Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(95)περίαπτα δὲ πρὸς τὸ μὴ συλλαμβάνειν ὡς συνεργήσοντα ἱστόρηται· γυναικὸς αἷμα ἐκ τῶν καταμηνίων ξηρὸν ἐνδεθὲν ἡμιονείῳ ἢ ἐλαφείῳ δέρματι καὶ περιαφθέν, ἢ ὑπερβαινέτω ἀποτεθὲν εἰς γῆν πρὸ τοῦ συγγενέσθαι· ἄσπληνος βοτάνη καθ’ ἑαυτὴν καὶ σὺν ἡμιόνου ὁπλῇ περιαπτομένη — δεῖ δὲ ὀρύσσειν αὐτὴν ἀσελήνου νυκτός —, μυρίκης ξύλον καὲν καὶ σβεσθὲν 〈ἐν〉 ἰδίοις καταμηνίοις περιαπτόμενον βραχίονι.

(95)πίνεται δὲ πρὸς ἀσυλλημψίαν ἡμιόνειος πόα,

μιγέντος αὐτῇ ἐξ ἡμιόνου ὁπλῆς τοῦ ἐντός, πτέρεως ῥίζα μετὰ γλυκέος πινομένη, θηλυπτερίδος ὁμοίως· ἐπιμηδίου ῥίζα πινομένη ἐν οἴνῳ, ἰὸς σιδήρου, ἰτέας ἄνθη καὶ τὰ φύλλα, κράμβης ἄνθη πινόμενα μετ’ οἴνου μετὰ τὴν σύλλημψιν, λαγωοῦ πυτία μετὰ τὴν ἄφεδρον ποθεῖσα ἐπὶ ἡμέρας γ′, λεύκης φλοιὸς μετὰ τὴν κάθαρσιν σὺν ὀξυκράτῳ νήστεσιν·

λίθου ὀστρακίτου 〈· β′ ἐπὶ ἡμέρας δ′ πινέτωσαν. προστίθεται δὲ πρὸς τὸ μὴ συλλαμβάνειν πρὸ τῆς συνόδου ἡδύοσμον λεῖον, καὶ τὸ αἰδοῖον δὲ τοῦ ἀνδρὸς τῷ χυλῷ περιχρίεται· κράμβης ἄνθος λεῖον ἐν πεσσῷ μετὰ τὴν σύλλημψιν οὐκ ἐᾷ πήγνυσθαι 〈τὸ σπέρμα· ἢ〉 νεβροῦ πυτία ἐπὶ ἡμέρας γ′ προστεθεῖσα μετὰ τὴν κάθαρσιν, πελεκίνου σπέρμα πρὸ 〈τῆς〉 συνουσίας, στυπτηρία ὑγρὰ ὁμοίως· ἢ τήλεως ἀφεψήματι πρὸ τῆς συνουσίας προσκλυζέσθωσαν.

(96)συνουσίαν δὲ παρορμᾷ καὶ ἐντάσεις ἐργάζεται ὁρμίνου σπέρμα, ξιφίου ῥίζα ἡ ἁδρὰ καὶ ἀνωτέρω παρορμᾷ σὺν οἴνῳ ποθεῖσα, ἡ δὲ ἰσχνοτέρα τοὐναντίον ἐκλύει τὴν ὁρμήν· ὄρχεως 〈τῆς〉 βοτάνης ὁ μείζων βολβὸς μετὰ γάλακτος ποθεὶς ἐντείνει, ὁ δὲ μικρὸς δι’ ὕδατος ποθεὶς ἐκλύει· κνίδης σπέρμα ἀγρίας πινόμενον μετ’ οἴνου, ἄνησσον σὺν οἴνῳ, ἄρου ῥίζα ἑφθὴ ἐσθιομένη, ἡδύοσμον ὁμοίως·

κάρδαμον καὶ τὸ σπέρμα πινόμενον, κορίου σπέρμα ὀλίγον μετὰ ὕδατος — πλεῖον δὲ ποθὲν κάρον ποιεῖ —, κόστος σὺν οἴνῳ ἢ οἰνομέλιτι, κρόκος ὁμοίως, λινόσπερμον μετὰ οἰνομέλιτος καὶ πεπέρεως ἀντὶ κοπτῆς λαμβανόμενον, μαράθου δάκρυον, πράσου καρπὸς ἐσθιόμενος

καὶ χυλὸς πινόμενος, σατυρίου Ἐρυθραικοῦ τὸ σπέρμα — ἔστι δὲ ὅμοιον τῷ ἐν τοῖς ἀπίοις 〈ἢ〉 μήλοις, στιλβότερον δὲ καὶ γλίσχρον διαμασηθέν —, σκίγκος ποθεὶς Ἰνδικός — ἀποπαύει δὲ τὰς ἐντάσεις φακοῦ ἀφέψημα ἐπιποθέν —, σταφυλίνου ἀγρίου σπέρμα, τερεβίνθου καρπὸς ἐσθιόμενος.