Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

ἄγει δὲ καὶ μᾶλλον ἔμβρυα ἀγχούσης ῥίζα, Ἀρτεμισία ἀναλημφθεῖσα ὡς κολλούριον σὺν δαφνίσιν ἢ σμύρνῃ ἢ ἴριδι ἢ σύκῳ ἢ νίτρῳ, καὶ ὁ ἁπαλὸς δὲ βλαστὸς αὐτῆς προστεθείς· βρυωνίας τῆς ῥίζης ὁ χυλὸς προστεθεὶς ἐν ἐρίῳ, Γεντιανῆς ῥίζα ξυσθεῖσα ὡς κολλούριον, δικτάμνου 〈· α′ μετὰ μέλιτος, δρακοντίου ῥίζα σὺν ὀξυκράτῳ, ἶρις, σμύρνα σὺν ἀψινθίου ἢ θέρμων ἀποβρέγματι ἢ πηγάνου χυλῷ·

κνέωρον ἀναλημφθὲν σύκῳ, νίτρον ὁμοίως, Κενταυρείου 〈τοῦ〉 λεπτοῦ χυλός, κεδρία, κολοκυνθίδος ἐντεριώνη σὺν μέλιτι, κισσανθέμου χυλὸς σὺν οἴνῳ, λιβανωτὸς καὶ ὀπὸς μανδραγόρου καὶ ἴρινον 〈μύρον〉 μιγέντα ἐν πεσσῷ, ὀποπάναξ προστεθείς, πόλιον σὺν οἴνῳ, πράσιον ὁμοίως, σκαμμωνίας ὀπὸς ἐν ἐρίῳ προστεθείς, στρουθίου ῥίζα σὺν μέλιτι, στυπτηρία

ὑγρά·

ὑπερικοῦ σπέρμα λεῖον σὺν μέλιτι, χονδρίλης μαστίχη μετὰ σμύρνης, φλόμου χυλὸς μετὰ σμύρνης ἐν ἐρίῳ προστεθείς, οὖρον ἀνδρὸς πεσσῷ ἀναλαμβανόμενον καὶ προστιθέμενον, μελάνθιον καὶ σμύρνα λεῖα μέλιτι ἀναλημφθέντα κυάμου Ἑλληνικοῦ μέγεθος καὶ προστεθέντα.