Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
ποιεῖ καὶ νάρδος Κελτικὴ σὺν ἀψινθίῳ, νυμφαίας σπέρμα ἢ ῥίζα σὺν ὄξει τήκει· σέρεως καρποῦ 〈· α′ σὺν ὄξει, πόλιον σὺν ὄξει, σαγαπηνοῦ 〈· α′ σὺν ὀξυκράτῳ, στρουθίου 〈· α′ σὺν ὀξυμέλιτι, πολεμωνίου ῥίζα σὺν οἴνῳ, πορφύρας πῶμα σὺν οἴνῳ, σελίνου σπέρμα πινόμενον, καὶ ἡ πόα 〈δὲ〉 ἑψηθεῖσα 〈ἐν〉 οἴνῳ σὺν ὀξυκράτῳ· ὕδωρ τὸ ἀπὸ τῶν χαλκείων, ὅπου τὸν πεπυρωμένον σίδηρον ἀποβάπτουσι·
σκίλλης ὀπτῆς 〈· α′ σὺν ὀξυμέλιτι, Τευκρίου
ἐνηψημένου ἐν ὀξυκράτῳ τὸ ἀπόζεμα, ῥο〈ὸς χυλο〉ῦ 〈· δ′· σκίλλαν 〈πηλῷ〉 περιπλάσας ὄπτησον καὶ καθάρας τρῖψον καὶ ἀναπλάσας ἐξ αὐτῆς καταπότια δίδου ἓν τῆς ἡμέρας σὺν μελικράτῳ· χαμαίδρυος ἀφέψημα σὺν μελικράτῳ, 〈καὶ〉 γίνεται δὲ ἐκ τῶν φύλλων αὐτῆς καταπότια καὶ δίδοται· τραγοριγάνου ἀπόζεμα μετὰ ἅλατος καὶ ὄξους, ἑρπύλλου ὁμοίως.(62)καταπλασσόμενα δὲ παραλαμβάνεται ὠφελίμως ἐπὶ τῶν σπληνικῶν· ὕσσωπον μετὰ σύκων, τέφρα κληματίνη ἢ 〈ἡ ἐκ〉 γιγάρτων τέφρα σὺν ὄξει καὶ ῥοδίνῳ καὶ πηγάνῳ, χαμαικίσσου φύλλα καὶ κνίδης φύλλα μετὰ κηρωτῆς, βρυωνίας ῥίζα μετὰ σύκου καὶ ὄξους, Ἀμμωνιακὸν σὺν ὄξει καὶ κηρωτῇ στυφούσῃ·