Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(79)ὑποθυμιώμενα δὲ ἄγει ἔμμηνα καὶ λόχια καὶ ἔμβρυα· ἄμι μετὰ ῥητίνης τερμινθίνης, βδέλλιον βραχύ, δίκταμνον, καρδάμωμον, χαλβάνη, πίτυος φλοιὸς καὶ πεύκης, πορφύρας θαλασσίας πώματα, σκόροδον, σιλούρου κεφαλὴ καὶ σάρξ.

(80)ἐγκαθίσματα δὲ ταῦτα ἄγει ἡψημένα μετὰ ὕδατος· ἀγήρατον, ἀκτῆς φύλλα, Ἀρτεμισία, δίκταμνον, δάφνη, κόνυζα, κόστος, μῆον, λευκόιον, μελισσόφυλλον, πράσου κεφαλωτοῦ κόμη καὶ σέλινα.

(81)καταπλάσσεται δὲ πρὸς λόχια καὶ ἔμμηνα κινεῖ Ἀρτεμισία πολλὴ κατὰ τῶν ὑποχονδρίων. ἐπιτεταμένως δὲ ἄγει ὥστε καὶ ἔμβρυα ἐκτινάσσειν· αἴρινον ἄλευρον πράσου χυλῷ φυραθέν, κυκλαμίνου χυλὸς σὺν ἐλατηρίῳ ἢ αἰρίνῳ ἀλεύρῳ, μυελὸς ἐλάφειος καὶ χαλβάνη καὶ Ἀμμωνιακὸν καὶ ἔλαιον, ἴσα.