Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(8)πρὸς δὲ τοὺς τὴν τροφὴν ἀποβάλλοντας ἐπιτιθέμενος ὠφελεῖ σπόγγος ἐξ ὄξους δριμέος ἄχρις φλυκταινώσεως ἐπί τε τοὺς πόδας καὶ βραχίονας· ἐπὶ δὲ τοῦ θώρακος καταπλασσόμενος τυρὸς νεαλὴς μετ’ ἀλφίτου ἢ σελίνου φύλλων, ἢ

σέριδος 〈φύλλα〉 μετ’ ὄξους καὶ ἀλφίτων, ἢ ἀνδράχνης ὡσαύτως, ἢ κολοκύνθης ξύσματα ὁμοίως.

(9)τοὺς δὲ ναυτιῶντας καὶ πλαδῶντας ὁμοίως τὸν στόμαχον καὶ ἐξεμοῦντας ἵστησι πινόμενα· ἄλφιτα σὺν οἴνῳ, ἀμύγδαλα γλυκέα πρόσφατα σὺν τῷ λέπει ἐσθιόμενα, ἀγρώστεως τῆς ἐν Παρνασσῷ σπέρμα, κύμινον Αἰθιοπικόν, ἀνήθου σπέρμα· πολυγόνου χυλός, καὶ κιχόριον ἐσθιόμενον καὶ σέρις, καὶ ὁ χυλὸς πινόμενος·

σισύμβριον ἡ καρδαμίνη λεγομένη πινομένη, θέρμοι γλυκεῖς λεῖοι σὺν ὄξει ποθέντες, θρίδακες ἄπλυτοι ἐσθιόμεναι καὶ τὸ σπέρμα πινόμενον μετὰ ὕδατος, σόγχου ὁμοίως, ἴου ἄνθος μετὰ ὕδατος, κόστου 〈· α′ μετ’ οἴνου· κοχλίου χερσαίου Λιβυκοῦ σὰρξ ὅλη καταποθεῖσα νήστεσιν καὶ ἀλγήματα παύει στομάχου, προεσθιόμενοι δὲ ἔνωμοι δύο ἢ τρεῖς ἡμέρας τὸ αὐτὸ ποιοῦσιν·