Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
προστεθὲν δὲ λέγεται ἀρρενοτόκιον ποιεῖν λινοζώστεως τῆς ἄρρενος τὸ σπέρμα μετὰ τὴν σύλλημψιν εὐθέως, θηλυτοκεῖν δὲ τῆς θηλείας ὁμοίως. (93) φυλάσσειν δὲ ἱστορεῖται τὸ συλλημφθὲν πηγνύμενον προστεθεὶς λίθος ὁ ἐν τῇ Σαμίᾳ γῇ εὑρισκόμενος λεῖος.
(93)τελεσφορεῖν δὲ καὶ μὴ ἀποβάλλειν τὸ ἔμβρυον τὰς εὐολίσθους γυναῖκας ποιοῦσι [φορούμενον] σπέρματος μελανσπέρμου κόκκοι μα′ ἐν ὀθονίῳ δεθέντες καὶ φορούμενοι ὑπὸ τὸν σκόλλυν τῶν τριχῶν. τυποῦν δὲ εἰς ἄρρεν ἱστορεῖται μετὰ τὴν συνουσίαν εὐθέως προστεθεῖσα ἀριστολοχείας 〈μακρᾶς〉 ῥίζα ἐν βοείᾳ σαρκί. 98 (94)
πρὸς δὲ τὰς δυστοκούσας περιάπτεσθαί φασιν ὠφελίμως ἀναγύρου φύλλα· δεῖ δὲ μετὰ τὸ τεκεῖν εὐθέως ἀφαιρεῖν τὸ περίαπτον· ἢ λίθον ἴασπιν τῷ μηρῷ περιάπτειν, ἢ κυκλαμίνου ῥίζαν ξηρὰν ὁμοίως, ἢ Κυδωνίου χυλίσματος 〈· α′ σὺν ὑδρομέλιτος κυ′ α′ 〈ποθεῖσαν, ἢ〉 ἀδίαντον λεῖον μετ’ οἴνου καὶ ἐλαίου· ὠφελεῖ καὶ πταρμικοῦ προσαγωγὴ τοῖς ῥώθωσιν.