Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

τὸν δὲ διὰ ψῦχος λυγμὸν λύουσιν ἄκραι χεῖρες εἰς θερμὸν ὕδωρ καθιέμεναι, ὕδατος θερμοῦ καταρρόφησις, σπόγγος ἐκ ζεστοῦ ὕδατος προσαγόμενος τῷ στομάχῳ, ἔλαιον Σικυώνιον ἀνατριβομένων τῶν ἄκρων.

(5)πρὸς δὲ τὰ ἀλγήματα τοῦ στομάχου ποιεῖ γάλα γυναικεῖον ἢ βόειον ἢ ὄνειον θηλαζόμενον, ἢ πινόμενον [ἢ] κόχλαξι συναφεψόμενον, γεντιανῆς 〈· α′ μεθ’ ὕδατος, μαστίχης κοχλιάριον ἓν καθ’ ἡμέραν πινόμενον ἢ διαμασώμενον τοῦ χυλοῦ καταπινομένου, ἡδυόσμου κλωνίων τριῶν φύλλα σὺν ὀξείας ῥοᾶς χυλῷ καταρροφούμενα, γλήχων μετ’ ὀξυκράτου.

(6)πρὸς δὲ τοὺς δηγμοὺς τοῦ στομάχου τερμίνθου φύλλα ἀφηψημένα, ὁμοίως σκορδίου χύλισμα, σόγχου χυλὸς μετὰ στροβιλῶν καὶ καρύων πικρῶν καὶ σικύου 〈ἀγρίου〉 σπέρματος, κῶνοι ἐσθιόμενοι καθ’ ἑαυτούς. (7) καταπλασσόμενα δὲ ὠφελεῖ ἀλγήματα στομάχου· μελίλωτον ἐν οἴνῳ ἑφθὸν μετὰ τηλίνου ἀλεύρου ἢ γύρεως, Κυθώνιον ἑφθὸν σὺν οἰνάνθῃ, [ἢ] πήγανον σὺν μέλιτι.