Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(97)ἀμβλύνει δὲ τὰς πρὸς συνουσίαν ὁρμὰς ἀνδράχνη ἐσθιομένη, [καὶ] πήγανον ἄγριον καὶ ἥμερον ἐσθιόμενον, θρίδακος ἀγρίας σπέρμα καὶ ἡμέρου πινόμενον, δρακοντίου ῥίζα ἐν οἴνῳ ποθεῖσα ξηρὰ καὶ 〈τὰς〉 ἐντάσεις παύει, στρόβιλοι μετὰ σικύου σπέρματος καὶ ἀνδράχνης χυλοῦ, σῦκα ἐσθιόμενα.

(98)πρὸς δὲ τοὺς γόνον προιεμένους ἀπροαιρέτως ὠφελίμως δίδονται ἴριδος〈· β′ μετ’ οἴνου. καταπλασθὲν δὲ πραύνει κώνειον κατὰ τοῦ καυλοῦ καὶ τῶν διδύμων καὶ ἐφηβαίου ἐπιτιθέμενον, νυμφαίας ῥίζα μετὰ ἀλφίτου διδομένη ἐσθίεσθαι ὡς μᾶζα ὀξυβάφου πλῆθος ἢ πινομένη καθ’ ἑαυτήν, ἀνήθου σπέρμα πινόμενον· ἐκλύουσι δὲ γονὴν κισσοῦ κόρυμβοι μέλανες πινόμενοι.

(99)πρὸς δὲ τοὺς ὀνειρώττοντας συνεχῶς ἁρμόζει πρὸς ἐπίσχεσιν ταῦτα καταπλαττόμενα· κωνείου σπέρμα κατὰ τῶν διδύμων καταπλαττόμενον· ἐὰν γὰρ κατὰ τοῦ αἰδοίου τις καταπλάσῃ, παραλυθήσεται· νυμφαίας ῥίζη κατάπλασσε καὶ τὰ αἰδοῖα, κορίου χυλῷ καὶ στρύχνου κατάχριε 〈τοὺς〉 διδύμους καὶ νίτρῳ καὶ ῥάμνου χυλῷ 〈καὶ〉 ἀνδράχνης πιέσματι· καὶ αὐτὴ

δὲ καταπλάσσεται καθ’ ἑαυτὴν καὶ 〈μετὰ〉 ἀλφίτου, ἢ ἄγνου φύλλα σὺν ἀλφίτῳ, ἢ κύμινον λεῖον μετὰ Κιμωλίας φυραθέν.

(100)ποθέντα δὲ ὠφελεῖ τοὺς ὀνειρώττοντας νυμφαίας ῥίζης ἀπόζεμα πρὸ τοῦ σιτίου λαμβανόμενον, 〈καὶ〉 τῇ τροφῇ δὲ μειγνυμένη ἡ ῥίζα ξηρὰ καὶ τὸ σπέρμα ὁμοίως, καλαμίνθης ἀπόζεμα πινόμενον· ἰᾶται ὀνειρωγμοὺς θρίδακος σπέρμα καὶ ἀνδράχνης σὺν ὕδατι πινόμενα.

(101)τοὺς δὲ ἐνουροῦντας ἰᾶσθαι δεῖ ἐπιπλήξει καὶ [ἐν] τῷ δι’ ἡμέρας ἐθισμῷ τῆς οὐρήσεως καὶ μεταξὺ κατέχειν, κύστιν τε αἰγείαν ἢ προβατείαν κεκαυμένην ποτίζειν σὺν ὀξυκράτῳ, ἢ ὠπτημένην σὺν τῷ οὔρῳ ἐπὶ θερμοσποδιᾷ διδόναι φαγεῖν, ἑσπέρας τε διψᾶν ἀναγκάζειν· ποιεῖ δὲ καὶ λαγωοῦ ἐγκέφαλος ὅσον ἐρέβινθος μετὰ χηνείου στέατος ἴσου καὶ κόμμεως τοῦ αὐτοῦ καταπινόμενος ἢ συμφυραθεὶς ἀλφίτῳ καὶ ἐσθιόμενος· καπρείας ὁπλῆς λείας κοχλιάριον μετὰ μελικράτου ἢ καστορίου ἢ ἄγνου, πηγάνου τὸ αὐτό.