Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
(90)πρὸς δὲ τὰς συλλήμψεις ἐνεργεῖ ποτά· κραταιόγονον καὶ ὁ καρπὸς αὐτοῦ ὑπό τε τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς πινόμενον ἐπὶ ἡμέρας μ′, ἢ σταφυλίνου καρπός, καὶ ἡ ῥίζα 〈δὲ〉 ἐσθιομένη, φύλλου καρπὸς καὶ ἡ ῥίζα, ἱέρακος κόπρος ἐν γλυκεῖ πινομένη ὑπὸ τῆς γυναικὸς πρὸ τῆς συνόδου.
(91)προστιθέμενα δὲ ὠφελεῖ πρὸς σύλλημψιν· ἄμι μετὰ μυελοῦ πρὸ τῆς συνόδου, λαγωοῦ πυτία σὺν βουτύρῳ, λινοζώστεως σπέρμα ἢ χυλὸς ἀντὶ πεσσοῦ.
(92)ἱστορεῖται δὲ ἀρρενοτοκεῖν ποιεῖν μεθ’ ὕδατος κυάθων γ′ πρὸ τῆς συνόδου καὶ πρὸ τοῦ δείπνου ἐπὶ ἡμέρας μ′ ὄρχεως τῆς βοτάνης τῆς μείζονος 〈ῥίζης〉 τὸ ἀπόζεμα πινόμενον, ἢ αὐτὴ ἐσθιομένη ὑπὸ τῶν ἀνδρῶν — ἡ δὲ ἐλάττων θηλυγονίαν ποιεῖ ὑπὸ τῶν γυναικῶν ἐσθιομένη —, ὄρχεις ἀλεκτρυόνος λευκοῦ μετὰ τὴν σύλλημψιν πρὶν ἑτέρου τινος γεύσα σθαι καταποθέντες.