Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ἔφη ὁ Καλάσιρις: νυνὶ δὲ ἅπερ ἑξῆς ἐπέραινεν ὁ Χαρικλῆς, εἰρήσεται. ἐπειδὴ γάρ, φησίν, εἰς τὸ δωμάτιον ἦλθον, ὑπαντᾷ τέ μοι ἡ παῖς, καὶ ἔλεγε μὲν οὐδέν, οὔπω τῆς Ἑλλάδος συνιεῖσα φωνῆς, ἀπὸ δὲ τῆς χειρὸς ἠσπάζετο, καί με πρὸς τὸ φαιδρότερον ὀφθεῖσα μόνον ἀνίησιν. ἐθαύμαζόν τε ὅτι, καθάπερ οἱ ἀγαθοὶ καὶ εὐγενεῖς τῶν σκυλάκων πάντα τινὰ καὶ ἐπ̓ ὀλίγον ὀλίγον ἐγνωσμένον σαίνουσιν, οὕτω κἀκείνη τῆς ἐμῆς περὶ αὐτὴν εὐνοίας ὀξέως ᾔσθετο καὶ ὡς πατέρα περιεῖπεν. ἔγνων οὖν μὴ ἐνδιατρίβειν τοῖς Καταδούποις, μὴ δή τις καὶ δαίμονος βασκανία τῆς δευτέρας με θυγατρὸς στερήσειε, καὶ διὰ τοῦ Νείλου κατάρας ἐπὶ θάλατταν ἐπιτυχών τε νεὼς ἀνηγόμην τὴν ἐπ̓ οἴκου. καὶ ἔστι νῦν ἡ παῖς ἐνταῦθα σὺν ἐμοί, παῖς μὲν οὖσα ἐμὴ καὶ ὄνομα τοὐμὸν ὀνομαζομένη: σαλεύω γὰρ ἐπ̓ αὐτῇ τὸν βίον. καὶ ἔστι τὰ μὲν ἄλλα καὶ εὐχῆς κρείττων: οὕτω τάχιστα μὲν τὴν Ἑλλάδα γλῶτταν εἵλκυσε, τάχιστα δὲ εἰς ἀκμὴν καθάπερ ἔρνος τι τῶν εὐθαλῶν ἀνέδραμεν. ὡραιότητι δὲ σώματος οὕτω δή τοι τὰς πάσας ὑπερβέβληκεν ὥστε πᾶς ὀφθαλμὸς Ἑλληνικός τε καὶ ξένος ἐπ̓ αὐτὴν φέρεται, καὶ ὁπουδὴ φαινομένη ναῶν ἢ δρόμων ἢ ἀγορῶν, καθάπερ ἀρχέτυπον ἄγαλμα πᾶσαν ὄψιν καὶ διάνοιαν ἐφ̓ ἑαυτὴν ἐπιστρέφει. ἀλλ̓ αὕτη τοιαύτη τις οὖσα λυπεῖ με λύπην ἀνίατον. ἀπηγόρευται παῤ αὐτῇ γάμος, καὶ παρθενεύειν τὸν πάντα βίον διατείνεται, καὶ τῇ Ἀρτέμιδι ζάκορον ἑαυτὴν ἐπιδοῦσα θήραις τὰ

p.74
πολλὰ σχολάζει καὶ ἀσκεῖ τοξείαν. ἐμοὶ δέ ἐστιν ὁ βίος ἀφόρητος, ἐλπίσαντι μὲν ἀδελφῆς ἐμαυτοῦ παιδὶ ταύτην ἐκδώσειν, καὶ μάλα γε ἀστείῳ καὶ χαρίεντι λόγον τε καὶ ἦθος νεανίσκῳ, ἀποτυγχάνοντι δὲ διὰ τὴν ταύτης ἀπηνῆ κρίσιν. οὔτε γὰρ θεραπεύων οὔτε ἐπαγγελλόμενος οὔτε λογισμοὺς ἀνακινῶν πεῖσαι δεδύνημαι, ἀλλὰ τὸ χαλεπώτατον, τοῖς ἐμοῖς, τὸ τοῦ λόγου, κατ̓ ἐμοῦ κέχρηται πτεροῖς, καὶ τὴν ἐκ λόγων πολυπειρίαν, ἣν ποικίλην ἐδιδαξάμην πρὸς κατασκευὴν τοῦ τὸν ἄριστον ᾑρῆσθαι βίον, ἐπανατείνεται, ἐκθειάζουσα μὲν παρθενίαν καὶ ἐγγὺς ἀθανάτων ἀποφαίνουσα, ἄχραντον καὶ ἀκήρατον καὶ ἀδιάφθορον ὀνομάζουσα, ἔρωτας δὲ καὶ Ἀφροδίτην καὶ πάντα γαμήλιον θίασον ἀποσκορακίζουσα. πρὸς ταῦτα δή σε βοηθὸν ἐπικαλοῦμαι, καὶ διὰ τοῦτο καιροῦ λαβόμενος καὶ ἀφορμῆς τῆς ἐκ ταὐτομάτου πως ἐνδοθείσης, μακροτέρου πρὸς σὲ τοῦ διηγήματος ἐδεήθην. καὶ δὸς τὴν χάριν, ὦ γαθὲ Καλάσιρι. σοφίαν τινὰ καὶ ἴυγγα κίνησον ἐπ̓ αὐτὴν Αἰγυπτίαν. πεῖσον ἢ λόγοις ἢ ἔργοις γνωρίσαι τὴν ἑαυτῆς φύσιν, καὶ ὅτι γυνὴ γέγονεν εἰδέναι. βουλομένῳ δέ σοι τὸ πρᾶγμα ῥᾴδιον. οὔτε γὰρ ἀπρόσμικτος ἐκείνη πρὸς τοὺς λόγους τῶν ἀνδρῶν, ἀλλὰ τὸ πλεῖστον τούτοις συνόμιλος ἐπαρθενεύθη: καὶ οἴκησιν οἰκεῖ σοι τὴν αὐτὴν ἐνταῦθα, ἐντὸς φημὶ τοῦ περιβόλου καὶ περὶ τὸν νεών. ἱκέτην οὖν γινόμενον μὴ παρίδῃς με, μηδὲ συγχωρήσῃς ἄπαιδα καὶ ἀπαραμύθητον καὶ διαδόχων ἔρημον ἐν γήραι βαρεῖ διάγειν, μὴ πρὸς Ἀπόλλωνος αὐτοῦ καὶ τῶν ἐγχωρίων σοι θεῶν.

ἐδάκρυσα τούτων ἀκούων ὦ Κνήμων, ἐπειδὴ κἀκεῖνος οὐκ ἀδάκρυτον τὴν ἱκεσίαν προσῆγε, καὶ ἐπηγγελλόμην,

εἴ τι δυναίμην, συλλήψεσθαι. καὶ ἔτι περὶ τούτων διασκοπουμένων ἡμῶν, εἰσδραμών τις ἀπήγγειλε

p.75
τὸν ἀρχιθέωρον τῶν Αἰνιάνων ἐπὶ θύραις ὄντα πάλαι διοχλεῖν, καὶ παρακαλεῖν τὸν ἱερέα παρεῖναι καὶ κατάρχειν τῶν ἱερῶν. ἐμοῦ δὲ ἐρομένου τὸν Χαρικλέα, τίνες οἱ Αἰνιᾶνες ἢ τίς ἡ θεωρία καὶ ἣν ἄγουσι θυσίαν, οἱ μὲν Αἰνιᾶνες, ἔφη, Θετταλικῆς ἐστὶ μοίρας τὸ εὐγενέστατον καὶ ἀκριβῶς Ἑλληνικόν, ἀφ̓ Ἕλληνος τοῦ Δευκαλίωνος, τὸ μὲν ἄλλο τῷ Μαλιακῷ κόλπῳ παρατεινόμενον, μητρόπολιν δὲ σεμνυνόμενον Ὑπάταν, ὡς μὲν αὐτοὶ βούλονται, ἀπὸ τοῦ τῶν ἄλλων ὑπατεύειν καὶ ἄρχειν ὠνομασμένην, ὡς δὲ ἑτέροις δοκεῖ, διότι περ ὑπὸ τῇ Οἴτῃ τῷ ὄρει κατῴκισται. ἡ δὲ θυσία καὶ ἡ θεωρία, τετραετηρίδα ταύτην, ὅτε περ καὶ ὁ Πυθίων ἀγών ʽἔστι δὲ νῦν, ὡς οἶσθἀ, πέμπουσιν Αἰνιᾶνες Νεοπτολέμῳ τῷ Ἀχιλλέως: ἐνταῦθα γὰρ ἐδολοφονήθη πρὸς αὐτοῖς τοῖς τοῦ Πυθίου βωμοῖς ὑπ̓ Ὀρέστου τοῦ Ἀγαμέμνονος. ἡ δὲ νῦν θεωρία καὶ πλεονεκτεῖ τὰς ἄλλας: Ἀχιλλείδης γὰρ εἶναι σεμνύνεται ὁ τῆς θεωρίας ἐξάρχων. συνέτυχον γὰρ τῇ προτεραίᾳ τῷ νεανίσκῳ, καί μοι ἀληθῶς ἔδοξε τοῖς Ἀχιλλείδαις ἐμπρέπειν: τοιοῦτός ἐστι τὴν μορφὴν καὶ τοσοῦτος ἰδεῖν τὸ μέγεθος, ὡς βεβαιοῦν τῇ θέᾳ τὸ γένος. ἐμοῦ δὲ θαυμάσαντος, καὶ πῶς Αἰνιάνων γένους τυγχάνων Ἀχιλλείδην ἑαυτὸν ἀναγορεύει φήσαντος ʽἡ γὰρ Ὁμήρου τοῦ Αἰγυπτίου ποίησις τὸν Ἀχιλλέα Φθιώτην ἐνδείκνυταἰ, ὁ μὲν νεανίσκος, ἔφη ὁ Χαρικλῆς, καὶ ὁλοσχερῶς Αἰνιᾶνα εἶναι τὸν ἥρωα διαγωνίζεται, τὴν Θέτιν ἐκ τοῦ Μαλιακοῦ κόλπου γήμασθαι τῷ Πηλεῖ καὶ Φθίαν τὸ περὶ τὸν κόλπον τοῦτον ὀνομάζεσθαι πάλαι διατεινόμενος, τοὺς δὲ ἄλλους δἰ εὐδοξίαν τοῦ ἀνδρὸς ἐφελκομένους ἑαυτοῖς ἐπιψεύδεσθαι. καὶ ἄλλως δὲ ἑαυτὸν ἐγγράφει τοῖς Αἰακίδαις, Μενέσθιον ἑαυτοῦ προπάτορα καταφέρων, τὸν Σπερχειοῦ παῖδα καὶ Πολυδώρας τῆς
p.76
ἐκ Πηλέως, ὃς καὶ Ἀχιλλεῖ συνεστράτευσεν ἐν πρώτοις ἐπὶ Ἴλιον, καὶ τῆς πρώτης τῶν Μυρμιδόνων διὰ τὸ συγγενὲς ἐξῆρχε μοίρας. τῷ δὲ Ἀχιλλεῖ πάντοθεν περιφυόμενος, καὶ πανταχόθεν αὐτὸν τοῖς Αἰνιᾶσιν οἰκειούμενος, τεκμήριον λαμβάνει πρὸς τοῖς ἄλλοις οἷς καταλέγει καὶ τὸν ἐναγισμὸν τὸν Νεοπτολέμῳ πεμπόμενον, οὗ σύμπαντες, ὡς φησίν, Αἰνιᾶσιν ἐξεχώρησαν Θεσσαλοί, τὸ ἐγγυτέροις εἶναι τοῦ γένους προσμαρτυροῦντες. ἐκείνοις μὲν οὖν οὐδεὶς φθόνος, ἔφην, ὦ Χαρίκλεις, ἢ χαρίζεσθαι ταῦτα, ἢ καὶ ἐπαληθεύειν ἑαυτοῖς: τὸν δὲ ἀρχιθέωρον εἰσκαλεῖσθαι πρόσταξον, ὡς ἔγωγε αὐτοῦ μανικῶς ἀνεπτέρωμαι πρὸς τὴν θέαν.

ἐπένευσεν ὁ Χαρικλῆς, καὶ εἰσῆλθεν ὁ νεανίσκος, Ἀχίλλειόν τι τῷ ὄντι πνέων, καὶ πρὸς ἐκεῖνον τὸ βλέμμα καὶ τὸ φρόνημα ἀναφέρων, ὀρθὸς τὸν αὐχένα, καὶ ἀπὸ τοῦ μετώπου τὴν κόμην καὶ πρὸς τὸ ὄρθιον ἀναχαιτίζων. ἡ ῥὶς ἐν ἐπαγγελίᾳ θυμοῦ, καὶ οἱ μυκτῆρες ἐλευθέρως τὸν ἀέρα εἰσπνέοντες. ὀφθαλμὸς οὔπω μὲν χαροπός, χαροπώτερον δὲ μελαινόμενος, σοβαρόν τε ἅμα καὶ οὐκ ἀνέραστον βλέπων, οἷον θαλάσσης ἀπὸ κύματος εἰς γαλήνην ἄρτι λεαινομένης. ἐπεὶ δὲ ἡμᾶς τὰ εἰωθότα ἠσπάσατο καὶ τῶν ἀμοιβαίων ἔτυχεν, ὥραν εἶναι τοῦ τὴν θυσίαν τῷ θεῷ προσάγειν ἔλεγεν, ὡς ἂν καὶ τὸν ἐναγισμὸν τῷ ἥρωι καὶ τὴν ἐπ̓ αὐτῷ πομπὴν κατὰ καιρὸν ἐν δευτέροις ἐπιτελεῖν ἐγγένοιτο. γινέσθω, ἔφη ὁ Χαρικλῆς. καὶ ἀνιστάμενος, ὄψει, ἔφη πρός με, καὶ τὴν Χαρίκλειαν τήμερον, εἰ μὴ πρότερον εἶδες: συμπαρεῖναι γὰρ καὶ τὴν ζάκορον τῆς Ἀρτέμιδος τῇ πομπῇ καὶ τοῖς ἐναγισμοῖς τοῦ Νεοπτολέμου πάτριον. ἐμοὶ δὲ ἡ παῖς, ὦ Κνήμων, ἑώρατο ἤδη πολλάκις, καὶ θυσιῶν συνεφῆπτο, καὶ λόγων ἱερῶν εἴ τι ποτε ἐπύθετο. ἀλλ̓ ἅμως ἐσιώπων, τὸ μέλλον ἀπεκδεχόμενος.

p.77
καὶ ἅμα τὴν ὁρμὴν ὡς ἐπὶ τὸν νεὼν ἐποιούμεθα: πάκτα γὰρ ἤδη παρεσκεύαστο τὰ πρὸς τὴν θυσίαν τοῖς Θετταλοῖς. ἐπεὶ δὲ ἡμεῖς τε πρὸς τοῖς βωμοῖς ἐγενόμεθα καὶ ὁ νεανίας ἤδη τῶν ἱερῶν κατῆρχε, προκατευξαμένου τοῦ ἱερέως, ἐκ τῶν ἀδύτων ἀναφθέγγεται ἡ Πυθία τοιάδε.

τὴν χάριν ἐν πρώτοις, αὐτὰρ κλέος ὕστατ̓ ἔχουσαν, φράζεσθ̓ ὦ Δελφοί, τόν τε θεᾶς γενέτην, οἳ νηὸν προλιπόντες ἐμὸν καὶ κῦμα τεμόντες ἵξοντ̓ ἠελ̔??ʼου πρὸς χθόνα κυανέην, τῇ περ ἀριστοβίων μέγ̓ ἀέθλιον ἐξάψονται, λευκὸν ἐπὶ κροτάφων στέμμα μελαινομένων.

ταῦτα μὲν ὡς ἀνεῖπεν ὁ θεός, ἀμηχανία πλείστη τοὺς περιεστῶτας εἰσεδύετο, τὸν χρησμὸν ὅ τι βούλοιτο φράζειν ἀποροῦντας. ἄλλος γὰρ πρὸς ἄλλο τι τὸ λόγιον ἔσπα: καὶ ὡς ἕκαστος εἶχε βουλήσεως, οὕτω καὶ ὑπελάμβανεν. οὔπω δὲ οὐδεὶς τῶν ἀληθῶν ἐφήπτετο. χρησμοὶ γὰρ καὶ ὄνειροι τὰ πολλὰ τοῖς τέλεσι κρίνονται. καὶ ἄλλως οἱ Δελφοὶ πρὸς τὴν πομπὴν ἐπτοήμενοι μεγαλοπρεπῶς ηὐτρεπισμένην ἠπείγοντο, τὰ χρησθέντα πρὸς τὸ ἀκριβὲς ἀνιχνεύειν ἀμελήσαντες. ἐπεὶ δὲ ἡ πομπὴ καὶ ὁ σύμπας ἐναγισμὸς ἐτελέσθη—.

καὶ μὴν οὐκ ἐτελέσθη, πάτερ, ὑπολαβὼν ὁ Κνήμων. ἐμὲ γοῦν οὔπω θεατὴν ὁ σὸς ἐπέστησε λόγος, ἀλλ̓ εἰς πᾶσαν ὑπερβολὴν ἡττημένον τῆς ἀκροάσεως καὶ αὐτοπτῆσαι σπεύδοντα τὴν πανήγυριν ὥσπερ κατόπιν ἑορτῆς ἥκοντα, τὸ τοῦ λόγου, παρατρέχεις, ὁμοῦ τε ἀνοίξας καὶ κλείσας τὸ θέατρον. ἐγὼ μέν, ὦ Κνήμων, ἔφη ὁ Καλάσιρις, ἥκιστά σε τοῖς ἔξωθεν καὶ τοιούτοις βούλομαι διοχλεῖν, ἐπὶ τὰ καιριώτερά σε τῆς ἀφηγήσεως καὶ ὧν ἐπεζήτεις ἐξ ἀρχῆς συνελαύνων. ἐπεὶ δὲ ἐκ παρόδου θεωρὸς γενέσθαι βεβούλησαι, σὺ μὲν Ἀττικὸς

p.78
ὢν κἀκ τούτων οὐ λέληθας, ἐγὼ δέ σοι τὴν πομπήν, ὀνομαστὴν ἐν ὀλίγαις γενομένην αὐτῆς τε ἕνεκεν καὶ τῶν ἐξ αὐτῆς ἀποβάντων, ἐπιτεμὼν διαθήσομαι.

ἡγεῖτο μὲν ἑκατόμβη τῶν τελουμένων, ἀνδρῶν ἀγροικοτέρων βίον τε καὶ στολὴν ἐφελκομένων. τὸ μὲν ζῶσμα ἑκάστῳ χιτῶνα λευκὸν εἰς ἀγκύλην ἀνέστελλε, χεὶρ δὲ ἡ δεξιὰ σὺν ὤμῳ καὶ μαζῷ παραγυμνουμένη πέλεκυν δίστομον ἐπεκράδαινεν. οἱ βόες μέλανες πάντες, τὸν αὐχένα σφριγῶντες καὶ πρὸς κύρτωμα μέτριον ἐγείροντες, τὸ κέρας ἀπέριττον καὶ ἀδιάστροφον ὀξύνοντες, ὃ μὲν ἐπίχρυσον ὃ δὲ ἀνθεινοῖς στεφάνοις διάπλοκον, σιμοὶ τὴν κνήμην, καὶ βαθεῖαν τὴν φάρυγγα τοῖς γόνασιν ἐπαιωροῦντες. ὁ δὲ ἀριθμὸς ἀκριβῶς ἑκατόμβη, καὶ εἰς ἀλήθειαν τὸ ὄνομα πληροῦντες. ἐπηκολούθει τούτοις ἄλλων ἱερείων διάφορον πλῆθος, ἑκάστου ζώου γένος ἰδίᾳ καὶ εἰς κόσμον ἀγόμενον, αὐλοῦ καὶ σύριγγος τελεστικόν τι μέλος καὶ καταγγελτικὸν τῆς θυσίας ὑπηχούντων.

ταύτας τὰς ἀγέλας καὶ τοὺς ἄνδρας τοὺς βοηλάτας κόραι Θετταλικαὶ διεδέχοντο καλλίζωνοί τινες καὶ βαθύζωνοι καὶ τὴν κόμην ἄνετοι. διῄρηντο δὲ εἰς δύο χορούς: καὶ αἳ μὲν ἔφερον καλαθίσκους, ὁ πρῶτος χορός, ἀνθέων τε καὶ ὡραίων πλήρεις, αἳ δὲ κανᾶ πεμμάτων τε καὶ θυμιαμάτων κανηφοροῦσαι τὸν τόπον εὐωδίᾳ κατέπνεον. ἠσχόλουν δὲ οὐδὲν εἰς ταῦτα τὰς χεῖρας, ἀλλ̓ ὑπὲρ τῆς κεφαλῆς ἀχθοφοροῦσαι πρὸς χορὸν στιχήρη καὶ ἐγκάρσιον ἀλλήλων εἴχοντο, ὡς ἂν βαδίζειν τε ἅμα καὶ χορεύειν αὐταῖς ἐγγίνοιτο. τοῦ δὲ μέλους αὐταῖς τὸ ἐνδόσιμον ὁ ἕτερος χορὸς ὑπεσήμαινεν: οὗτος γὰρ τὸν ὅλον ἐπετέτραπτο μελῳδεῖν ὕμνον. ὁ δὲ ὕμνος ἦν, ἡ Θέτις ἐπῃνεῖτο καὶ ὁ Πηλεύς, κἀπὶ τούτοις

p.79
ὁ ἐκείνων παῖς, καὶ ὁ τούτου πάλιν. μετὰ τούτους, ὦ Κνήμων, —

τί Κνήμων; ἔφη ὁ Κνήμων. πάλιν γάρ με τῶν ἡδίστων ἀποστερεῖς, ὦ πάτερ, αὐτόν μοι τὸν ὕμνον οὐ διερχόμενος, ὥσπερ θεατήν με μόνον τῶν κατὰ τὴν πομπήν, ἀλλ̓ οὐχὶ καὶ ἀκροατὴν καθίσας.

ἀκούοις ἄν, ἔφη ὁ Καλάσιρις, ἐπειδήπερ οὕτω σοι φίλον: εἶχε γὰρ ὧδέ πως ἡ ᾠδή.

τἀν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν, Νηρέος ἀθανάταν εἰναλίοιο κόραν, τὰν Διὸς ἐννεσίῃ Πήλεϊ γημαμέναν, τὰν ἁλὸς ἀγλαΐαν, ἁμετέραν Παφίην: ἣ τὸν δουριμανῆ τόνδ̓ Ἄρεα πτολέμων, Ἑλλάδος ἀστεροπάν, ἐξέτεκεν λαγόνων, δῖον Ἀχιλλῆα, τοῦ κλέος οὐράνιον, τῷ ὑπὸ Πύρρα τέκεν παῖδα Νεοπτόλεμον, περσέπολιν Τρώων, ῥυσίπολιν Δαναῶν. ἱλήκοις ἥρως ἄμμι Νεοπτόλεμε ὄλβιε, Πυθιάδι νῦν χθονὶ κευθόμενε, δέχνυσο δ̓ εὐμενέων τάνδε θυηπολίην, πᾶν δ̓ ἀπέρυκε δέος ἁμετέρας πόλιος. τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν.

ὁ μὲν οὖν ὕμνος ὦ Κνήμων τῇδέ πῃ συνέκειτο, καθ̓ ὅσον ἔχω διαμνημονεύειν: τοσοῦτον δέ τι ἐμμελείας περιῆν τοῖς χοροῖς, καὶ οὕτω συμβαίνων ὁ κρότος τοῦ βήματος πρὸς τὸ μέλος ἐρρυθμίζετο, ὡς τὸν ὀφθαλμὸν τῶν ὁρωμένων ὑπερφρονεῖν ὑπὸ τῆς ἀκοῆς ἀναπείθεσθαι, καὶ συμπαρέπεσθαι μεταβαινούσαις ἀεὶ ταῖς παρθένοις τοὺς παρόντας ὥσπερ ὑπὸ τῆς κατὰ τὴν ᾠδὴν ἠχοῦς ἐφελκομένους, ἕως κατόπιν ἐφήβων ἱππικὸν καὶ ὁ τούτων ἵππαρχος ἐκλάμψας ἀκοῆς κρείττονα πάσης τὴν τῶν καλῶν θέαν ἀπέδειξεν. ὁ μὲν οὖν ἀριθμὸς τοὺς ἐφήβους εἰς πεντήκοντα συνέταττεν, ἐμέριζε δὲ πέντε καὶ εἴκοσιν ἑκατέρωθεν, μεσεύοντα τὸν ἀρχιθέωρον

p.80
δορυφοροῦντας. κρηπὶς μὲν αὐτοῖς ἱμάντι φοινικῷ διάπλοκος ὑπὲρ ἀστράγαλον ἐσφίγγετο, χλαμὺς δὲ λευκὴ περόνῃ χρυσῇ πρὸς τοῖς στέρνοις ἐσφήκωτο, τὴν εἰς ἄκρον πέζαν κυανῇ τῇ βαφῇ κεκυκλωμένη. ἡ δὲ ἵππος Θετταλικὴ μὲν πᾶσα, καὶ τῶν ἐκεῖθεν πεδίων τὸ ἐλεύθερον βλέπουσα ʽτὸν γὰρ χαλινὸν ὅσα μὲν δεσπότην ἠρνεῖτο, διαπτύουσα καὶ θαμὰ προσαφρίζουσα, ὡς δὲ τὸν νοῦν ὑφηγούμενον τοῦ ἀναβάτου φέρειν ἠνείχετὀ, φαλάροις δὲ καὶ προμετωπιδίοις ἀργυροῖς καὶ ἐπιχρύσοις ἐξησκημένη, καθάπερ ἀγώνισμα τῶν ἐφήβων τοῦτο πεποιημένων. ἀλλὰ τούτους ὦ Κνήμων τοιούτους ὄντας οὕτως ὑπερεῖδε καὶ παρέδραμεν ἡ τῶν παρόντων ὄψις, καὶ πρὸς τὸν ἵππαρχον ʽἦν δὲ τὸ μέλημα τὸ ἐμὸν Θεαγένησ̓ ἅπας ἐπέστρεψεν, ὥστε ἔδοξας ἂν ὑπ̓ ἀστραπῆς τὸ φαινόμενον πρότερον ἅπαν ἠμαυρῶσθαι: τοσοῦτον ἡμᾶς ὀφθεὶς κατέλαμψεν, ἱππεὺς μὲν καὶ αὐτὸς καὶ ὁπλίτης τυγχάνων, καὶ δόρυ μελίαν χαλκόστομον ἐπισείων, τὸ δὲ κράνος οὐχ ὑπελθὼν ἀλλ̓ ἀπὸ γυμνῆς τῆς κεφαλῆς πομπεύων, φοινικοβαφῆ χλαμύδα καθειμένος, ἧς τὰ μὲν ἄλλα χρυσὸς ἐποίκιλλε, τοὺς Λαπίθας ἐπὶ τοὺς Κενταύρους ὁπλίζων, ἡ περόνη δὲ Ἀθηνᾶν ἠλεκτρίνην ἔστεφε, τὴν Γοργοῦς κεφαλὴν εἰς θώρακα προασπίζουσαν. προσέβαλλε δέ τι χάριτος τοῖς γινομένοις καὶ ἀνέμου λιγεῖα ῥιπή: μείλιχον γὰρ ἐπέπνει, τὴν μὲν κόμην ἠρέμα κατὰ τοῦ αὐχένος διαξαίνουσα καὶ τοῦ μετώπου τοὺς βοστρύχους παραστέλλουσα, τῆς δὲ χλαμύδος τὰς ἄκρας τοῖς νώτοις τοῦ ἵππου καὶ μηροῖς ἐπιβάλλουσα. εἶπες ἂν καὶ τὸν ἵππον αὐτὸν συνιέναι τῆς ὡραιότητος τοῦ δεσπότου, καὶ ὡς καλὸν κάλλιστον φέρειν τὸν ἡνίοχον αἰσθάνεσθαι: οὕτω τὸν αὐχένα κυμαίνων, καὶ εἰς ὀρθὸν οὖς τὴν κεφαλὴν ἐγείρων, καὶ σοβαρὰν τὴν ὀφρὺν κατὰ τῶν ὀφθαλμῶν
p.81
ἐπιδινεύων, ἔφερέ τε καὶ ἐφέρετο γαυρούμενος, εὐήνιά τε προποδίζων, καὶ ἐφ̓ ἑκάτερον ὦμον ἑαυτὸν ἐν μέρει ταλαντεύων, ἄκραν τε τὴν ὁπλὴν τῇ γῇ λεπτὸν ἐπικροτῶν, εἰς γαληνὸν κίνημα τὸ βῆμα κατερρύθμιζεν. ἐξέπληττε μὲν δὴ καὶ πάντας τὰ ὁρώμενα, καὶ τὴν νικητήριον ἀνδρείας τε καὶ κάλλους ψῆφον τῷ νεανίᾳ πάντες ἀπένεμον: ἤδη δὲ ὅσαι δημώδεις γυναῖκες καὶ τὸ τῆς ψυχῆς πάθος ἐγκρατείᾳ κρύπτειν ἀδύνατοι, μήλοις τε καὶ ἄνθεσιν ἔβαλλον, εὐμένειαν ἀπ̓ αὐτοῦ τινά, ὡς ἐδόκουν, ἐφελκόμεναι. κρίσις γαρ αὕτη μία παρὰ πᾶσιν ἐκρατύνετο, μὴ ἂν φανῆναί τι κατ̓ ἀνθρώπους ὃ τὸ Θεαγένους ὑπερβάλλοιτο κάλλος.

ἦμος δ̓ ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς ʽὍμηρος ἂν εἶπεν̓, ἐπεὶ δὲ τοῦ νεὼ τῆς Ἀρτέμιδος ἐξήλασεν ἡ καλὴ καὶ σοφὴ Χαρίκλεια, τότε ὅτι καὶ Θεαγένην ἡττηθῆναί ποτε δυνατὸν ἔγνωμεν, ἀλλ̓ ἡττηθῆναι τοσοῦτον ὅσον ἀκραιφνὲς γυναικεῖον κάλλος τοῦ πρώτου παῤ ἀνδράσιν ἐπαγωγότερον. ἤγετο μὲν γὰρ ἐφ̓ ἁρμαμάξης ὑπὸ συνωρίδος λευκῆς βοῶν ὀχουμένη, χιτῶνα δὲ ἁλουργῆ ποδήρη χρυσαῖς ἀκτῖσι κατάπαστον ἠμφίεστο. ζώνην δὲ ἐπεβέβλητο τοῖς στέρνοις ἣν ὁ τεχνησάμενος εἰς ἐκείνην τὸ πᾶν τῆς ἑαυτοῦ τέχνης κατέκλεισεν, οὔτε πρότερόν τι τοιοῦτον χαλκευσάμενος οὔτε αὖθις δυνησόμενος. δυοῖν γὰρ δρακόντοιν τὰ μὲν οὐραῖα κατὰ τῶν μεταφρένων ἐδέσμευε, τοὺς δὲ αὐχένας ὑπὸ τοὺς μαζοὺς παραμείψας καὶ εἰς βρόχον σκολιὸν διαπλέξας, καὶ τὰς κεφαλὰς διολισθῆσαι τοῦ βρόχου συγχωρήσας, ὡς περίττωμα τοῦ δεσμοῦ κατὰ πλευρὰν ἑκατέραν ἀπῃώρησεν. εἶπες ἂν τοὺς ὄφεις οὐ δοκεῖν ἕρπειν ἀλλ̓ ἕρπειν, οὐχ ὑπὸ βλοσυρῷ καὶ ἀπηνεῖ τῷ βλέμματι φοβερούς, ἀλλ̓ ὑγρῷ κώματι διαρρεομένους, ὥσπερ ὑπὸ τοῦ κατὰ τὰ στέρνα τῆς κόρης ἱμέρου κατευναζομένους.

p.82
οἳ δὲ ἦσαν τὴν μὲν ὕλην χρυσοῖ τὴν δὲ χροιὰν κυάνεοι: ὁ γὰρ χρυσὸς ὑπὸ τῆς τέχνης ἐμελαίνετο, ἵνα τὸ τραχὺ καὶ μεταβάλλον τῆς φολίδος τῷ ξανθῷ τὸ μέλαν συγκραθὲν ἐπιδείξηται. τοιαύτη μὲν ἡ ζώνη τῆς κόρης, ἡ κόμη δὲ οὔτε πάντῃ διάπλοκος οὔτε ἀσύνδετος, ἀλλ̓ ἡ μὲν πολλὴ καὶ ὑπαυχένιος ὤμοις τε καὶ νώτοις ἐπεκύμαινε, τὴν δὲ ἀπὸ κορυφῆς καὶ ἀπὸ μετώπου δάφνης ἁπαλοὶ κλῶνες ἔστεφον, ῥοδοειδῆ τε καὶ ἡλιῶσαν διαδέοντες, καὶ σοβεῖν ταῖς αὔραις ἔξω τοῦ πρέποντος οὐκ ἐφιέντες. ἔφερε δὲ τῇ λαιᾷ μὲν τόξον ἐπίχρυσον, ὑπὲρ ὦμον τὸν δεξιὸν τῆς φαρέτρας ἀπηρτημένης, θατέρᾳ δὲ λαμπάδιον ἡμμένον: καὶ οὕτως ἔχουσα πλέον ἀπὸ τῶν ὀφθαλμῶν σέλας ἢ τῶν δᾴδων ἀπηύγαζεν.

οὗτοι ἐκεῖνοι, Χαρίκλεια καὶ Θεαγένης, ἀνεβόησεν ὁ Κνήμων. καὶ ποῦ γῆς οὗτοι; δείκνυε, πρὸς θεῶν ἱκετεύω, ὁ Καλάσιρις, ὁρᾶσθαι αὐτοὺς τῷ Κνήμωνι προσδοκήσας. ὃ δέ, ὦ πάτερ, θεωρεῖν αὐτοὺς καὶ ἀπόντας ᾠήθην: οὕτως ἐναργῶς τε καὶ οἵους οἶδα ἰδὼν ἡ παρὰ σοῦ διήγησις ὑπέδειξεν. οὐκ οἶδα, εἶπεν, εἰ τοιούτους εἶδες οἵους αὐτοὺς κατ̓ ἐκείνην τὴν ἡμέραν ἡ Ἑλλάς τε καὶ ὁ ἥλιος ἐθεάσατο, οὕτω μὲν περιβλέπτους οὕτω δὲ εὐδαιμονιζομένους, καὶ τὴν μὲν ἀνδράσι τὸν δὲ γυναιξὶν εὐχὴν γινομένους: τὴν γὰρ πρὸς θάτερον αὐτῶν συζυγίαν ἴσα καὶ ἀθανασίαν ἦγον. πλὴν ὅσον τὸν μὲν νεανίαν οἱ ἐγχώριοι τὴν κόρην δὲ οἱ Θετταλοὶ πλέον ἐθαύμαζον, ὃ πρῶτον ἔβλεπον ἑκάτεροι, μᾶλλον ἀγάμενοι: ξένη γὰρ ὄψις τῆς συνῄθους ἑτοιμότερον εἰς ἔκπληξιν. ἀλλ̓ ὢ τῆς ἡδείας ἀπάτης, ὢ τῆς γλυκείας οἰήσεως: ὅπως με ἀνεπτέρωσας, ὁρᾶν τοὺς φιλτάτους καὶ δεικνύναι προσδοκηθεὶς ὦ Κνήμων. σὺ δέ με καὶ παντάπασιν ἔοικας ἐξαπατᾶν: ἥξειν γὰρ αὐτοὺς ὅσον οὐδέπω καὶ φανήσεσθαι παρὰ τὴν ἀρχὴν τοῦ λόγου

p.83
διεγγυώμενος, κἀπὶ τούτοις καὶ μισθὸν τὴν κατ̓ αὐτοὺς ὑφήγησιν αἰτήσας, ἑσπέρας οὔσης ἤδη καὶ νυκτὸς οὐδαμοῦ δεικνύναι παρόντας ἔχεις. καὶ ὅς, θάρσει, ἔφη, καὶ θυμὸν ἔχε ἀγαθὸν ὡς ἐκείνων ἀληθῶς ἡξόντων. νῦν δὲ ἴσως τι κώλυμα γέγονε, καὶ βράδιον ἢ κατὰ τὰ συγκείμενα ἀφικνοῦνται. καὶ ἄλλως οὐδ̓ ἂν παρόντας ἔδειξα μὴ τὸ πᾶν τοῦ μισθοῦ κομισάμενος, ὥστε εἰ σπεύδεις τὴν θέαν, πλήρου τὴν ἐπαγγελίαν καὶ εἰς τέλος ἄγε τὴν διήγησιν. ἐγὼ μέν, εἶπεν, ἄλλως τε ὀκνῶ τὸ πρᾶγμα πρὸς ὑπόμνησιν με τῶν λυπούντων ἄγον, καί σε ἀποκναίειν ᾠήθην ἀδολεσχίᾳ τοσαύτῃ προσκορῆ γεγενημένον: ἐπεὶ δὲ φιλήκοός τις εἶναί μοι φαίνῃ καὶ καλῶν ἀκουσμάτων ἀκόρεστος, φέρε ὅθεν ἐξέβην τὸν λόγον εἰσβάλωμεν, ἁψάμενοί τε λύχνον πρότερον, καὶ τὰ κοιταῖα τοῖς νυχίοις θεοῖς ἐπισπείσαντες, ὡς ἂν τῶν εἰωθότων τετελεσμένων ἐννυκτερεύειν ἡμῖν ἐπ̓ ἀδείας τοῖς διηγήμασιν ἐγγίνοιτο.

ταῦτα εἶπε, καὶ λύχνος τε ἡμμένος εἰσεφέρετο θεραπαινίδι τοῦτο τοῦ πρεσβύτου προστάξαντος, καὶ τὴν σπονδὴν ἀπέχεεν, ἄλλους τε τῶν θεῶν καὶ τὸν Ἑρμῆν ἐπὶ πᾶσιν ἐπικαλούμενος. εὐόνειρόν τε ᾔτει τὴν νύκτα, καὶ φανῆναι αὐτῷ τοὺς φιλτάτους κατὰ γοῦν τὸν ὕπνον ἱκέτευε. καὶ τούτων τετελεσμένων, ἐπειδὴ τοίνυν, ἔφη, ὦ Κνήμων, τὸ μνῆμα τοῦ Νεοπτολέμου περιεστοιχίσατο ἡ πομπὴ καὶ τρίτον οἱ ἔφηβοι τὴν ἵππον περιήλασαν, ὠλόλυξαν μὲν αἱ γυναῖκες ἠλάλαξαν δὲ οἱ ἄνδρες. τότε ὥσπερ ὑφ̓ ἑνὶ συνθήματι βόες ἄρνες αἶγες ἱερεύοντο, καθάπερ μιᾷ χειρὶ πᾶσι τῆς σφαγῆς ἐπενεχθείσης. βωμόν τε παμμεγέθη σχίζαις μυρίαις φορτώσαντες, καὶ τὰ νενομισμένα τῶν ἱερείων ἄκρα πάντα ἐπιθέντες, κατάρχειν τῆς σπονδῆς τὸν ἱερέα τοῦ Πυθίου καὶ τὸν βωμὸν ἀνάπτειν ἠξίουν. ὁ δὲ Χαρικλῆς τὴν μὲν σπονδὴν

p.84
αὑτῷ προσήκειν ἔλεγε, τὸν βωμὸν δὲ ὁ τῆς θεωρίας ἄρχων ἁπτέτω, παρὰ τῆς ζακόρου τὴν δᾷδα κομισάμενος: τοῦτο γὰρ ἔθος ὁ πάτριος γινώσκει νόμος. ταῦτα εἶπε, καὶ ὃ μὲν ἔσπενδε, τὸ πῦρ δὲ Θεαγένης ἐλάμβανεν, ὅτε, ὦ φίλε Κνήμων, καὶ ὅτι θεῖον ἡ ψυχὴ καὶ συγγενὲς ἄνωθεν τοῖς ἔργοις ἐπιστούμεθα. ὁμοῦ τε γὰρ ἀλλήλους ἑώρων οἱ νέοι καὶ ἤρων, ὥσπερ τῆς ψυχῆς ἐκ πρώτης ἐντεύξεως τὸ ὅμοιον ἐπιγνούσης καὶ πρὸς τὸ κατ̓ ἀξίαν οἰκεῖον προσδραμούσης. πρῶτον μὲν γὰρ ἀθρόον τι καὶ ἐπτοημένον ἔστησαν, καὶ τὴν δᾷδα ὁλκότερον ἣ μὲν ἐνεχείριζεν ὃ δὲ ὑπεδέχετο, καὶ τοὺς ὀφθαλμοὺς ἀτενεῖς ἐπὶ πολὺ κατ̓ ἀλλήλων πήξαντες, ὥσπερ εἴ που γνωρίζοντες ἢ ἰδόντες πρότερον, ταῖς μνήμαις ἀναπεμπάζοντες, εἶτα ἐμειδίασαν βραχύ τι καὶ κλεπτόμενον καὶ μόνῃ τῇ διαχύσει τοῦ βλέμματος ἐλεγχόμενον. ἔπειτα ὥσπερ καταιδεσθέντες τὸ γεγονὸς ἐπυρρίασαν, καὶ αὖθις, τοῦ πάθους, οἶμαι, καὶ τὴν καρδίαν ἐπιδραμόντος, ὠχρίασαν. καὶ ἁπλῶς μυρίον εἶδος ἐν ὀλίγῳ τῷ χρόνῳ τὰς ὄψεις ἀμφοῖν ἐπεπλανήθη, καὶ μεταβολὴ παντοία χροιᾶς τε καὶ βλέμματος, τῆς ψυχῆς τὸν σάλον κατηγοροῦσα. ταῦτα δὲ τοὺς μὲν πολλούς, ὡς εἰκός, ἐλάνθανεν, ἄλλον πρὸς ἄλλην χρείαν τε καὶ διάνοιαν ὄντας, ἐλάνθανε δὲ καὶ τὸν Χαρικλέα, τὴν πάτριον εὐχὴν καὶ ἐπίκλησιν καταγγέλλοντα. ἐγὼ δὲ πρὸς μίαν τὴν παρατήρησιν τῶν νέων ἠσχολούμην, ἐξ ἐκείνου ὦ Κνήμων ἐξ οὗπερ ὁ χρησμὸς ἐπὶ Θεαγένει θυομένῳ κατὰ τὸν νεὼν ᾔδετο, πρὸς ὑπόνοιαν τῶν ἐσομένων ἀπὸ τῶν ὀνομάτων κεκινημένος. ἄλλο δὲ ἀκριβῶς οὐδὲν ἔτι τῶν ἑξῆς χρησθέντων συνέβαλον.

ἐπεὶ δὲ ὀψέ ποτε καὶ ὥσπερ βιαίως τῆς κόρης ἀποσπώμενος ὁ Θεαγένης ὑπέθηκέ τε τὸ λαμπάδιον καὶ τὸν βωμὸν ἀνῆψε, λέλυτο μὲν ἡ πομπή, πρὸς εὐωχίαν τῶν

p.85
Θετταλῶν τραπέντων, ὁ δὲ ἄλλος δῆμος ἐπ̓ οἶκον τὸν ἴδιον ἕκαστος ἀνεχώρησεν. ἡ Χαρίκλεια δὲ ἐφεστρίδα λευκὴν ἐπιβαλομένη σὺν ὀλίγοις τοῖς συνήθεσιν ἐπὶ τὴν ἐν τῷ περιβόλῳ τοῦ νεὼ καταγωγὴν ὥρμησεν: οὐδὲ γὰρ ᾤκει σὺν τῷ νομιζομένῳ πατρί, τῆς ἁγιστείας ἕνεκα παντοίως ἑαυτὴν χωρίζουσα. περιεργότερος τοίνυν ἐξ ὧν ἠκηκόειν τε καὶ ἑωράκειν γεγονώς, ἐντυγχάνω τῷ Χαρικλεῖ τοῦτο σπουδάσας. καὶ ὅς, εἶδες, ἠρώτα, τὸ ἀγλάισμα τὸ ἐμόν τε καὶ Δελφῶν Χαρίκλειαν; οὐ νῦν πρῶτον, ἔφην, ἀλλὰ καὶ πρότερον πολλάκις, ὁσάκις δή μοι κατὰ τὸν νεὼν ἐνέτυχεν, οὐχ ὡς ἄν τις ἐκ παρόδου, τοῦτο δὴ τὸ λεγόμενον, ἀλλὰ καὶ συνέθυσεν οὐκ ὀλιγάκις, καὶ περὶ θείων τε καὶ ἀνθρωπίνων εἴ τί ποτε διαπορήσειεν, ἠρώτησέ τε καὶ ἔμαθε. τί οὖν δή σοι τὰ νῦν ἔδοξεν ὦ ʼγαθέ; ἆρά τινα τῇ πομπῇ κόσμον ἤνεγκεν; εὐφήμησον, εἶπον, ὦ Χαρίκλεις, ὥσπερ εἰ καὶ τὴν σελήνην εἰ διαπρέπει τῶν ἄλλων ἠρώτας ἀστέρων. καὶ μὴν ἐπῄνουν τινές, εἶπε, καὶ τὸν Θετταλὸν νεανίσκον. τὰ δεύτερα, ἦν δ̓ ἐγώ, καὶ τρίτα νέμοντες, τήν τε κορωνίδα τῆς πομπῆς καὶ ὀφθαλμὸν ἀληθῶς τὴν σὴν θυγατέρα γνωρίζοντες. ἥδετο τούτοις ὁ Χαρικλῆς, καί μοι ὁ σκοπὸς ἐκ τῶν ἀληθῶν ἠνύετο, θαρσεῖν μοι τὸν ἄνδρα βουλομένῳ παντοίως. καὶ μειδιάσας, πορεύομαι νῦν ἐπ̓ αὐτήν, ἔλεγεν: εἰ δέ σοι φίλον, συμπροθυμήθητι, καὶ μή τι πρὸς τῆς ὀχλικῆς ἀηδίας ἐπιτέτριπται συνεπίσκεψαι. χαίρων μὲν ἐπένευον, ἐνεδεικνύμην δὲ ὡς ἀσχολίας ἄλλης προυργιαίτερον τίθεμαι τὸ κατ̓ αὐτόν.

ἐπεὶ δὲ παρεγενόμεθα οὗ κατήγετο, καταλαμβάνομεν εἰσελθόντες ἐπὶ τῆς εὐνῆς ἀλύουσαν καὶ τοὺς ὀφθαλμοὺς τῷ ἔρωτι διαβρόχους. κἀπειδὴ τὸν πατέρα τὰ εἰωθότα περιεπτύξατο, πυνθανομένῳ τι πεπόνθοι, τῆς

p.86
κεφαλῆς ἄλγημα διοχλεῖν ἔλεγεν, ἡδέως τε ἂν ἠρεμεῖν, εἴ τις ἐπιτρέποι. πρὸς ταῦτα διαταραχθεὶς ὁ Χαρικλῆς ὑπεξῄει τε τοῦ θαλάμου σὺν ἡμῖν, ἡσυχίαν ταῖς θεραπαίναις ἐπιτάξας, προελθών τε τῆς οἰκίας, τί ἄρα τοῦτο, ἔλεγεν, ὦ ʼγαθὲ Καλάσιρι; τίς ἡ προσπεσοῦσα τῷ θυγατρίῳ μαλακία; μὴ θαύμαζε, εἶπον, εἰ τοσούτοις ἐμπομπεύσασα δήμοις ὀφθαλμόν τινα βάσκανον ἐπεσπάσατο. γελάσας οὖν εἰρωνικόν, καὶ σὺ γάρ, εἶπεν, ὡς ὁ πολὺς ὄχλος, εἶναί τινα βασκανίαν ἐπίστευσας; εἴπερ τι καὶ ἄλλο τῶν ἀληθῶν, ἔφην. ἔχει γὰρ οὕτως. ὁ περικεχυμένος ἡμῖν οὗτος ἀὴρ δἰ ὀφθαλμῶν τε καὶ ῥινῶν καὶ ἄσθματος καὶ τῶν ἄλλων πόρων εἰς τὰ βάθη διικνούμενος, καὶ τῶν ἔξωθεν ποιοτήτων συνεισφερόμενος, οἷος ἂν εἰσρεύσῃ, τοιοῦτο καὶ τοῖς δεξαμένοις πάθος ἐγκατέσπειρεν, ὥστε ὁπόταν σὺν φθόνῳ τις ἴδῃ τὰ καλά, τὸ περιέχον τε δυσμενοῦς ποιότητος ἐνέπλησε καὶ τὸ παῤ ἑαυτοῦ πνεῦμα πικρίας ἀνάμεστον εἰς τὸν πλησίον διερρίπισε. τὸ δέ, ἅτε λεπτομερές, ἄχρις ἐπ̓ ὀστέα καὶ μυελοὺς αὐτοὺς εἰσδύεται: καὶ νόσος ἐγένετο πολλοῖς ὁ φθόνος, οἰκεῖον ὄνομα βασκανίαν ἐπιδεξάμενος. ἤδη δὲ κἀκεῖνα σκόπησον, ὦ Χαρίκλεις, ὅσοι μὲν ὀφθαλμίας ὅσοι δὲ τῆς ἐκ λοιμῶν καταστάσεως ἀνεπλήσθησαν, θιγόντες μὲν οὐδαμῶς τῶν καμνόντων, ἀλλ̓ οὐδὲ εὐνῆς, ἀλλ̓ οὐδὲ τραπέζης τῆς αὐτῆς μετασχόντες, ἀέρος δὲ μόνου ταὐτοῦ κοινωνήσαντες. τεκμηριούτω δέ σοι τὸν λόγον, εἴπερ ἄλλο τι, καὶ ἡ τῶν ἐρώτων γένεσις, οἷς τὰ ὁρώμενα τὴν ἀρχὴν ἐνδίδωσι, καὶ οἷον ὑπήνεμα διὰ τῶν ὀφθαλμῶν τὰ πάθη ταῖς ψυχαῖς εἰστοξεύονται. καὶ μάλα γε εἰκότως: τῶν γὰρ ἐν ἡμῖν πόρων τε καὶ αἰσθήσεων πολυκίνητόν τε καὶ θερμότατον οὖσα ἡ ὄψις δεκτικωτέρα πρὸς τὰς ἀπορροίας γίνεται, τῷ κατ̓ αὐτὴν ἐμπύρῳ πνεύματι τὰς μεταβάσεις τῶν ἐρώτων
p.87

ἐπισπωμένη. εἰ δὲ χρή σοι καὶ παραδείγματος ἕνεκα λόγον τινὰ φυσικώτερον παραθέσθαι, βίβλοις δὲ ἱεραῖς ταῖς περὶ ζώων ἀνάγραπτον: ὁ χαραδριὸς τοὺς ἰκτεριῶντας ἰᾶται, καὶ ὁ τοῦτο πάσχων εἰ τῷ ὀρνέῳ προσβλέποι, τὸ δὲ φεύγει καὶ ἀποστρέφεται τοὺς ὀφθαλμοὺς ἐπιμῦσαν, οὐ φθονοῦν, ὡς οἴονταί τινες, τῆς ὠφελείας, ἀλλ̓ ὅτι θεώμενος ἕλκειν καὶ μετασπᾶν εἰς ἑαυτὸν ὥσπερ ῥεῦμα πέφυκε τὸ πάθος: καὶ διὰ τοῦτο ἐκκλίνει καθάπερ τρῶσιν τὴν ὅρασιν. καὶ ὄφεων δὲ ὁ καλούμενος βασιλίσκος ὅτι καὶ πνεύματι μόνῳ καὶ βλέμματι πᾶν ἀφαυαίνει καὶ λυμαίνεται τὸ ὑποπῖπτον, ἴσως ἀκήκοας. εἰ δέ τινες καὶ τοὺς φιλτάτους, καὶ οἷς εὖνοι τυγχάνουσι, καταβασκαίνουσιν, οὐ χρὴ θαυμάζειν: φύσει γὰρ φθονερῶς ἔχοντες οὐχ ὃ βούλονται δρῶσιν, ἀλλ̓ ὃ πεφύκασι.

πρὸς ταῦτα μικρὸν ἐπιστήσας, τὸ μὲν ἀπόρημα, ἔφη, σοφώτατα καὶ πιστικώτατα διέλυσας: εἴθε δὲ καὶ αὐτὴ πόθου ποτὲ καὶ ἔρωτος αἴσθοιτο. τότε ἂν ὑγιαίνειν αὐτήν, οὐ νοσεῖν ὑπέλαβον. οἶσθα ὡς ἐπὶ τοῦτό σε καὶ παρεκάλεσα. νῦν δὲ οὐδὲν δέος μὴ τοῦτο πέπονθεν ἡ μισόλεκτρος καὶ ἀνέραστος, ἀλλὰ βασκανίαν ἔοικε τῷ ὄντι νοσεῖν. καὶ δῆλον ὡς καὶ ταύτην διαλῦσαι βουλήσῃ, φίλος τε ὢν καὶ τὰ πάντα σοφός. ἐπηγγελλόμην, εἴ τι πάσχουσαν αἰσθοίμην, εἰς δύναμιν βοηθήσειν.