ἀπολειπόμενοι. προσκύψας οὖν μοι πρὸς τὸ οὖς ὁ Χαρικλῆς, οὗτος, ἔφη, τὴν ἀπὸ

p.88
ξύλου κλῆσιν ἥκει φέρων, ὡς λίαν ἀπροσδιόνυσος, καὶ ταῦτα ὑποβεβρεγμένος. ἀλλ̓ ἴωμεν, ὡς δέος μὴ καὶ πληγὰς ἡμῖν ἐμφορήσῃ τελευτῶν. σὺ μὲν παίζεις, ἴωμεν δ̓ οὖν, ἔφην. ἐπεὶ δὲ ἐπέστημεν, ἑαυτοῦ πλησίον τὸν Χαρικλέα κατέκλινεν ὁ Θεαγένης, ἔνεμε δὲ ἄρα τι κἀμοὶ τιμῆς τοῦ Χαρικλέους ἕνεκα. τὰ μὲν οὖν ἄλλα τῆς εὐωχίας τί ἂν λέγων ἐνοχλοίην, τοὺς παρθενικοὺς χορούς, τὰς αὐλητρίδας, τὴν ἐνόπλιον τῶν ἐφήβων καὶ πυρρίχιον ὄρχησιν, τἆλλα οἷς τὸ πολυτελὲς τῶν ἐδεσμάτων ὁ Θεαγένης διῄτησεν, εὐόμιλόν τε καὶ ποτιμώτερον τὸ συμπόσιον ἀπεργαζόμενος: ἀλλ̓ ἃ δὴ μάλιστα σοί τε ἀκούειν ἀναγκαῖον ἐμοί τε λέγειν ἥδιον, ἐκεῖνα ἦν. ὁ Θεαγένης ἐνεδείκνυτο μὲν ἱλαρὸς εἶναι καὶ φιλοφρονεῖσθαι τοὺς παρόντας ἐβιάζετο, ἡλίσκετο δὲ πρὸς ἐμοῦ τὴν διάνοιαν ὅποι φέροιτο, νῦν μὲν τὸ ὄμμα ἠνεμωμένος, νῦν δὲ βύθιόν τι καὶ ἀπροφάσιστον ἐπιστένων, καὶ ἄρτι μὲν κατηφής τε καὶ ὥσπερ ἐπ̓ ἐννοίας, ἄρτι δὲ ἀθρόον ἐπὶ τὸ φαιδρότερον. ἑαυτὸν μεταπλάττων, ὥσπερ ἐν συναισθήσει γινόμενος καὶ ἑαυτὸν ἀνακαλούμενος καὶ πρὸς πᾶσαν μεταβολὴν ῥᾳδίως ὑποφερόμενος. διάνοια γὰρ ἐρῶντος ὅμοιόν τι καὶ μεθύοντος, εὔτρεπτόν τε καὶ οὐδεμίαν ἕδραν ἀνεχόμενον, ἅτε τῆς ψυχῆς ἀμφοτέροις ἐφ̓ ὑγροῦ τοῦ πάθους σαλευούσης: διὸ καὶ πρὸς μέθην ὁ ἐρῶν καὶ πρὸς τὸ ἐρᾶν ὁ μεθύων ἐπίφορος.

ὡς δὲ καὶ χάσμης ἀδημονούσης ἀνάπλεως ἐφαίνετο, τότε δὴ καὶ τοῖς ἄλλοις τῶν παρόντων κατάδηλος ἦν οὐχ ὑγιαίνων: ὥστε καὶ τὸν Χαρικλέα καθεωρακότα ἀλλ̓ ἢ τὸ ἀνώμαλον, ἡσυχῇ πρός με εἰπεῖν, καὶ τοῦτον βάσκανος εἶδεν ὀφθαλμός, καὶ ταὐτόν μοι δοκεῖ πεπονθέναι τῇ Χαρικλείᾳ. ταὐτόν, ἔφην ἐγώ, νὴ τὴν Ἶσιν, ὀρθῶς τε καὶ οὐκ ἀπεικότως, εἴπερ καὶ ἐν τῇ πομπῇ

p.89
μετ̓ ἐκείνην διέπρεπε. ταῦτα μὲν ἡμεῖς: ἐπεὶ δὲ τὰς κύλικας ἔδει περιάγεσθαι, προέπινεν ὁ Θεαγένης καὶ ἄκων ἑκάστῳ φιλοτησίαν. ὡς δὲ εἰς ἐμὲ περιῆλθεν, ἔχω τὴν φιλοφρόνησιν εἰπόντος, ὑποδεξαμένου δὲ οὐδαμῶς, ὀξύ τε καὶ διάπυρον ἐνεῖδεν, ὑπερορᾶσθαι προσδοκήσας. συνεὶς οὖν ὁ Χαρικλῆς, οἴνου καὶ ἐδεσμάτων, εἶπε, τῶν ἐψυχωμένων ἀπέχεται. τοῦ δὲ τὴν αἰτίαν ἐρομένου, Μεμφίτης ἐστίν, εἶπεν, Αἰγύπτιος, καὶ προφήτης τῆς Ἴσιδος. ὁ δὴ Θεαγένης ὡς τὸν Αἰγύπτιον καὶ τὸν προφήτην ἤκουσεν, ἡδονῆς τε ἀθρόον ἐνεπλήσθη, καὶ ὥσπερ οἱ θησαυρῷ τινὶ προστυχόντες, ὀρθώσας ἑαυτόν, ὕδωρ τε αἰτήσας καὶ πιών, ὦ σοφώτατε, εἶπεν, ἀλλὰ σύ γε ταύτην δέχου τὴν φιλοτησίαν, ἣν ἀπὸ τῶν ἡδίστων σοι προέπιον: καὶ φιλίαν ἥδε ἡμῖν ἡ τράπεζα σπενδέσθω. ἐσπείσθω, ἔφην, καλὲ Θεάγενες, ἐμοὶ καὶ πάλαι οὖσα πρὸς σέ. καὶ ὑποδεξάμενος ἔπινον.

καὶ τότε μὲν εἰς ταῦτα ἔληξε τὸ συμπόσιον, καὶ ἀπηλλαττόμεθα ἐπ̓ οἶκον τὸν ἴδιον ἕκαστος, πολλά με τοῦ Θεαγένους καὶ θερμότερα ἢ κατὰ τὴν προϋπάρχουσαν γνῶσιν κατασπασαμένου: ἐπεὶ δὲ ἦλθον οὗ κατηγόμην, ἄυπνος τὰ πρῶτα διῆγον ἐπὶ τῆς εὐνῆς, ἄνω καὶ κάτω τὴν περὶ τῶν. νέων φροντίδα στρέφων, καὶ τοῦ χρησμοῦ τὰ τελευταῖα τί ἄρα βούλοιτο ἀνιχνεύων. ἤδη δὲ μεσούσης τῆς νυκτὸς ὁρῶ τὸν Ἀπόλλω καὶ τὴν Ἄρτεμιν, ὡς ᾤμην, εἴγε ᾤμην, ἀλλὰ μὴ ἀληθῶς ἑώρων. καὶ ὃ μὲν τὸν Θεαγένην ἣ δὲ τὴν Χαρίκλειαν ἐνεχείριζεν, ὀνομαστί τέ με προσκαλοῦντες, ὥρα σοι, ἔλεγον, εἰς τὴν ἐνεγκοῦσαν ἐπανήκειν: οὕτω γὰρ ὁ μοιρῶν ὑπαγορεύει θεσμός. αὐτός τε οὖν ἔξιθι, καὶ τούσδε ὑποδεξάμενος ἄγε συνεμπόρους, ἴσα τε παισὶ ποιούμενος, καὶ παράπεμπε ἀπὸ τῆς Αἰγυπτίων ὅποι τε καὶ ὅπως τοῖς θεοῖς φίλον.

ταῦτα εἰπόντες οἳ μὲν ἀπεχώρησαν,

p.90
ὅτι μὴ ὄναρ ἦν ἡ ὄψις ἀλλ̓ ὕπαρ ἐνδειξάμενοι: ἐγὼ δὲ τὰ μὲν ἄλλα συνίην ὡς ἑωράκειν, εἰς τίνας δὲ ἀνθρώπους ἢ εἰς τίνα γῆν παραπέμπεσθαι τοὺς νέους τοῖς θεοῖς φίλον ἠπόρουν.

καὶ ὁ Κνήμων, ταῦτα μέν, ἔφη, ὦ πάτερ, ἐς ὕστερον αὐτός γε ἐγνωκὼς ἐρεῖς πρὸς ἡμᾶς: ἀλλὰ τίνα δὴ τρόπον ἔφασκες ἐνδεδεῖχθαί σοι τοὺς θεοὺς ὅτι μὴ ἐνύπνιον ἦλθον ἀλλ̓ ἐναργῶς ἐφάνησαν; ὃν τρόπον, εἶπεν, ὦ τέκνον, καὶ ὁ σοφὸς Ὅμηρος αἰνίττεται: οἱ πολλοὶ δὲ τὸ αἴνιγμα παρατρέχουσιν: ἴχνια γὰρ μετόπισθεν, ὡς ἐκεῖνός που λέγει, ποδῶν ἠδὲ κνημάων ῥεἶ ἔγνων ἀπιόντος. ἀρίγνωτοι δὲ θεοί περ. ἀλλ̓ ἢ καὶ αὐτὸς ἔοικα τῶν πολλῶν εἶναι, καὶ τοῦτο ἴσως ἐλέγχειν ὦ Καλάσιρι βουλόμενος τῶν ἐπῶν ἐμνημόνευσας, ὧν ἐγὼ τὴν μὲν ἐπιπολῆς διάνοιαν, ὅτε περ καὶ τὴν λέξιν, οἶδα ἐκδιδαχθείς, τὴν δὲ ἐγκατεσπαρμένην αὐτοῖς θεολογίαν ἠγνόηκα.

μικρὸν οὖν ἐπιστήσας ὁ Καλάσιρις, καὶ τὸν νοῦν πρὸς τὸ μυστικώτερον ἀνακινήσας, θεοὶ καὶ δαίμονες, εἶπεν, ὦ Κνήμων, ἐπιφοιτῶντές τε εἰς ἡμᾶς καὶ ἀποφοιτῶντες εἰς ἄλλο μὲν ζῶον ἐπ̓ ἐλάχιστον, εἰς ἀνθρώπους δὲ ἐπὶ πλεῖστον ἑαυτοὺς εἰδοποιοῦσι, τῷ ὁμοίῳ πλέον ἡμᾶς εἰς τὴν φαντασίαν ὑπαγόμενοι. τοὺς μὲν δὴ βεβήλους κἂν διαλάθοιεν, τὴν δὲ σοφοῦ γνῶσιν οὐκ ἂν διαφύγοιεν, ἀλλὰ τοῖς τε ὀφθαλμοῖς ἂν γνωσθεῖεν ἀτενὲς δἰ ὅλου βλέποντες καὶ τὸ βλέφαρον οὔ ποτε ἐπιμύοντες, καὶ τῷ βαδίσματι πλέον, οὐ κατὰ διάστασιν τοῖν ποδοῖν οὐδὲ μετάθεσιν ἀνυομένῳ, ἀλλὰ κατά τινα ῥύμην ἀέριον καὶ ὁρμὴν ἀπαραπόδιστον τεμνόντων μᾶλλον τὸ περιέχον ἢ διαπορευομένων. διὸ δὴ καὶ τὰ ἀγάλματα τῶν θεῶν Αἰγύπτιοι τὼ πόδε ζευγνύντες καὶ ὥσπερ ἑνοῦντες ἱστᾶσιν. ἅ δὴ καὶ Ὅμηρος εἰδώς,

p.91
ἅτε Αἰγύπτιος καὶ τὴν ἱερὰν παίδευσιν ἐκδιδαχθείς, συμβολικῶς τοῖς ἔπεσιν ἐναπέθετο, τοῖς δυναμένοις συνιέναι γνωρίζειν καταλιπών, ἐπὶ μὲν τῆς Ἀθηνᾶς δεινὼ δέ οἱ ὄσσε φάανθεν εἰπών, ἐπὶ δὲ τοῦ Ποσειδῶνος τὸ ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων ῥεἶ ἔγνων ἀπιόντος, οἷον ῥέοντος ἐν τῇ πορείᾳ. τοῦτο γάρ ἐστι τὸ ῥεἶ ἀπιόντος, καὶ οὐχ ὥς τινες ἠπάτηνται, ῥᾳδίως ἔγνων ὑπολαμβάνοντες.

ταῦτα μέν, ὦ θειότατε, μεμύηκας, ἔφη ὁ Κνήμων: Αἰγύπτιον δὲ Ὅμηρον ἀποκαλοῦντός σου πολλάκις, ὃ τῶν πάντων ἴσως οὐδεὶς ἀκήκοεν εἰς τὴν σήμερον, οὔτε ἀπιστεῖν ἔχω, καὶ σφόδρα θαυμάζων ἱκετεύω μὴ παραδραμεῖν σε τοῦ λόγου τὴν ἀκρίβειαν. ὦ Κνήμων, εἰ καὶ ἔξωρον τὸ περὶ τούτων νυνὶ διαλαμβάνειν, ἀλλ̓ ὅμως ἀκούοις ἂν ἐπιτέμνοντος. Ὅμηρος, ὦ φίλος, ὑπ̓ ἄλλων μὲν ἄλλοθεν ὀνομαζέσθω, καὶ πατρὶς ἔστω τῷ σοφῷ πᾶσα πόλις, ἦν δὲ εἰς ἀλήθειαν ἡμεδαπὸς Αἰγύπτιος, καὶ πόλις αὐτῷ Θῆβαι αἱ ἑκατόμπυλοί εἰσι κατ̓ αὐτὸν ἐκεῖνον, πατὴρ δὲ τῷ μὲν δοκεῖν προφήτης, τὸ δὲ ἀψευδὲς Ἑρμῆς, οὗπερ ἦν ὁ δοκῶν πατὴρ προφήτης. τῇ γὰρ τούτου γαμετῇ τελούσῃ τινὰ πάτριον ἁγιστείαν καὶ κατὰ τὸ ἱερὸν καθευδούσῃ συνῆλθεν ὁ δαίμων, καὶ ποιεῖ τὸν Ὅμηρον, φέροντά τι τῆς ἀνομοίου μίξεως σύμβολον: θατέρῳ γὰρ τοῖν μηροῖν αὐτόθεν ἐξ ὠδίνων πολύ τι μῆκος τριχῶν ἐπεπόλαζεν. ὅθεν παῤ ἄλλοις τε, καὶ οὐχ ἥκιστα παῤ Ἕλλησιν ἀλητεύων καὶ τὴν ποίησιν ᾅδων τοῦ ὀνόματος ἔτυχεν, αὐτὸς μὲν τὸ ἴδιον οὐ λέγων, ἀλλ̓ οὐδὲ πόλιν ἢ γένος ὀνομάζων, τῶν δὲ ἐγνωκότων τὸ περὶ τὸ σῶμα πάθος εἰς ὄνομα κρατησάντων. τί δὲ σκοπῶν, ὦ πάτερ, ἐσιώπα τὴν ἐνεγκοῦσαν; ἤτοι τὸ φυγὰς εἶναι καταιδούμενος: ἐδιώχθη γὰρ ὑπὸ τοῦ πατρός, ὅτε ἐξ ἐφήβων εἰς τοὺς

p.92
ἱερωμένους ἐνεκρίνετο, ἀπὸ τοῦ κηλῖδα φέρειν ἐπὶ τοῦ σώματος νόθος εἶναι γνωρισθείς: ἢ καὶ τοῦτο σοφίᾳ κατεργαζόμενος, κἀκ τοῦ τὴν οὖσαν ἀποκρύπτειν πᾶσαν ἑαυτῷ πόλιν πατρίδα μνώμενος.

ταῦτα μὲν εὖ τε καὶ ἀληθῶς μοι λέγειν ἔδοξας, τεκμαιρομένῳ τῆς τε ποιήσεως τοῦ ἀνδρὸς τὸ ἀνειμένον τε καὶ ἡδονῇ πάσῃ σύγκρατον ὡς Αἰγύπτιον, καὶ τὸ τῆς φύσεως ὑπερέχον ὡς οὐκ ἂν οὕτω τοὺς πάντας ὑπερβαλλόμενον, εἰ μή τινος θείας καὶ δαιμονίας ὡς ἀληθῶς μετέσχε καταβολῆς. ἀλλ̓ ἐπεὶ τοὺς θεοὺς ὁμηρικῶς ἐφώρασας, ὦ Καλάσιρι, τίνα τὰ μετὰ ταῦτα εἰπέ μοι. τοῖς προτέροις ὦ Κνήμων ὅμοια, πάλιν ἀγρυπνίαι καὶ βουλεύματα καὶ νυκτῶν φίλαι φροντίδες. ἔχαιρον, εὑρηκέναι τι τῶν οὐ προσδοκωμένων ἐλπίζων καὶ εἰς τὴν ἐνεγκοῦσαν ἐπανήξειν προσδοκῶν: ἠνιώμην δέ, ὅτι ὁ Χαρικλῆς στερήσεται τῆς θυγατρὸς ἐννοῶν. ἠπόρουν ὅτῳ δεήσει τρόπῳ τοὺς νέους συναγαγεῖν καὶ κατασκευάσαι τὴν ἔξοδον συμφρονεῖν. τὸν δρασμὸν ἠγωνίων ὅπως μὲν λήσομεν, ὅποι δὲ τραπῶμεν, καὶ πότερον διὰ γῆς ἢ θαλαττεύοντες. καὶ ἁπλῶς κλύδων μέ τις εἶχε φροντισμάτων, ἄυπνός τε τὸ λειπόμενον ἐταλαιπώρουν τῆς νυκτός.

οὔπω δὲ ἡμέρας ἀκριβῶς ὑποφαινούσης ἐψόφει τε ἡ μέταυλος, καί τινος ᾐσθόμην καλοῦντος παιδίον. ἐρομένου δὲ τοῦ ὑπηρέτου τίς ὁ κόπτων τὴν θύραν ἢ κατὰ ποίαν τὴν χρείαν, ἀπάγγελλε, εἶπεν ὁ καλῶν, ὅτι Θεαγένης ὁ Θετταλός. ἥσθην ἀπαγγελθέντα μοι τὸν νεανίαν, καὶ εἰσκαλεῖν ἐκέλευον, ἐνδιδόναι μοι ταὐτόματον ἀρχὴν τῶν ἐν χερσὶ βουλῶν ἡγησάμενος. ἐτεκμαιρόμην γὰρ ὅτι με παρὰ τὸ συμπόσιον Αἰγύπτιον καὶ προφήτην ἀκηκοὼς ἥκει συνεργὸν πρὸς τὸν ἔρωτα ληψόμενος, πάσχων, οἶμαι, τὸ τῶν πολλῶν πάθος, οἳ τὴν

p.93
Αἰγυπτίων σοφίαν μίαν καὶ τὴν αὐτὴν ἠπάτηνται, κακῶς εἰδότες. ἣ μὲν γάρ τις ἐστὶ δημώδης, καὶ ὡς ἄν τις εἴποι, χαμαὶ ἐρχομένη, εἰδώλων θεράπαινα καὶ περὶ σώματα νεκρῶν εἰλουμένη, βοτάναις προστετηκυῖα καὶ ἐπῳδαῖς ἐπανέχουσα, πρὸς οὐδὲν ἀγαθὸν τέλος οὔτε αὐτὴ προσιοῦσα οὔτε τοὺς χρωμένους φέρουσα, ἀλλ̓ αὐτὴ περὶ αὑτὴν τὰ πολλὰ πταίουσα, λυπρὰ δέ τινα καὶ γλίσχρα ἔστιν ὅτε κατορθοῦσα, φαντασίας τῶν μὴ ὄντων ὡς ὄντων καὶ ἀποτυχίας τῶν ἐλπιζομένων, πράξεων ἀθεμίτων εὑρετὶς καὶ ἡδονῶν ἀκολάστων ὑπηρέτις. ἡ δὲ ἑτέρα, τέκνον, ἡ ἀληθῶς σοφία, ἧς αὕτη παρωνύμως ἐνοθεύθη, ἣν ἱερεῖς καὶ προφητικὸν γένος ἐκ νέων ἀσκοῦμεν, ἄνω πρὸς τὰ οὐράνια βλέπει, θεῶν συνόμιλος καὶ φύσεως κρειττόνων μέτοχος, ἄστρων κίνησιν ἐρευνῶσα καὶ μελλόντων πρόγνωσιν κερδαίνουσα, τῶν μὲν γηίνων τούτων κακῶν ἀποστατοῦσα, πάντα δὲ πρὸς τὸ καλὸν καὶ ὅ τι ὠφέλιμον ἀνθρώποις ἐπιτηδεύουσα. δἰ ἣν κἀγὼ τῆς ἐνεγκούσης εἰς καιρὸν ἐξέστην, εἴ πῃ, καθὼς καὶ πρότερόν σοι διῆλθον, τὰ προρρηθέντα μοι παῤ αὐτῆς καὶ τὸν τῶν ἐμῶν παίδων κατ̓ ἀλλήλων πόλεμον περιγράψαιμι. ταῦτα μὲν οὖν θεοῖς τε τοῖς ἄλλοις καὶ μοίραις ἐπιτετράφθω, οἳ τοῦ ποιεῖν τε καὶ μὴ τὸ κράτος ἔχουσιν: οἳ καὶ τὴν φυγήν μοι τὴν ἐκ τῆς ἐνεγκούσης οὐ διὰ ταῦτα πλέον, ὡς ἔοικεν, ἢ τὴν Χαρικλείας εὕρεσιν ἐπέβαλον.

καὶ τοῦτο μὲν ὅπως, εἴσῃ τοῖς ἑξῆς: τὸν δὲ Θεαγένην, ἐπειδήπερ εἰσῆλθεν, ἀσπασάμενον ἀμειψάμενος ἐμαυτοῦ τε πλησίον ἐπὶ τῆς εὐνῆς ἐκάθιζον, καὶ τί χρέος ὄρθριόν σε ἄγει παῤ ἡμᾶς ἠρώτων. ὃ δὲ τὸ πρόσωπον ἐπὶ πολὺ καταψήσας, ἀγωνιῶ μέν, ἔφη; περὶ τοῦ παντός, ἐρυθριῶ δὲ ἐκφαίνειν. καὶ ἐσιώπησεν. ἔγνων οὖν καιρὸν εἶναι τερατεύεσθαι πρὸς αὐτὸν καὶ

p.94
μαντεύεσθαι δῆθεν ἅπερ ἐγίνωσκον. ἱλαρώτερον οὖν αὐτῷ προσβλέψας, εἰ καὶ αὐτὸς λέγειν ὀκνεῖς, ἔφην, ἀλλὰ τῇ γε ἡμετέρᾳ σοφίᾳ καὶ θεοῖς οὐδὲν ἄγνωστον. καὶ ἐπιστήσας ὀλίγον, καὶ ψήφους τινὰς οὐδὲν καταριθμούσας ἐπὶ δακτύλων συνθείς, τήν τε κόμην διασείσας καὶ τοὺς κατόχους μιμούμενος, ἐρᾷς εἶπον, ὦ τέκνον. ἀνήλατο πρὸς τὴν μαντείαν. ὡς δὲ ὅτι καὶ Χαρικλείας προσέθηκα, τοῦτ̓ ἐκεῖνο θεοκλυτεῖν με νομίσας, μικροῦ μὲν καὶ προσεκύνησε πεσών, ἐμοῦ δὲ ἐπέχοντος ἐφίλει πολλὰ τὴν κεφαλὴν προσελθών. τοῖς δὲ θεοῖς ὡμολόγει χάριν, οὐκ ἐσφαλμένος ὧν προσεδόκησε, σωτῆρά τέ με γενέσθαι παρεκάλει: μὴ γὰρ ἂν περισωθῆναι βοηθείας, καὶ ταύτης ταχείας, ἀποτυχόντα: τοσοῦτον αὐτῷ τὸ κακὸν ἐνσκῆψαι, καὶ οὕτως ὑπὸ τοῦ πόθου φλέγεσθαι, πρῶτον καὶ ταῦτα πειρώμενον ἔρωτος. ὁμιλίας γὰρ ἔτι γυναικὸς ἀπείρατος εἶναι διετείνετο, πολλὰ διομνύμενος: ἀεὶ γὰρ διαπτύσαι πάσας καὶ γάμον αὐτὸν καὶ ἔρωτας, εἴ τινος ἀκούσειεν, ἕως τὸ Χαρικλείας αὐτὸν ἤλεγξε κάλλος ὅτι μὴ φύσει καρτερικὸς ἦν, ἀλλ̓ ἀξιεράστου γυναικὸς εἰς τὴν παρελθοῦσαν ἀθέατος. καὶ ταῦτα λέγων ἐπεδάκρυεν, ὥσπερ ὅτι πρὸς βίαν ἥττηται κόρης ἐνδεικνύμενος. ἀνελάμβανον οὖν αὐτόν, καὶ θάρσει ἔλεγον, ἐπειδήπερ ἅπαξ καταπέφευγας ἐφ̓ ἡμᾶς. οὐχ οὕτως ἐκείνη κρείττων ἔσται τῆς ἡμετέρας σοφίας. ἔστι μὲν αὐστηροτέρα καὶ κατενεχθῆναι πρὸς ἔρωτα δύσμαχος, Ἀφροδίτην καὶ γάμον ἀτιμάζουσα καὶ μέχρις ὀνόματος. ἀλλὰ διὰ σὲ πάντα κινητέον. τέχνη καὶ φύσιν οἶδε βιάζεσθαι. μόνον εὔθυμος εἶναι, καὶ ὑφηγουμένῳ τὰ δέοντα πείθεσθαι πράττειν. ἐπηγγέλλετο ἅπαντα ποιήσειν ὡς ἂν ἐγὼ προστάττω, κἂν εἰ ξιφῶν ἐπιβαίνειν κελεύοιμι.

λιπαροῦντος δὴ περὶ τούτων καὶ μισθὸν ἅπασαν

p.95
ὑπισχνουμένου τὴν οὐσίαν, ἥκων τις παρὰ τοῦ Χαρικλέους, δεῖταί σου Χαρικλῆς, ἔλεγεν, ἀφικέσθαι παῤ αὐτόν: ἔστι δὲ πλησίον ἐνταῦθα ἐν τῷ Ἀπολλωνίῳ, καὶ ὕμνον ἀποθύει τῷ θεῷ, τεταραγμένος τι κατὰ τοὺς ὕπνους. ἐξανίσταμαι παραχρῆμα, καὶ τὸν Θεαγένην ἀποπέμψας, ἐπὶ τὸν νεὼν ἀφικόμενος ἐπὶ θώκου τινὸς καταλαμβάνω τὸν Χαρικλέα καθήμενον, ἄγαν περίλυπον καὶ συνεχῶς ἐπιστένοντα. προσελθὼν οὖν, τί σύννους καὶ σκυθρωπός, ἠρώτων. ὃ δέ, τί γὰρ οὐ μέλλω, φησίν, ὀνειράτων τέ με διαταραξάντων, καὶ τῆς θυγατρός, ὡς ἐπυθόμην, ἀηδέστερον διατεθείσης καὶ τὴν νύκτα πᾶσαν ἄυπνον διαγαγούσης; ἐμὲ δὲ λυπεῖ μὲν καὶ ἄλλως οὐχ ὑγιαίνουσα, πλέον δὲ ὅτι τῆς κυρίας τοῦ ἀγῶνος εἰς τὴν ἑξῆς ἐνεστηκυίας, εἰς ἣν τοῖς ὁπλίταις δρομεῦσι δᾷδας ἀναφαίνειν καὶ βραβεύειν τὴν ζάκορον νόμιμον, δυοῖν θάτερον, ἢ ἀνάγκη ταύτην ἀπολιμπανομένην λυμαίνεσθαι τὸ πάτριον, ἢ καὶ ἄκουσαν ἀφικνουμένην ἐπιτρίβεσθαι χαλεπώτερον. ὥστε εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν γε ἐπαρκῶν καί τινα προσάγων ἴασιν δικαίως μὲν ἂν πρὸς ἡμᾶς καὶ φιλίαν τὴν ἡμετέραν, εὐσεβῶς δὲ πρὸς τὸ θεῖον ποιοίης. οἶδα ὡς οὐδὲν ἐργῶδες βουλομένῳ σοι τὸ πρᾶγμα, βασκανίαν, ὡς αὐτὸς ἔφης, ἰάσασθαι: προφήταις καὶ τὰ μέγιστα κατορθοῦν οὐκ ἀδύνατον. ὡμολόγουν ἠμεληκέναι, σοφιστεύων καὶ πρὸς ἐκεῖνον, καὶ τὴν παροῦσαν ἐνδοῦναι παρεκάλουν: ἔχειν γάρ τι συνθεῖναι πρὸς τὴν ἴασιν. τὸ δὲ νυνὶ παρὰ τὴν κόρην ἴωμεν, ἔφην, ἐπισκεψόμενοί τε ἀκριβέστερον καὶ παραμυθησόμενοι πρὸς ὅσον δυνατόν. ἅμα δὲ ὦ Χαρίκλεις βούλομαί σε καὶ λόγους τινὰς ὑπὲρ ἐμοῦ κινῆσαι πρὸς τὴν παῖδα, καὶ γνωριμώτερον ἀποφῆναι παρακαταθέμενον, ὅπως ἂν οἰκειότερον ἔχουσα πρός
p.96
με θαρραλεώτερον ἰώμενον προσίηται. γινέσθω ταῦτα, ἔφη, καὶ ἀπίωμεν.

ἐπειδὴ οὖν ἐπέστημεν τῇ Χαρικλείᾳ, τὰ μὲν πολλὰ τί ἄν τις λέγοι; ἐδεδούλωτο μὲν γὰρ ὁλοσχερῶς τῷ πάθει, καὶ τήν τε παρειὰν ἤδη τὸ ἄνθος ἔφευγε, καὶ τὸ φλέγον τοῦ βλέμματος καθάπερ ὕδασιν ἐῴκει τοῖς δάκρυσιν ἀποσβεννυμένῳ. κατέστελλε δ̓ οὖν ὅμως ἑαυτήν, ἐπειδήπερ ἡμᾶς ἐθεάσατο, καὶ πρὸς τὸ σύνηθες βλέμμα καὶ φθέγμα παντοίως ἐπανάγειν ἐβιάζετο. περιβαλὼν δὲ αὐτὴν ὁ Χαρικλῆς καὶ μυρία φιλήσας καὶ θεραπείας οὐδὲν ἀπολιπών, ὦ θυγάτριον, ὦ τέκνον, ἔλεγεν, ἐμὲ τὸν πατέρα κρύπτεις ὃ πάσχεις; καὶ βασκανίαν ὑποστᾶσα σιωπᾷς ὥσπερ ἀδικοῦσα καὶ οὐκ ἠδικημένη παρὰ τῶν κακῶς ἰδόντων σε ὀφθαλμῶν; ἀλλὰ θάρσει. παρακέκληται Καλάσιρις ὅδε ὁ σοφὸς ἴασιν τινά σοι πορίσασθαι. δυνατὸς δὲ ὁ ἀνήρ, ἄριστος ὤν, εἴπερ τις ἄλλος, τὴν θείαν τέχνην, ἅτε προφητικὸς τὸν βίον καὶ ἱεροῖς ἐκ παίδων ἀνακείμενος, καὶ τὸ μεῖζον εἰς προσθήκην, ἡμῖν ἐς τὰ μάλιστα φίλος. ὥστε εἰκότα ἂν ποιοίης, εἰ προσδέχοιό τε ἀκωλύτως, ἐπᾴδειν τε ἢ καὶ ἄλλως ἰᾶσθαι βουλομένῳ σαυτὴν παρέχοις, οὐδὲ ἄλλως οὖσα πρὸς τὸ λόγιον γένος ἀπρόσμικτος. ἐσιώπα μέν, ἐπένευσε δ̓ οὖν ἡ Χαρίκλεια, καθάπερ ἀσμένη τὴν ἐπ̓ ἐμοὶ συμβουλὴν προσιεμένη.

καὶ τότε μὲν ἐπὶ τούτοις ἀπηλλάγημεν, ὑπομνήσαντός με τοῦ Χαρικλέους καὶ ὧν πρότερον παρεκάλεσεν ἐπιμεληθῆναι, καὶ φροντίζειν εἴ πῃ τῇ Χαρικλείᾳ δυναίμην ἔφεσίν τινα γάμων καὶ ἀνδρῶν ἐμποιῆσαι. ἀπέπεμπον οὖν εὔθυμον, οὐκ εἰς μακρὰν ἀνυσθήσεσθαι αὐτῷ τὴν βούλησιν ἐπαγγειλάμενος.

τῇ δὲ ὑστεραίᾳ ὁ μὲν Πυθίων ἀγὼν ἔληγεν, ὁ δὲ τῶν νέων ἐπήκμαζεν, ἀγωνοθετοῦντος, οἶμαι, καὶ βραβεύοντος

p.97
Ἔρωτος, καὶ δἰ ἀθλητῶν δύο τούτων καὶ μόνων οὓς ἐζεύξατο, μέγιστον ἀγώνων τὸν ἴδιον ἀποφῆναι φιλονεικήσαντος. γίνεται γάρ τι τοιοῦτον. ἐθεώρει μὲν ἡ Ἑλλάς, ἠθλοθέτουν δὲ οἱ Ἀμφικτύονες. ἐπειδὴ τοίνυν τὰ ἄλλα μεγαλοπρεπῶς ἐτετέλεστο, δρόμων ἅμιλλαι καὶ πάλης συμπλοκαὶ καὶ πυγμῆς χειρονομία, τέλος ὁ μὲν κῆρυξ οἱ ὁπλῖται παριόντων ἀνεβόησεν, ἡ ζάκορος δὲ ἡ Χαρίκλεια κατ̓ ἄκρον τὸ στάδιον ἀθρόον ἐξέλαμψεν, ἀφιγμένη καὶ ἄκουσα διὰ τὸ πάτριον, ἢ πλέον, ἐμοὶ δοκεῖν, ὄψεσθαί που τὸν Θεαγένην ἐλπίζουσα, τῇ λαιᾷ μὲν ἡμμένον πυρφοροῦσα λαμπάδιον, θατέρᾳ δὲ φοίνικος ἔρνος προβεβλημένη. καὶ φανεῖσα πᾶν μὲν τὸ θέατρον ἐφ̓ ἑαυτὴν ἐπέστρεψεν, ἔφθη δὲ τάχα οὐδεὶς τὸν Θεαγένους ὀφθαλμόν: ὀξὺς γὰρ ὁ ἐρῶν ἰδεῖν τὸ ποθούμενον. ἐκεῖνος δὲ ἄρα καὶ προακηκοὼς τὸ ἐσόμενον, πρὸς μίαν τὸν νοῦν ἠσχόλει τὴν παρατήρησιν. ὥστε οὐδὲ σιωπᾶν ἐκαρτέρησεν, ἀλλ̓ ἠρέμα πρός με ʽκαθῆστο δέ μου πλησίον ἐξεπίτηδεσ̓ αὕτη ἐκείνη, ἔφη, Χαρίκλεια.

καὶ τῷ μὲν ἠρεμεῖν ἐπέταττον, πρὸς δὲ τὴν κλῆσιν τοῦ κήρυκος παρῄει τις εὐσταλῶς ὡπλισμένος, μέγα τε φρονῶν καὶ μόνος ἐπίδοξος, ὡς ἐδόκει, καὶ πολλοὺς ἤδη πρότερον ἀγῶνας ἀναδησάμενος, τότε δὲ τὸν ἀνταγωνιούμενον οὐκ ἔχων, οὐδενός, οἶμαι, θαρρήσαντος τὴν ἅμιλλαν. ἀπέπεμπον οὖν αὐτὸν οἱ Ἀμφικτύονες: οὐ γὰρ ἐπιτρέπειν τὸν νόμον οὐκ ἀγωνισαμένῳ στέφανον ἀποκληροῦν. ὃ δὲ καλεῖσθαι τὸν βουλόμενον ὑπὸ τοῦ κήρυκος εἰς τὴν ἀγωνίαν ἠξίου. ἐπέταττον οἱ ἀθλοθέται, καὶ ἀνεῖπεν ὁ κῆρυξ ἥκειν τὸν ἐπελευσόμενον. ὁ δὲ Θεαγένης οὗτος ἐμὲ καλεῖ πρός με ἔφησεν, ἐμοῦ δέ πῶς τοῦτο λέγεις εἰπόντος, οὕτως, εἶπεν, ὡς ἔσται, ὦ πάτερ: οὐ γάρ τις ἐμοῦ παρόντος καὶ ὁρῶντος ἕτερος

p.98
ἐκ τῶν Χαρικλείας χειρῶν τὸ νικητήριον ἀποίσεται τὴν δ̓ ἀποτυχίαν, ἔφην, καὶ τὴν ἐκ ταύτης ἀδοξίαν οὐδαμοῦ τίθεσαι; καὶ τίς, εἶπεν, οὕτως ἰδεῖν καὶ πλησιάσαι Χαρικλείᾳ μανικῶς ἐσπούδακεν ὥστε με παραδραμεῖν; τίνα δὲ οὕτως ἡ ὄψις ἐκείνης τάχα καί πτερῶσαι δύναται καὶ μετάρσιον ἐπισπάσασθαι; οὐκ οἶσθα ὅτι καὶ τὸν Ἔρωτα πτεροῦσιν οἱ γράφοντες, τὸ εὐκίνητον τῶν ὑπ̓ αὐτοῦ κεκρατημένων αἰνιττόμενοι; εἰ δέ τι δεῖ καὶ κόμπου προσεῖναι τοῖς εἰρημένοις, οὐδεὶς ἐς τὴν τήμερον ποσί με παρελθὼν ἐσεμνύνατο.

ταῦτα εἶπε καὶ ἀνήλατο, παρελθών τε εἰς μέσους τό τε ὄνομα προσήγγελλε καὶ τὸ ἔθνος ἐδήλου καὶ τοῦ δρόμου τὴν χώραν ἐκληροῦτο, καὶ τὴν πανοπλίαν ἐνδὺς ἐφειστήκει τῇ βαλβῖδι, τὸν δρόμον ἀσθμαίνων καὶ τὸ παρὰ τῆς σάλπιγγος ἐνδόσιμον ἄκων καὶ μόγις ἀναμένων, σεμνόν τι θέαμα καὶ περίβλεπτον, καὶ οἷον Ὅμηρος τὸν Ἀχιλλέα τὴν ἐπὶ Σκαμάνδρῳ μάχην ἀθλοῦντα παρίστησιν. ἐκεκίνητο μὲν δὴ καὶ πᾶσα πρὸς τὸ παράδοξον ἡ Ἑλλάς, καὶ Θεαγένει νίκην ηὔχετο, καθάπερ αὐτός τις ἕκαστος ἀγωνιζόμενος: ἐπακτικὸν γάρ τι καὶ πρὸς τῶν ὁρώντων εἰς εὔνοιαν τὸ κάλλος: κεκίνητο δὲ ἡ Χαρίκλεια πρὸς πᾶσαν ὑπερβολήν, καὶ εἶδον ἐκ πολλοῦ παρατηρῶν παντοίας μεταβαλλομένην ἰδέας. ὡς γὰρ εἰς ἀκοὴν πάντων ὁ κῆρυξ τοὺς δραμουμένους κατήγγειλεν ἀνεῖπέ τε Ὄρμενος Ἀρκὰς καὶ Θεαγένης Θετταλός, ἔσχαστο μὲν ἡ ὕσπληξ, τέτατο δὲ ὁ δρόμος μικροῦ καὶ τὴν τῶν ὀφθαλμῶν κατάληψιν ὑποτέμνων. ἐνταῦθα οὐδὲ ἀτρεμεῖν ἔτι κατεῖχεν ἡ κόρη, ἀλλ̓ ἐσφάδαζεν ἡ βάσις καὶ οἱ πόδες ἐσκίρτων, ὥσπερ, οἶμαι, τῆς ψυχῆς τῷ Θεαγένει συνεξαιρομένης καὶ τὸν δρόμον συμπροθυμουμένης. οἱ μὲν δὴ θεαταί, μετέωρος ἅπας ἐπὶ τὸ μέλλον καὶ ἀγωνίας ἀνάμεστος, ἐγὼ δὲ καὶ πλέον,

p.99
ἅτε δή μοι λοιπὸν ὡς παιδὸς ὑπερφροντίζειν προῃρημένῳ.

οὐδὲν θαυμαστόν, ἔφη ὁ Κνήμων, ὁρῶντας καὶ παρόντας ἀγωνιᾶν, ὅτε κἀγὼ νυνὶ περὶ τῷ Θεαγένει δέδια. καί σου δέομαι θᾶττον, εἰ νικῶν ἀνηγορεύθη, διελθεῖν.